In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
24.0.1
Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
24.1.1
Τί λέγεις; οἱ Χριστὸν κηρύττοντες, οἱ χρήματα μὴ λαμβάνοντες, οἱ Εὐαγγέλιον ἕτερον μὴ ἐπεισάγοντες, ψευδαπόστολοι; Ναὶ, φησί· καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, ὅτι ταῦτα ὑποκρίνονται πάντα, ἵνα ἀπατήσωσιν. Ἐργάται δόλιοι. Ἐργάζονται μὲν γὰρ, ἀλλ' ἀνασπῶσι τὰ πεφυτευμένα. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο εὐπαράδεκτοι, τὸ προσωπεῖον λαβόντες τῆς ἀληθείας, οὕτω τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται. Καὶ μέντοι χρήματα, φησὶν, οὐ λαμβάνουσιν. Ἵνα πλείονα λάβωσιν, ἵνα ψυχὴν ἀπολέσωσι. Μᾶλλον δὲ καὶ τοῦτο ψεῦδος· καὶ ἐλάμβανον, ἀλλ' ἐλάνθανον· καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἐπιοῦσι. Καὶ ἤδη μὲν γὰρ ᾐνίξατο αὐτὸ εἰπὼν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν ὡς καὶ ἡμεῖς· πλὴν ἀλλ' ὕστερον αὐτὸ σαφέστερον ᾐνίξατο εἰπὼν, ὅτι Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, τούτου ἀνέχεσθε. Νῦν δὲ ἑτέρωθεν αὐτοὺς διαβάλλει λέγων, Μετασχηματιζόμενοι. Σχῆμα μόνον αὐτοῖς, ἡ δορὰ τοῦ προβάτου ἐπίκειται. Καὶ οὐδὲν θαυμαστόν. Εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς, τί μέγα, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης; Ὥστε εἰ δεῖ θαυμάζειν, τοῦτο δεῖ θαυμάζειν, τὸ δὲ τούτων, οὐκέτι. Ὅταν γὰρ ὁ διδάσκαλος αὐτῶν πάντα τολμᾷ, οὐδὲν θαυμαστὸν καὶ τοὺς μαθητὰς ἕπεσθαι. Τί δέ ἐστιν, Ἄγγελον φωτός; Τὸν παῤῥησίαν ἔχοντα λέγειν, τὸν τῷ Θεῷ παρεστῶτα. Εἰσὶ γὰρ καὶ ἄγγελοι σκότους οὗτοι οἱ τοῦ διαβόλου, οἱ σκοτεινοὶ καὶ ἄγριοι. Καὶ πολλοὺς ὁ διάβολος οὕτως ἠπάτησε, μετασχηματιζόμενος, οὐ γινόμενος ἄγγελος φωτός. Οὕτω καὶ οὗτοι σχῆμα ἀποστόλου περιφέρουσιν, οὐκ αὐτὴν τὴν δύναμιν· οὐδὲ γὰρ ἰσχύουσιν. Οὐδὲν δὲ οὕτω διαβολικὸν, ὡς τὸ πρὸς ἐπίδειξίν τι ποιεῖν. Τί δέ ἐστι, Διάκονοι δικαιοσύνης; Ὅπερ ἡμεῖς ἐσμεν, Εὐαγγέλιον κηρύσσοντες ὑμῖν δικαιοσύνην ἔχον. Ἢ γὰρ τοῦτό φησιν, ἢ ὅτι δικαίων ἀνδρῶν ἑαυτοῖς περιτιθέασι δόξαν. Πῶς οὖν αὐτοὺς ἐπιγνωσόμεθα; Ἀπὸ τῶν ἔργων αὐτῶν, καθὼς ὁ Χριστὸς εἶπε. Διὸ ἀναγκάζεται τὰ ἑαυτοῦ θεῖναι κατορθώματα καὶ τὴν ἐκείνων κακίαν παράλληλα, ἵνα ἀπὸ τῆς συγκρίσεως φανῶσιν οἱ νόθοι. Καὶ μέλλων πάλιν ἐμβαίνειν εἰς τὰ ἐγκώμια τὰ ἑαυτοῦ, κατηγορεῖ πρῶτον ἐκείνων, ἵνα δείξῃ ἀναγκαίαν οὖσαν αὐτοῦ τὴν ὑπόθεσιν, ἵνα μή τις ἐγκαλέσῃ ὡς περὶ ἑαυτοῦ λέγοντι, καί φησι, Πάλιν λέγω. Καὶ γὰρ ἤδη πολλῇ προδιορθώσει ἐχρήσατο· Ἀλλ' ὅμως οὐκ ἀρκοῦμαι τοῖς εἰρημένοις, ἀλλὰ καὶ πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι. Τοῦτο γὰρ ἐκείνων ἦν ἔργον, τὸ, αἰτίας μὴ οὔσης, καυχᾶσθαι. Σὺ δέ μοι σκόπει ὅτι, ὁσάκις ἐμβαίνειν μέλλει εἰς τοὺς οἰκείους ἐπαίνους, προανακρούεται. Τὸ μὲν γὰρ πρᾶγμα ἀφροσύνης ἐστὶ, φησὶ, τὸ καυχᾶσθαι· ἐγὼ δὲ οὐχ ὡς ἀνοηταίνων αὐτὸ ποιῶ, ἀλλὰ ἀναγκαζόμενος. Εἰ δὲ οὐ πείθεσθε, ἀλλὰ καὶ ἀνάγκην οὖσαν ὁρῶντες, καταγνώσεσθε, οὐδὲ οὕτω παραιτήσομαι. Εἶδες πῶς ἔδειξε πολλὴν οὖσαν τὴν ἀνάγκην τοῦ λέγειν; Ὁ γὰρ μηδὲ ταύτηνὑποστελλόμενος τὴν ὑποψίαν, ἐννόησον ὅσην βίαν ὑπέμεινεν εἰς τὸ λέγειν, καὶ πῶς ὤδινε καὶ ἐβιάζετο εἰπεῖν. Ἀλλ' ὅμως καὶ οὕτω μετρίως τῷ πράγματι κέχρηται. Οὐ γὰρ εἶπεν, Ἵνα καυχήσωμαι. Καὶ μικρὸν μέλλων καυχᾶσθαι, πάλιν καὶ ἑτέρᾳ κέχρηται παραιτήσει, λέγων, Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ὁρᾷς πῶς τὸ καυχᾶσθαι οὐκ ἔστι κατὰ Κύριον; Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἀλλ' αὐτὸ μὲν καθ' ἑαυτὸ οὐκ ἔστι κατὰ Κύριον· ἀπὸ δὲ τῆς διανοίας τοῦτο γίνεται. Διὰ τοῦτο εἶπεν, Ὃ λαλῶ· οὐ τὴν αἰτίαν διαβάλλων, ἀλλὰ τὰ ῥήματα. Ἐπεὶ ὁ σκοπὸς οὕτω θαυμαστὸς, ὡς καὶ τὰ ῥήματα σεμνύνειν. Ὥσπερ γὰρ ὁ φονεὺς τῶν σφόδρα κεκωλυμένων ὢν, ἀπὸ διανοίας πολλάκις ηὐδοκίμησε, καὶ τὸ περιτέμνεσθαι οὐκ ὂν κατὰ Κύριον, ἀπὸ τῆς διανοίας τοῦτο γέγονεν· οὕτω καὶ τὸ καυχᾶσθαι. Καὶ τί δήποτε οὐ κέχρηται ἀκριβολογίᾳ τοσαύτῃ; Ὅτι πρὸς ἕτερον ἐπείγεται, καὶ ἐκ περιουσίας καὶ τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις χαρίζεται μόνον, ἵνα εἴπῃ τὰ ὠφελοῦντα· καὶ γὰρ ἱκανὰ ἦν πᾶσαν ἀνελεῖν τὴν ὑποψίαν λεχθέντα. Ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Πρότερόν φησιν, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· νυνὶ δὲ, Ὡς ἐν ἀφροσύνῃ. Ὅσῳ γὰρ πρόεισι, τοσούτῳ μᾶλλον ἐκκαθαίρει τὸν λόγον. Εἶτα, ἵνα μὴ νομίσῃς πανταχοῦ ἀνοηταίνειν αὐτὸν, προσέθηκεν, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Κατὰ τοῦτο τὸ μέρος, φησίν· ὥσπερ καὶ ἀλλαχοῦ ἔλεγεν, Ἵνα μὴ καταισχυνθῶμεν· καὶ προσετίθει, Ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ, Ναὶ, ναὶ, καὶ τὸ, Οὒ, οὔ; καὶ δείξας, ὅτι οὐ δύναται πανταχοῦ ἅπερ ἐπαγγέλλεται καὶ πληροῦν, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύεται, ἵνα μὴ τὴν ὑπόνοιαν ταύτην καὶ ἐπὶ τοῦ δόγματος ἑλκύσωσί τινες, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ.
24.2.1
Καὶ ὅρα πόσα ἔμπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι. Τί ἐστι, Κατὰ σάρκα; Ἀπὸ τῶν ἔξωθεν, ἀπὸ εὐγενείας, ἀπὸ πλούτου, ἀπὸ σοφίας, ἀπὸ τοῦ περιτομὴν ἔχειν καὶ προγόνους Ἑβραίους, ἀπὸ τῆς τῶν πολλῶν δόξης. Καὶ θέα σύνεσιν· ἐκεῖνα τίθησιν ἅπερ οὐδένα δείκνυσιν, καὶ τότε καὶ ἀφροσύνην. Εἰ γὰρ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, πολλῷ μᾶλλον ἐπὶ τοῖς μηδὲν οὖσι. Καὶ τοῦτό ἐστιν ὅπερ, Οὐ κατὰ Κύριον, καλεῖ. Οὐ γὰρ ὄφελος Ἑβραῖον εἶναι, καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίσητε, ὅτι ὡς ἀρετὴν αὐτὰ τίθημι· ἀλλ' ἐπειδὴ ἐκεῖνοι καυχῶνται, ἀναγκάζομαι κἀγὼ ἐντεῦθεν τὴν σύγκρισιν ποιήσασθαι· ὅπερ καὶ ἀλλαχοῦ ποιεῖ λέγων, Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Καὶ ἐκεῖ, διὰ τοὺς πεποιθότας ἐπὶ τούτῳ. Ὥσπερ ἂν εἴ τις γένους λαμπροῦ ὢν, καὶ φιλόσοφον ἑλόμενος βίον, ἴδοι μέγα φρονοῦντας ἑτέρους ἐπὶ εὐγενείᾳ, καὶβουλόμενος καθελεῖν αὐτῶν τὸ φύσημα, ἀναγκασθείη τὴν οἰκείαν περιφάνειαν εἰπεῖν, οὐχὶ καλλωπιζόμενος, ἀλλὰ ἐκείνους ταπεινῶν. Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ. Εἶτα ἀποστὰς ἐκείνων, ἐπὶ Κορινθίους ὁλόκληρον τὴν αἰτίαν κενοῖ λέγων· Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων. Ὥστε ὑμεῖς αἴτιοι τούτων, καὶ μᾶλλον ἢ ἐκεῖνοι. Εἰ γὰρ μὴ ὑμεῖς αὐτῶν ἠνείχεσθε, καὶ παρεβλάπτεσθε τό γε ἐκείνων μέρος, οὐδὲν ἐφθεγξάμην· ἀλλὰ τῆς ὑμετέρας κήδομαι σωτηρίας, καὶ συγκαταβαίνω. Καὶ ὅρα πῶς καὶ τὴν ἐπιτίμησιν μετ' ἐγκωμίου τίθησιν. Εἰπὼν γὰρ, Ἡδέως ἀνέχεσθε τῶν ἀφρόνων, ἐπήγαγε, Φρόνιμοι ὄντες. Ἀφροσύνης γὰρ τὸ καυχᾶσθαι καὶ ἐπὶ τοιούτοις. Καίτοι ἐχρῆν ἐπιτιμῆσαι, καὶ εἰπεῖν, Μὴ ἀνέχεσθε τῶν ἀνοήτων· ἀλλὰ μετὰ πλείονος αὐτὸ ποιεῖ περιουσίας. Ἐκείνως μὲν γὰρ ἔδοξεν ἂν ὡς ἀπεστερημένος αὐτῶν ἐπιτιμᾷν· νυνὶ δὲ δείξας ἑαυτὸν καὶ ἐν τούτοις κρατοῦντα, καὶ οὐδὲν εἶναι ταῦτα νομίζοντα, μειζόνως αὐτοὺς διορθοῦται. Τέως δὲ πρὶν ἢ εἰς τὰ ἐγκώμια ἐμβάλλειν καὶ τὴν σύγκρισιν, καὶ τὴν πολλὴν Κορινθίων δουλοπρέπειαν ὀνειδίζει αὐτοῖς, ὅτι μεθ' ὑπερβολῆς αὐτοῖς καθυπεκλίνοντο. Καὶ σκόπει πῶς κωμῳδεῖ. Ἀνέχεσθε γὰρ, φησὶν, εἴ τις ὑμᾶς κατεσθίει. Πῶς οὖν ἔλεγες, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς; Ὁρᾷς ὅτι δείκνυσιν αὐτοὺς λαμβάνοντας, καὶ οὐχ ἁπλῶς λαμβάνοντας, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς; τὸ γὰρ κατεσθίειν τοῦτο δηλοῖ. Εἴ τις ὑμᾶς καταδουλοῖ. Καὶ τὰ χρήματα ὑμῶν, φησὶ, καὶ τὰ σώματα, καὶ τὴν ἐλευθερίαν ἐξεδώκατε. Τοῦτο γὰρ μεῖζον τοῦ λαβεῖν, τὸ μὴ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ ὑμῶν αὐτῶν κυρίους εἶναι. Ὃ καὶ ἔμπροσθεν δηλοῖ λέγων, Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Εἶτα τὸ χαλεπώτερον προστίθησι λέγων, Εἴ τις ἐπαίρεται. Οὐδὲ γὰρ σύμμετρος ὑμῶν ἡ δουλεία, οὐδὲ ἥμεροι οἱ δεσπόται, ἀλλὰ φορτικοὶ καὶ ἐπαχθεῖς. Εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει. Εἶδες πάλιν ἐπίτασιν τυραννίδος; Ταῦτα δὲ ἔλεγεν, οὐχ ὅτι εἰς ὄψιν ἐτύπτοντο, ἀλλ' ὅτι διέπτυον αὐτοὺς καὶ ἠτίμαζον· διὸ προσέθηκε, Κατὰ ἀτιμίαν λέγω. Τῶν γὰρ εἰς ὄψιν τυπτομένων οὐκ ἔλαττον πάσχετε. Τί τοίνυν τούτου γένοιτ' ἂν ἰσχυρότερον; ποία δὲ ταύτης τῆς δεσποτείας πικροτέρα, ὅταν καὶ τὰ χρήματα ὑμῶν καὶ τὴν ἐλευθερίαν καὶ τὴν τιμὴν ἀφελόμενοι, μηδὲ οὕτως ὦσιν ἥμεροι, μηδὲ ἐν τάξει δούλων ἐῶσιν ὑμᾶς μένειν, ἀλλὰ καὶ παντὸς ἀργυρωνήτου ὑβριστικώτερον ὦσιν ὑμῖν κεχρημένοι; Ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. Ἀσαφὲς τὸ εἰρημένον. Ἐπειδὴ γὰρ φορτικὸν ἦν, διὰ τοῦτο οὕτως αὐτὸ τέθεικεν, ἵνα κλέψῃ τὴν ἐπάχθειαν τῇ ἀσαφείᾳ. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστι· Μὴ γὰρ οὐ δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν; Ἀλλ' οὐ ποιοῦμεν. Τίνος οὖν ἕνεκεν αὐτῶν ἀνέχεσθε, ὡς ἡμῶν μὴ δυναμένων ταῦτα ποιεῖν; Ἔγκλημα μὲν οὖν καὶ τὸ μωραινόντων ἀνέχεσθαι· τὸ δὲ καὶ οὕτω καταφρονούντων ὑμῶν, ἁρπαζόντων, ἐπαιρομένων, τυπτόντων, οὐδ' ἂν ἀπολογίαν ἔχοι; οὐδ' ἂν λόγον τινά. Καινὸν γὰρ τοῦτο τὸ τῆς ἀπάτης εἶδος. Οἱ μὲν γὰρ ἀπατῶντες καὶ παρέχουσι, καὶ κολακεύουσιν· οὗτοι δὲ καὶ ἀπατῶσι, καὶ λαμβάνουσι, καὶ ὑβρίζουσιν. Ὅθεν οὐδὲ σκιὰν ἂν σχοίητε συγγνώμης, ὅτι τοὺς μὲν ταπεινοῦντας ἑαυτοὺς δι' ὑμᾶς, ἵνα ὑμεῖς ὑψωθῆτε, διαπτύετε, τοὺς δὲ ὑψοῦντας ἑαυτοὺς, ἵνα ὑμεῖς ταπεινωθῆτε, θαυμάζετε. Μὴ γὰρ καὶ ἡμεῖς οὐκ ἠδυνάμεθα ταῦτα ποιεῖν; Ἀλλ' οὐ βουλόμεθα, τὸ συμφέρον ὑμῶν σκοποῦντες. Ἐκεῖνοι μὲν γὰρ τὰ ὑμέτερα καθαιροῦντες, τὰ ἑαυτῶν σκοποῦσιν. Ὁρᾷς πανταχοῦ, ἐξ ὧν παῤῥησιάζεται πρὸς αὐτοὺς, ἐκ τούτων αὐτοὺς καὶ φοβεῖ; Εἰ γὰρ διὰ τοῦτο αὐτοὺς τιμᾶτε, φησὶν, ἐπειδὴ τύπτουσιν, ὑβρίζουσι· δυνάμεθα καὶ ἡμεῖς ταῦτα ποιεῖν, δουλοῦσθαι, τύπτειν, ἐπαίρεσθαι καθ' ὑμῶν.
24.3.1
Εἶδες πῶς ὅλην ἐπ' αὐτοὺς ἄγει τὴν αἰτίαν καὶ τῆς ἐκείνων ἀπονοίας, καὶ τῆς δοκούσης εἶναι ἀφροσύνης ἑαυτοῦ; Οὐ γὰρ ἵνα ἐμαυτὸν δείξω λαμπρότερον, ἀλλ' ἵνα ὑμᾶς ἀπαλλάξω ταύτης τῆς πικρᾶς δουλείας, ἀναγκάζομαι μικρόν τι καυχᾶσθαι. Δεῖ δὲ οὐχ ἁπλῶς τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ καὶ τὴν αἰτίαν προστιθέναι. Ἐπεὶ καὶ Σαμουὴλ ἐγκώμιον ὑπὲρ ἑαυτοῦ συνέθηκε μέγα, ὅτε τὸν Σαοὺλ ἔχριε, λέγων· Ὄνον τινὸς ὑμῶν εἴληφα, ἢ μόσχον, ἢ ὑπόδημα; ἢ ἐξεπίασά τινα ὑμῶν; Ἀλλ' ὅμως οὐδεὶς ἐγκαλεῖ. Τὸ δὲ αἴτιον, οὐ καλλωπίζων ἑαυτὸν ἔλεγεν, ἀλλ' ἐπειδὴ βασιλέα καθιστᾷν ἔμελλεν, ἐν ἀπολογίας τάξει βούλεται παιδεῦσαι ἐκεῖνον πρᾶον καὶ ἥμερον εἶναι. Καὶ σκόπει σύνεσιν προφήτου, μᾶλλον δὲ Θεοῦ φιλανθρωπίαν. Ὅτε μὲν γὰρ ἀποστρέψαι αὐτοὺς ἠβούλετο, πολλὰ φορτικὰ συναγαγὼν, ἔλεγε περὶ τοῦ μέλλοντος βασιλεύειν· οἷον, ὅτι μυλωθρίδας τὰς γυναῖκας αὐτῶν ποιήσει, ποιμένας τοὺς ἄνδρας, ἡμιόνων ἐπιστάτας (καὶ γὰρ μετὰ ἀκριβεῖας ἐπεξῄει τὴν τῆς βασιλείας θεραπείαν)· ἐπειδὴ δὲ εἶδεν οὐδενὶ τούτων κωλυομένους, ἀλλὰ ἀνίατα νοσοῦντας, καὶ οὕτως αὐτῶν φείδεται, καὶ ῥυθμίζει τὸν βασιλέα πρᾶον εἶναι. Διὰ τοῦτο καὶ αὐτὸν παράγει μάρτυρα. Οὐ γὰρ δὴ ἐδικάζετό τις πρὸς αὐτὸν τότε, οὐδὲ ἐνεκάλει ἵνα ἀπολογήσηται, ἀλλ' ἵνα ἐκεῖνον ποιήσῃ βελτίονα, ταῦτα ἔλεγε. Διὸ καὶ ἐπήγαγε καθαιρῶν αὐτοῦ τὸ φύσημα, Ἐὰν ἀκούσητε ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν, τὰ καὶ τά ἐστιν ὑμῖν ἀγαθά· ἐὰν δὲ μὴ ἀκούσητε, τὰ ἐναντία ἅπαντα. Καὶ Ἀμμὼς δὲ ἔλεγεν, Οὐκ ἤμην προφήτης, οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην συκάμινα κνίζων. Καὶ ἀνέλαβέ με ὁ Θεός. Οὐκ ἐπαίρων δὲ ἑαυτὸν ἔλεγεν, ἀλλὰ ἐπιστομίζων τοὺς ὑποπτεύοντας αὐτὸν οὐχ ὡς προφήτην, καὶ ἵνα δείξῃ ὅτι οὐκ ἀπατᾷ, οὐδὲ οἴκοθεν λέγει ταῦτα ἃ λέγει. Καὶ ἕτερος δὲ πάλιν τὸ αὐτὸ τοῦτο ἐμφαίνων ἔλεγεν· Ἀλλὰ μὲν ἐγὼ ἐνεπλήσθην ἰσχύος Κυρίου ἐν πνεύματι καὶ δυναστείᾳ. Καὶ ὁ Δαυῒδ δὲ, ὅταν τὰ κατὰ τὴν ἄρκτον καὶ τὸν λέοντα διηγεῖτο, οὐχὶ καλλωπιζόμενος, ἀλλ' οἰκοδομῶν τι μέγα καὶ θαυμαστὸν, ἔλεγεν. Ἐπειδὴ γὰρ ἠπιστεῖτο ὅτι περιέσται τοῦ βαρβάρου γυμνὸς, ὁ μηδὲ ὅπλα ἐνεγκεῖν δυνάμενος, ἠναγκάσθη παρασχεῖν ἀποδείξεις τῆς οἰκείας ἀνδρείας. Καὶ τὸ κράσπεδον ὅτε ἀφεῖλε τοῦ Σαοὺλ, οὐκ ἐπιδεικνύμενος ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ πονηρὰν διακρουόμενος ὑποψίαν, ἣν κατεσκέδασαν αὐτοῦ λέγοντες, ὅτι ἀνελεῖν αὐτὸν ἤθελε. Δεῖ τοίνυνπανταχοῦ τὴν αἰτίαν ζητεῖν. Ὁ γὰρ πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ ἑαυτὸν, οὐ μόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ τότε, ἐγκαλεῖσθαι ἄξιος. Ἐπεὶ καὶ ὁ Δαυῒδ τότε εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν ἐπὶ τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο ἔστησε τρόπαιον. Διὸ δὴ τοῦτο λέγει ἀναγκασθεὶς, καὶ οὐχὶ τοῖς ἀδελφοῖς ἀλλὰ τῷ βασιλεῖ· ἦ γὰρ ἂν παρ' αὐτοῖς ἠπιστήθη· ὁ γὰρ φθόνος ἐνέφραττεν αὐτῶν τὰς ἀκοάς. Διόπερ ἐκείνους ἀφεὶς, τῷ μηδέπω βασκαίνοντι διαλέγεται.
24.4.1
Δεινὸν γὰρ ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει καταφρονεῖν σωτηρίας. Οὕτω καὶ Κάϊν ἑαυτὸν ἀπώλεσε, καὶ πρὸ τούτου πάλιν ὁ τὸν τούτου πατέρα ἀνελὼν διάβολος. Οὕτως ὁ Σαοὺλ δαίμονα πονηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας, τῷ ἰατρῷ πάλιν ἐβάσκαινε. Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν. Τί τούτου χαλεπώτερον γένοιτ' ἂν τοῦ πάθους; Οὐκ ἄν τις ἁμάρτοι διαβόλου γέννημα τοῦτο εἰπών· καὶ ἐν μὲν ἐκείνῳ κενοδοξίας καρπὸς, μᾶλλον δὲ καὶ ῥίζα· ἀμφότερα γὰρ ταυτὶ τὰ κακὰ ἑαυτὰ συγκατασκευάζειν εἴωθεν. Οὕτω δὴ καὶ τότε ἐβάσκαινεν ὁ Σαοὺλ, ἐπειδὴ εἶπον, Ἐπάταξε Δαυῒδ ἐν μυριάσιν· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Τί γὰρ, εἰπέ μοι, φθονεῖς; ὅτι ἐπῄνεσεν ὁ δεῖνα; Καὶ μέντοι χαίρειν ἔδει· ἄλλως δὲ οὐδὲ οἶδας, εἰ ἀληθὴς ὁ ἔπαινος ᾖ. Καὶ διὰ τοῦτο πενθεῖς, ὅτι οὐκ ὢν θαυμαστὸς ἐπῃνέθη; Καὶ μὴν ἐλεεῖν χρή. Καὶ γὰρ ἐὰν μὲν ἀγαθὸς ᾖ, οὐδεὶς φθονεῖ ἐπαινουμένου, ἀλλ' ἐπαινεῖ μετὰ τῶν εὐφημούντων· εἰ δὲ μὴ τοιοῦτος, τί δάκνῃ; τί κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς; Ὅτι θαυμαστὸς τοῖς ἀνθρώποις; Ἀλλὰ ἀνθρώποις τοῖς σήμερον οὖσι, καὶ αὔριον οὐκ οὖσιν. Ἀλλ' ὅτι δόξης ἀπολαύει; Ποίας, εἰπέ μοι; περὶ ἧς ὁ προφήτης φησὶν, ὅτι ἄνθος ἐστὶ χόρτου; Διὰ τοῦτο οὖν βασκαίνεις, ὅτι οὐκ ἀχθοφορεῖς, οὐδὲ χόρτου περιφέρεις φορτία τοιαῦτα; Εἰ δὲ αὐτός σοι ζηλωτὸς εἶναι δοκεῖ διὰ τοῦτο, τί μὴ καὶ δρυτόμοι καθ' ἑκάστην ἀχθοφοροῦντες ἡμέραν, καὶ ἐν τῇ πόλει εἰσιόντες; Οὐδὲν γὰρ τούτου ἄμεινον τοῦτο τὸ φορτίον, ἀλλὰ καὶ χεῖρον. Ἐκεῖνο μὲν γὰρ τὸ σῶμα πιέζει μόνον· τοῦτο δὲ καὶ τὴν ψυχὴν πολλάκις παρέβλαψε, καὶ μείζονα παρέσχε τὴν ἀγωνίαν τῆς ἡδονῆς. Κἂν γὰρ λέγων εὐδοκιμῇ, μείζονα ἔχει τὸν φόβον [φθόνον?] τῆς εὐφημίας· μᾶλλον δὲ, τὴν μὲν βραχεῖαν, τὸν δὲ διηνεκῆ. Ἀλλὰ παρὰ ἄρχουσιν εὐδοκιμεῖ; Κἀκεῖ πάλιν φθόνος καὶ κίνδυνος. Ὃ γὰρ σὺ πρὸς αὐτὸν πάσχεις, τοῦτο καὶ ἕτεροι πλείους. Ἀλλ' ἐπαινεῖται συνεχῶς; Τοῦτο δουλείαν ποιεῖ πικράν. Οὐ γὰρ τολμήσει τι πρᾶξαι ἀδεῶς τῶν κατὰ γνώμην, ἵνα μὴ προσκρούσῃ τοῖς δοξάζουσιν αὐτόν· δεσμὰ γὰρ αὐτῷ χαλεπὰ ἡ περιφάνεια. Ὥστε ὅσῳ ἂν πλείοσι γνώριμος ᾖ, τοσούτῳ πλείους ἔχει δεσπότας, καὶ ἐπιτείνεται τὰ τῆς δουλείας αὐτῷ, τῶν κυρίων αὐτοῦ πανταχοῦ φαινομένων. Καὶ ὁ μὲν οἰκέτης, ὅταν ἀπαλλαγῇ τῆς ὄψεως τοῦ δεσπότου, καὶ ἀναπνεῖ καὶ μετ' ἐλευθερίας ἐστὶν ἁπάσης· οὗτος δὲ πανταχοῦ δεσπόταις περιτυγχάνει· πάντων γὰρ δοῦλός ἐστι τῶν ἐν ἀγορᾷ φαινομένων. Κἂν κατεπείγῃ τι τῶν ἀναγκαίων, οὐ τολμᾷ εἰς ἀγορὰν ἐμβαλεῖν, [εἰ] μὴ καὶ τῶν οἰκετῶν ἑπομένων καὶ τοῦ ἵππου, καὶ τῆς ἄλλης φαντασίας συγκεκροτημένης, ἵνα μὴ οἱ δεσπόται καταγνῶσι. Κἂν φίλον ἴδῃ τινὰ τῶν γνησίων, οὐ θαῤῥεῖ μετὰ ἰσοτιμίας αὐτῷ διαλεχθῆναι· δέδοικε γὰρ τοὺς δεσπότας, μὴ καθέλωσιν αὐτὸν ἀπὸ τῆς δόξης. Ὥστε ὅσῳ περιφανέστερός ἐστι, τοσούτῳ μᾶλλον δεδούλωται. Κἂν πάθῃ τι τῶν ἀηδῶν, ἡ ὕβρις χαλεπωτέρα, ὅσῳ καὶ πλείους ἔχει τοὺς μάρτυρας, καὶ παρ' ἀξίαν τὸ πρᾶγμα εἶναι δοκεῖ. Οὐ μόνον δὲ ἡ ὕβρις, ἀλλὰ καὶ ἡ συμφορά. Καὶ γὰρ πολλοὺς ἔχει τοὺς ἐφηδομένους· ὥσπερ οὖν κἂν ἀγαθοῦ τινος ἀπολαύσῃ, πλείους τοὺς φθονοῦνταςκαὶ βασκαίνοντας καὶ καθελεῖν ἐσπουδακότας. Τοῦτο οὖν ἀγαθὸν, εἰπέ μοι; τοῦτο δόξα; Οὐδαμῶς· ἀλλὰ ἀδοξία, καὶ δουλεία, καὶ δεσμὰ, καὶ πᾶν ὁτιοῦν ἂν εἴποι τις φορτικόν. Εἰ δὲ καὶ οὕτως ἐπέραστόν σοι ἡ παρὰ ἀνθρώπων δόξα, καὶ πάνυ σε θορυβεῖ παρὰ πολλῶν κροτούμενος ὁ δεῖνα· ὅταν ἴδῃς ἀπολαύοντα τῶν κρότων, πρὸς τὸν μέλλοντα αἰῶνα διάβηθι τῷ λογισμῷ, καὶ τὴν ἐκεῖ δόξαν· καὶ ὥσπερ θηρίον ἐπιὸν σπεύδων διαφυγεῖν, εἰς οἰκίσκον εἰσελθὼν ἀποκλείεις τὰς θύρας· οὕτω καὶ νῦν ἐπὶ τὴν μέλλουσαν ζωὴν κατάφυγε, καὶ τὴν ἀπόῤῥητον δόξαν ἐκείνην. Οὕτω γὰρ καὶ ταύτην καταπατήσεις, καὶ ἐκείνης ἐπιλήψῃ ῥᾳδίως, καὶ τῆς ἀληθοῦς ἐλευθερίας ἀπολαύσεις, καὶ τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.