Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 25 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.0.1
Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
25.1.1
Ὅρα πάλιν αὐτὸν ἀναδυόμενον, καὶ παραιτήσει χρώμενον, καὶ προδιορθώσει· καίτοι καὶ ἤδη πολλὰ τοιαῦτα εἴρηκεν· Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν, Μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθε· Ὃ λαλῶ, οὐ κατὰ Κύριον, ἀλλ' ὡς ἐν ἀφροσύνῃ· Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι· καὶ ἐνταῦθα πάλιν, Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Τόλμαν καὶ ἀφροσύνην λαλεῖ τὸ περὶ ἑαυτοῦ μέγα τι λέγειν, καὶ ταῦτα ἀνάγκης οὔσης, παιδεύων ἡμᾶς ἐκ περιουσίας τὸ τοιοῦτον φεύγειν. Εἰ γὰρ μετὰ τὸ πάντα ποιῆσαι, ἀχρείους δεῖ καλεῖν ἑαυτούς· οὐδεμιᾶς κατεπειγούσης αἰτίας, τίνος ἂν εἴη συγγνώμης ἄξιος ἐπαίρων τις ἑαυτὸν καὶ κομπάζων; Διὰ τοῦτο καὶ ὁ Φαρισαῖος ἔπαθεν ἅπερ ἔπαθε, καὶ ἐν λιμένι ναυάγιον ὑπέμεινεν, ὅτι τούτῳ προσέῤῥηξε τῷ σκοπέλῳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος μυρίαν ἀνάγκην ὁρῶν, ὅμως ἀναδύεται, καὶ συνεχῶς ἀναμιμνήσκει ὅτι ἀφροσύνης τὸ τοιοῦτόν ἐστι. Καὶ τότε λοιπὸν κατατολμᾷ, τὴν ἀπὸ τῆς ἀνάγκης ἀπολογίαν προβαλλόμενος, καί φησιν, Ἑβραῖοί εἰσι; κἀγώ. Ἰσραηλῖταί εἰσι; κἀγώ. Οὐ γὰρ ἦν πάντας τοὺς Ἑβραίους Ἰσραηλίτας εἶναι· ἐπεὶ καὶ Ἀμμανῖταικαὶ Μωαβῖται τοῦτο ἦσαν. Διὸ ἐπήγαγεν ἐκκαθαίρων τὴν εὐγένειαν, καί φησι, Σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Οὐκ ἠρκέσθη τῇ προτέρᾳ παραιτήσει, ἀλλὰ καὶ ἐντεῦθεν πάλιν αὐτῇ κέχρηται· Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Κρείττων αὐτῶν ἐγὼ καὶ βελτίων. Καίτοι τὰς ἀποδείξεις εἶχε σαφεῖς τῆς ὑπεροχῆς· ἀλλ' ὅμως παραφροσύνην καὶ οὕτω τὸπρᾶγμα καλεῖ. Καὶ μὴν εἰ ψευδαπόστολοι ἦσαν, οὐκ ἔδει κατὰ σύγκρισιν εἰσάγειν τὴν ὑπεροχὴν, ἀλλὰ ἀνελεῖν τὸ εἶναι αὐτοὺς διακόνους. Ἀνεῖλε μὲν οὖν αὐτὸ εἰπὼν, Ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ· νῦν δὲ αὐτὸ οὐ ποιεῖ οὕτως· εἰς γὰρ ἐξέτασιν ἔμελλεν ὁ λόγος προβαίνειν. Οὐδεὶς δὲ, ἐξετάσεως οὐκ οὔσης, ἁπλῶς ἀποφαίνεται, ἀλλὰ πρῶτον κατὰ σύγκρισιν θεὶς τὴν διὰ τῶν πραγμάτων ἀναίρεσιν, ἐπιδείκνυται τὴν καὶ πολὺ στεῤῥὰν οὖσαν. Ἄλλως δὲ, γνώμην αὐτῶν ἐκείνων τίθησιν, οὐκ αὐτοῦ ἀπόφασιν, λέγων, Διάκονοι Χριστοῦ εἰσι. Καὶ εἰπὼν, Ὑπὲρ ἐγὼ, προάγει τὴν σύγκρισιν, καὶ δείκνυσι πῶς οὐκ ἀποφαινόμενος, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων ἐπίδειξιν ἐπάγων, τὸν χαρακτῆρα τῆς ἀποστολῆς διατηρεῖ. Καὶ ἀφεὶς τὰ σημεῖα πάντα, ἀπὸ τῶν πειρασμῶν ἄρχεται, οὕτω λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως. Τοῦτο ἐκείνου μεῖζον, τὸ καὶ πλήττεσθαι καὶ μαστίζεσθαι. Ἐν φυλακαῖς περισσοτέρως. Καὶ ἐνταῦθα πάλιν ἐπίτασις. Ἐν θανάτοις πολλάκις. Καθ' ἡμέραν γὰρ, φησὶν, ἀποθνήσκω. Ἐνταῦθα δὲ καὶ ἔργῳ· πολλάκις γὰρ εἰς κινδύνους παρεδόθην θάνατον ἔχοντας. Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων. Διὰ τί, Παρὰ μίαν, Νόμος ἦν παλαιὸς, τὸν πλέον τῶν τεσσαράκοντα λαβόντα, ἄτιμον εἶναι παρ' αὐτοῖς. Ἵνα οὖν μὴ ἡ τοῦ τύπτοντος ῥύμη καὶ ὁρμὴ πλέον ἐπενεγκοῦσα τοῦ ἀριθμοῦ, ἄτιμον ποιήσῃ, ὥρισαν παρὰ μίαν τύπτεσθαι· ἵνα κἂν πλεονάσῃ ὁ τύπτων, μὴ ὑπὲρ τὰ τεσσαράκοντα ἐκπέσῃ, ἀλλ' εἴσω τοῦ ἀριθμοῦ τοῦ νενομισμένου μείνας, μὴ ἀτιμάσῃ τὸν τυπτόμενον. Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα. Καὶ τί τοῦτο πρὸς τὸ εὐαγγέλιον; Ὅτι μακρὰς ὁδοὺςἐστέλλετο καὶ διαποντίους. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Οἱ μὲν ἐν μέσῳ πελάγει φασὶν, οἱ δὲ, ὡς νηχόμενος· ὅπερ καὶ ἀληθέστερον εἰπεῖν. Ἐκεῖνό γε οὔτε θαύματος ἄξιον, οὐδ' ἂν ὡς τῶν ναυαγίων μεῖζον τέθεικε. Κινδύνοις ποταμῶν. Ἠναγκάζετο γὰρ καὶ διαπορθμεύειν ποταμούς. Κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ. Πανταχοῦ μοι τὰ ἆθλα προύκειτο, ἐν τόποις, ἐν χώραις, ἐν πόλεσιν, ἐν ἐρημίαις. Κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις. Ὅρα ἕτερον εἶδος πολέμου. Οὐ γὰρ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ οἳ ὑπεκρίνοντο τὴν ἀδελφότητα, ἔβαλλον· καὶ πολλῆς ἐδεῖτο τῆς εὐτονίας, καὶ πολλῆς τῆς συνέσεως. Ἐν κόπῳ καὶ μόχθῳ. Κίνδυνοι πόνους, πόνοι κινδύνους διεδέχοντο ἐπάλληλοι καὶ συνεχεῖς, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συνεχώρουν. Ἐν ὁδοιπορίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός.
25.2.1
Πλείονα τὰ παραλειφθέντα τῶν ἀπαριθμηθέντων· μᾶλλον δὲ οὐδὲ αὐτὰ τὰ ἀπαριθμηθέντα ὅσα, ἔστιν εἰπεῖν· οὐδὲ γὰρ κατ' εἶδος αὐτὰ τέθεικεν, ἀλλ' ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς καὶ βραχὺς, ἐμνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ· τῶν δὲ ἄλλων οὐκέτι οὕτω, διὰ τὸ πολλάκις ὑπομεμενηκέναι. Καὶ οὐ λέγει τὰ ἐξ αὐτῶν κατορθώματα, οἷον τοσούσδε καὶ τοσούσδε ἐπέστρεψεν, ἀλλ' ἃ ἔπαθε μόνον ὑπὲρ τοῦ κηρύγματος· ὁμοῦ μὲν μετριάζων, ὁμοῦ δὲ δεικνὺς, ὅτι κἂν μηδὲν γένηται, ἔστι τι πλέον πονουμένῳ· οὕτω γὰρ τὰ τῶν μισθῶν ἐστι πεπληρωμένα. Ἡ ἐπισύστασίς μου καθ' ἡμέραν. Οἱ θόρυβοι, αἱ ταραχαὶ, αἱ πολιορκίαι τῶν δήμων, καὶ τῶν πόλεων ἔφοδοι. Τούτῳ γὰρ μάλιστα πάντων ἐπολέμουν οἱ Ἰουδαῖοι, ἐπειδὴ μάλιστα πάντων αὐτοὺς συνέχεε, καὶ μέγιστος τῆς μανίας ἔλεγχος ἦν, μεταταξάμενος ἀθρόον. Καὶ πολὺς ὁ πόλεμος ἔπνει κατ' αὐτοῦ, παρὰ τῶν οἰκείων, παρὰ τῶν ἀλλοτρίων, παρὰ τῶν ὑποκρινομένων· καὶ πανταχοῦ κύματα καὶ κρημνοὶ, ἐν τῇ οἰκουμένῃ, ἐν τῇ ἀοικήτῳ, ἐν τῇ γῇ, ἐν τῇ θαλάσσῃ, ἔξωθεν, ἔσωθεν. Καὶ οὐδὲ τῆς ἀναγκαίας ηὐπόρει τροφῆς, οὐδὲ ψιλῆς περιβολῆς, ἀλλ' ὁ τῆς οἰκουμένης ἀγωνιστὴς γυμνὸς ἠγωνίζετο, καὶ λιμώττων ἐπύκτευε· τοσοῦτον ἀπεῖχε τοῦ χρηματίζεσθαι. Καὶ οὐκ ἐδυσχέραινεν, ἀλλὰ χάριτας ᾔδει τούτων τῷ ἀγωνοθέτῃ. Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τοῦτο τὸ κεφάλαιον ἁπάντων, ὅτι καὶ ἡ ψυχὴ διεσπᾶτο, καὶ ἡ διάνοια διετέμνετο. Εἰ γὰρ καὶ μηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεμος, τὰ κύματα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων, ὁ πόλεμος τῶν λογισμῶν. Εἰ γὰρ οἰκίας τις μιᾶς προνοῶν, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος· οὗτος ὁ οὐκ οἰκίας μιᾶς, ἀλλὰ καὶ πόλεων καὶ δήμων καὶ ἐθνῶν καὶ ὁλοκλήρου τῆς οἰκουμένης τὴν φροντίδα ἔχων, καὶ ὑπὲρ τηλικούτων πραγμάτων, καὶ τοσούτων ὄντων τῶν ἐπηρεαζόντων, καὶ μόνος ὢν, καὶ τοσαῦτα πάσχων, καὶ οὕτω κηδόμενος ὡς οὐδὲ πατὴρ παίδων, ἐννόησον τί ὑπέμενεν. Ἵνα γὰρ μὴ λέγῃς, Τί γὰρ εἰ ἐμερίμνα μὲν, ἐμερίμνα δὲ ἁπλῶς; ἐπήγαγε καὶ τὴν ἐπίτασιν τῆς φροντίδος, λέγων, Τίς ἀσθενεῖ, καὶοὐκ ἀσθενῶ; Οὐκ εἶπεν, Οὐ κοινωνῶ τῇ ἀθυμία· ἀλλ' ὡς ἐν αὐτῷ ὢν τῷ πάθει, ὡς ἐν αὐτῇ ὢν τῇ ἀῤῥωστίᾳ, οὕτω θορυβοῦμαι καὶ ταράσσομαι. Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅρα πάλιν τὴν ὑπερβολὴν τῆς ὀδύνης, πῶς πάρεστιν ἐν τῇ τῆς πυρώσεως προσηγορίᾳ. Ἐμπίπραμαι, καίομαι, φησίν· ὃ δὴ πάντων μεῖζον ἦν. Ἐκεῖνα μὲν γὰρ εἰ καὶ σφοδρὰ, ἀλλὰ καὶ παροδεύεται ταχέως, καὶ τὴν ἡδονὴν εἶχεν ἀμάραντον· τοῦτο δὲ ἦν τὸ θλῖβον αὐτὸν καὶ στενοχωροῦν, καὶ διατιτρῶσκον αὐτοῦ τὴν διάνοιαν, τὸ καθ' ἕκαστον τῶν ἀσθενούντων τοιαῦτα πάσχειν, εἰ καὶ ὁστισοῦν ἦν. Οὐδὲ γὰρ ὑπὲρ τῶν μειζόνων μὲν ἤλγει, τῶν δὲ ἐλαττόνων κατεφρόνει, ἀλλὰ καὶ τὸν ἀπεῤῥιμμένον ἐν τοῖς ἀναγκαίοις ἐτίθετο. Διὸ καὶ ἔλεγε, Τίς ἀσθενεῖ; δηλῶν ὅτι ὅστις ἐὰν ᾖ· καὶ καθάπερ αὐτὸς ὢν ἡ Ἐκκλησία ἡ κατὰ τὴν οἰκουμένην, οὕτω καθ' ἕκαστον ὠδυνᾶτο μέλος. Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς ὅτι οὐδαμοῦ ἀπὸ σημείων, ἀλλ' ἀπὸ τῶν διωγμῶν καυχᾶται, καὶ τῶν πειρασμῶν; Τοῦτο γὰρ, φησὶν, ἀσθενείας. Καὶ ποικίλον τὸν πόλεμον δείκνυσι. Καὶ γὰρ οἱ Ἰουδαῖοι αὐτὸν ἐπολέμουν, καὶ τὰ ἔθνη πρὸς αὐτὸν ἵστατο, καὶ οἱ ψευδάδελφοι αὐτῷ ἐπύκτευον, καὶ οἱ ἀδελφοὶ αὐτὸν ἐλύπουν ἀσθενοῦντες καὶ σκανδαλιζόμενοι· πάντοθεν αὐτῷ θόρυβος καὶ ταραχὴ, ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων. Οὗτος ἀποστολικὸς χαρακτήρ· διὰ τούτων ὑφαίνεται Εὐαγγέλιον. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦοἶδεν, ὅτι οὐ ψεύδομαι. Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων. Τί δήποτε ἐνταῦθα διαβεβαιοῦται καὶ πιστοῦται, ἐπ' οὐδενὸς τῶν προτέρων τοῦτο ποιήσας; Ὅτι ἴσως τοῦτο ἀρχαιότερον ἦν καὶ ἀδηλότερον· ἐκεῖνα δὲ καὶ αὐτοῖς γνώριμα, ἡ μέριμνα τῶν Ἐκκλησιῶν, καὶ τὰ ἄλλα πάντα. Θέα τοίνυν τὸν πόλεμον ὅσος, εἴ γε δι' αὐτὸν τὴν πόλιν ἐφρούρει. Ὅταν δὲ τὸν πόλεμον εἴπω, τὸν ζῆλον λέγω τοῦ Παύλου· εἰ γὰρ μὴ σφοδρὸς ἔπνει, οὐκ ἂν εἰς τοσαύτην ἀνῆψε τὸν ἐθνάρχην μανίαν. Ταῦτα ψυχῆς ἀποστολικῆς, τὸ πάσχειν τοσαῦτα, καὶ μηδαμοῦ περιτρέπεσθαι, ἀλλὰ φέρειν γενναίως τὰ ἐμπίπτοντα, καὶ μὴ ὁμόσε χωρεῖν τοῖς κινδύνοις μηδὲ ἐπιπηδᾷν. Ὅρα γοῦν ἐνταῦθα πῶς ἠνέσχετο διαφυγεῖν τὴν πολιορκίαν, διὰ θυρίδος χαλασθεὶς ἐν σαργάνῃ. Εἰ γὰρ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ' ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἤρα σωτηρίας. Διὸ πολλάκις καὶ τοιαῦτα ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐ παρῃτεῖτο οὐδὲ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός· οὕτως ἦν νήφων καὶ ἐγρηγορώς. Ἔνθα μὲν γὰρ ἄφυκτα ἦν κακὰ, τῆς χάριτος ἔδει μόνης· ἔνθα δὲ σύμμετρος ὁ πειρασμὸς, πολλὰ καὶ οἴκοθεν ἐπινοεῖ· καὶ ἐνταῦθα πάλιν τῷ Θεῷ τὸ πᾶν λογιζόμενος. Καὶ καθάπερ τις σπινθὴρ πυρὸς ἀσβέστου εἰς πέλαγος ἐμπεσὼν, κυμάτων πολλῶν ἐπιόντων βαπτίζοιτο, καὶ πάλιν ἀνέρχοιτο λαμπρός· οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος, νῦν μὲνἐχώννυτο κινδυνεύων, νῦν δὲ αὐτοὺς διαδὺς, φαιδρότερος ἀνῄει, τῷ πάσχειν κακῶς περιγινόμενος.
25.3.1
Αὕτη γὰρ ἡ λαμπρὰ νίκη, τοῦτο τῆς Ἐκκλησίας τὸ τρόπαιον, οὕτως ὁ διάβολος βάλλεται, πασχόντων ἡμῶν κακῶς. Ἡμῶν γὰρ πασχόντων ἁλίσκεται, καὶ πάσχει κακῶς, ὅταν ἡμᾶς ποιεῖν βούλεται. Ὅπερ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ ὅσῳ μεῖζον ἐπῆγε τοὺς κινδύνους, τοσούτῳ μᾶλλον ἡττᾶτο. Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασμῶν, ἀλλὰ ποικίλον καὶ διάφορον. Τὰ μὲν γὰρ πόνον εἶχε, τὰ δὲ ἀθυμίαν, τὰ δὲ φόβον, τὰ δὲ ὀδύνην, τὰ δὲ φροντίδα, τὰ δὲ αἰσχύνην, τὰ δὲ πάντα ὁμοῦ· ἀλλ' ὅμως ἐν πᾶσιν ἐκράτει. Καὶ καθάπερ στρατιώτης εἷς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ ὁ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάσσης φαινόμενος, ἀχείρωτος ἔμενε. Καὶ ὥσπερ τις σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθίστα πρὸς τὴν ἀλήθειαν, χειμάῤῥου δίκην πάντα ἐπιὼν, καὶ ἀνατρέπων τὰ κωλύματα. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν· ἐνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, μιᾷ γλώττῃ πάντας τρεπόμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς τῶν Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ τούτου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ καὶ ῥίπτει χαμαὶ, καὶ τοὺς ἐναντίους πρὸς αὐτὸν μεθίστησι. Καὶ ἡνίκα συνέλεξεν αἰχμαλώτων πλῆθος, αὐτοὺς τούτους ὁπλίσας, οἰκεῖον στρατόπεδον πάλιν ἐποίει, καὶ δι' αὐτῶν ἐκράτει θαυμαστῶς. Δαυῒδ τὸν Γολιὰθ καταφέρει ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματα ἐξετάσεις, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον ὄψει τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων κατέφερε τὸν Γολιὰθ, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν τοῦ διαβόλου κατέλυε τὴν φάλαγγα· καὶ καθάπερ λέων βρυχόμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος, καὶ πανταχοῦ μετεπήδα συνεχῶς, ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ' ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους, ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων; ἱστὸν ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά. Σκόπει δέ· Ὑπέστη ναυάγιον, ἵνα τὸ ναυάγιον παύσῃ τῆς οἰκουμένης· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἵνα τοῦ βυθοῦ τῆς πλάνης ἀνιμήσηται· ἐν κόπῳ γέγονεν, ἵνα τοὺς κοπιῶντας ἀναπαύσῃ· πληγὰς ὑπέμεινεν, ἵνα τοὺς ὑπὸ τοῦ διαβόλου πληγέντας ἰάσηται· ἐν φυλακαῖς διέτριψεν, ἵνα τοὺς ἐν φυλακῇ καὶ σκότῳ καθημένους εἰς φῶς ἐξαγάγῃ· ἐν θανάτοις πολλάκις, ἵνα θανάτων ἀπαλλάξῃ χαλεπῶν· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβεν, ἵνα αὐτοὺς τοὺς ταῦτα ποιοῦντας ἐλευθερώσῃ τῆς τοῦ διαβόλου μάστιγος· ἐῤῥαβδίσθη, ἵνα ὑπὸ τὴν ῥάβδον καὶ τὴν βακτηρίαν ἀγάγῃ τοῦ Χριστοῦ· ἐλιθάσθη, ἵνα ἀπαλλάξῃ τῶν ἀναισθήτων λίθων· ἐν ἐρημίᾳ γέγονεν, ἵνα τῆς ἐρημίας ἐξέληται· ἐν ὁδοιπορίαις, ἵνα στήσῃ πλανωμένους, καὶ τὴν εἰς τὸν οὐρανὸν φέρουσαν ὁδὸν ἀνοίξῃ· ἐν πόλεσιν ἐκινδύνευσεν, ἵνα τὴν ἄνω πόλιν ὑποδείξῃ· ἐν λιμῷ καὶ δίψει, ἵνα ἀφέληται τοῦ χαλεπωτέρου λιμοῦ· ἐν γυμνότητι, ἵνα ἀσχημονοῦντας ἐνδύσῃ τὴν στολὴν τοῦ Χριστοῦ· ἐν ἐπιστασίᾳ ὄχλου, ἵνα τῆς περιστάσεως τῶν δαιμόνων ἀπαγάγῃ· ἐπυρώθη, ἵνα σβέσῃ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· διὰ θυρίδος ἀπὸ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Ἔτι οὖν φθεγξόμεθα, οὐδὲ εἰδότες ἅπερ ἔπαθε Παῦλος; ἔτι χρημάτων μνησθησόμεθα; ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον αὐτῆς τῆς ζωῆς μυριάκις καταφρονοῦντα ἰδόντες; Ὁ μάρτυς ἅπαξ ἀποθνήσκει· ὁ δὲ μακάριος ἐκεῖνος ἑνὶ σώματι καὶ μιᾷ ψυχῇ τοσούτους κινδύνους ὑπέμεινεν, ὅσοι καὶ ἀδαμάντινον ἱκανοὶ θορυβῆσαι ψυχήν· καὶ ἅπερ ἅπαντες ἐν τοσούτοις σώμασιν οἱ ἅγιοι ἔπαθον, ταῦτα αὐτὸς ἐν ἑνὶ πάντα ἤνεγκε· καὶ καθάπερ εἰς στάδιον τὴν οἰκουμένην εἰσελθὼν, καὶ πρὸς πάντας ἀποδυσάμενος, οὕτως ἵστατο γενναίως. Καὶ γὰρ ᾔδει τοὺς πυκτεύοντας αὐτῷ δαίμονας. Διὸ καὶ λαμπρὸς εὐθέως ἐκ προοιμίων ἐφάνη· ἐξ αὐτῆς τῆς βαλβῖδος καὶ μέχρι τέλους ὅμοιος διέμεινε· μᾶλλον δὲ καὶ ἐπέτεινε τὸν διωγμὸν, ἐγγὺς τοῦ βραβείου γενόμενος. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι τοσαῦτα πάσχων καὶ ποιῶν, σφόδρα μετριάζειν ᾔδει. Καὶ γὰρ εἰς ἀνάγκην ἐμπεσὼν τῆς διηγήσεως τῶν οἰκείων κατορθωμάτων, ταχέως ἅπαντα παρέδραμε· καίτοι γε μυρίας βίβλους ἐνέπλησεν ἂν, εἰ τῶν εἰρημένων ἕκαστον ἐξαπλῶσαι ἠβούλετο, καὶ τὰς Ἐκκλησίας εἶπεν ἃς ἐμερίμνα, εἰ τὰς φυλακὰς καὶ τὰ ἐν αὐταῖς κατορθώματα, εἰ τῶν ἄλλων καθ' ἑκάστην τὰς περιστάσεις, τὰς ἐφόδους. Ἀλλ' οὐκ ἠθέλησε. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, καὶ μετριάζειν μάθωμεν, καὶ μηδέποτε ἐν πλούτῳ καυχᾶσθαι, μηδὲ ἐν τοῖς ἄλλοις βιωτικοῖς, ἀλλ' ἐπὶ ταῖς ὕβρεσι ταῖς διὰ τὸν Χριστὸν, καὶ ἐπὶ ταύταις, ὅταν ἀνάγκη γένηται· ὡς εἰ μηδὲν εἴη τὸ κατεπεῖγον, μηδὲ τούτων μνημονεύωμεν, ἵνα μὴ ἐπαιρώμεθα, ἀλλὰ ἁμαρτημάτων μόνων. Οὕτω γὰρ ἀπαλλαγησόμεθα αὐτῶν ῥᾳδίως, καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ τῆς μελλούσης ἐπιτευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note