In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
27.0.1
Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι.
27.1.1
Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ, ἀνάγκης εἶναι λέγων τὸ πρᾶγμα, οὐ προαιρέσεως. Ἀλλ' ὅμως καὶ ἀνάγκης οὔσης, ἄφρονα ἑαυτὸν καλεῖ. Ἀρχόμενος μὲν οὖν ἔλεγεν, Ὡς ἄφρονα δέξασθέ με, καὶ, Ὡς ἐν ἀφροσύνῃ· νυνὶ δὲ τὸ, ὡς, ἀνελὼν, ἄφρονα ἑαυτὸν καλεῖ. Μετὰ γὰρ τὸ κατασκευάσαι διὰ τῶν εἰρημένων ἅπερ ἤθελε, θαῤῥῶν λοιπὸν καὶ ἀφειδῶς ἐπιλαμβάνεται τοῦ τοιούτου ἐλαττώματος, παιδεύων ἅπαντας μηδέποτε ἀνάγκης οὐκ οὔσης, ἑαυτόν τινα ἐγκωμιάζειν, ὅπου γε καὶ αἰτίας ὑποκειμένης, ἄφρονα ἑαυτὸν ὁ Παῦλος ὠνόμασεν. Εἶτα καὶ τὴν αἰτίαν τῶν εἰρημένων οὐκ ἐπὶ τοὺς ψευδαποστόλους, ἀλλ' ἐπὶ τοὺς μαθητὰς ἅπασαν περιτρέπει. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ ἐκαυχῶντο, καὶ μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν πλάνης, μηδὲ ὑμᾶς ἀπώλλυον, οὐκ ἂν οὕτω προήχθην εἰς τούτους ἐμαυτὸν καθεῖναι τοὺς λόγους· ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, πρὸς τὸ συμφέρον ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. Καὶ οὐκ εἶπεν· Ἔδεισα γὰρ μὴ τὰ πρωτεῖα παρ' ὑμῖν ἐνεγκάμενοι, τὰ παρ' ἑαυτῶν κατασπείρωσιν· ἀλλὰ τοῦτο μὲν οὖν ἀνωτέρω τέθεικεν εἰπὼν, Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐθεντικώτερον, καὶ μετὰ πλείονος ἐξουσίας, ἔχων ἐκ τῶν εἰρημένων τὴν παῤῥησίαν. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι. Εἶτα καὶ τὴν αἰτίαν τίθησι· καὶ οὐ λέγει πάλιν τὰς ἀποκαλύψεις, οὐδὲ τὰ σημεῖα μόνον, ἀλλὰ καὶ τοὺς πειρασμούς. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ὅρα πῶς πάλιν καὶ ἐνταῦθα ἐξουσιαστικώτερον φθέγγεται. Ἔμπροσθεν μὲν γὰρ ἔλεγε· Λογίζομαι μηδὲν ὑστερηκέναι· ἐνταῦθα δὲ ἀποφαντικῶς οὕτως, ὅπερ εἶπον, μετὰ τὰς ἀποδείξεις, θαῤῥῶν φθέγγεται λοιπόν· οὐ μὴν δὲ οὕτως ἀφίσταται τοῦ μέτρου, οὐδὲ τοῦ οἰκείου ἤθους. Ὥσπερ γὰρ μέγα τι εἰρηκὼς καὶ τὴν ἀξίαν ὑπερβαῖνον τὴν ἑαυτοῦ, ὅτι μετὰ τῶν ἀποστόλων ἑαυτὸν ἠρίθμησεν, οὕτω μετριάζει πάλιν, καὶ ἐπάγει λέγων· Εἰ καὶ οὐδέν εἰμι, τὰ σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν. Μὴ τοῦτο ἴδῃς, φησὶν, εἰ εὐτελὴς ἐγὼ καὶ μικρὸς, ἀλλ' εἰ μὴ τούτων ἀπήλαυσας, ὧν παρ' ἀποστόλου ἀπολαῦσαι ἐχρῆν. Καὶ οὐκ εἶπεν, εὐτελὴς, ἀλλ', ὃ κατώτερον ἦν, Οὐδέν. Τί γὰρ ὄφελος μέγαν εἶναι, καὶ μηδένα ὠφελεῖν; ὥσπερ οὖν οὐδὲ ἰατροῦ κέρδος ἐμπείρου, μηδένα τῶν καμνόντων ἰωμένου. Μὴ τοίνυν, φησὶ, τοῦτο ἐξέταζε, ὅτι οὐδὲν ἐγὼ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἐν οἷς ὑμᾶς εὖ παθεῖν ἔδει, οὐδὲν ὑστέρησα, ἀλλ' ἐγὼ τὴν πεῖραν ἔδωκα τῆς ἐμῆς ἀποστολῆς. Οὐ τοίνυν ἔδει λόγων τῶν παρ' ἐμοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦ συνίστασθαι χρῄζων· πῶς γὰρ, ὁ καὶ τὸν οὐρανὸν μικρὸν ἡγούμενος πρὸς τὸν τοῦ Χριστοῦ πόθον; ἀλλὰ τῆς σωτηρίας τῆς ἐκείνων ἐφιέμενος. Εἶτα ἵνα μὴ λέγωσι, Καὶ τί πρὸς ἡμᾶς, εἰ καὶ μηδὲν ὑστέρησας τῶν ὑπερλίαν ἀποστόλων; διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν ὑμῖν κατειργάσθη τὰ σημεῖα τοῦ ἀποστόλου, ἐν πάσῃ ὑπομονῇ καὶ σημείοις καὶ τέρασι. Βαβαὶ πηλίκον πέλαγος κατορθωμάτων ἐν ὀλίγοις ῥήμασι παρέδραμε. Καὶ θέα ποῖον πρῶτον τίθησι· τὴν ὑπομονήν. Τοῦτο γὰρ ἀποστόλου δεῖγμα, τὸ φέρειν πάντα γενναίως. Τοῦτο μὲν γὰρ ἐν βραχεῖ, διὰ μικρᾶς λέξεως· τὸ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐτοῦ κατορθώματα, διὰ πλειόνων. Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς· διὰ τῶν σημείων πάλιν, πόσους νεκροὺς ἐγερθέντας, πόσους τυφλοὺς θεραπευθέντας, πόσουςλεπροὺς καθαρισθέντας, πόσους δαίμονας ἐλαθέντας. Ταῦτα ἀκούοντες, μανθάνωμεν, εἰ εἰς ἀνάγκην ἐμπέσωμεν τοιούτων διηγημάτων, συντέμνειν ἡμῶν τὰ κατορθώματα· ὃ καὶ αὐτὸς ἐποίησεν.
27.2.1
Εἶτα ἵνα μὴ λέγωσί τινες, Εἰ γὰρ καὶ μέγας, καὶ πολλὰ εἰργάσω, ἀλλ' οὐ τοσαῦτα, ὅσα ἐν ταῖς λοιπαῖς Ἐκκλησίαις οἱ ἀπόστολοι, ἐπήγαγε· Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Οὐκ ἐλάττονος, φησὶ, μετέσχετε χάριτος τῶν λοιπῶν. Ἀλλ' ἴσως εἴποι τις ἂν, Τί δήποτε πρὸς τοὺς ἀποστόλους τρέπει τὸν λόγον, τὴν πρὸς τοὺς ψευδαποστόλους μάχην ἀφείς; Ἐκ περιουσίας ἀναστῆσαι βουλόμενος αὐτῶν τὰ φρονήματα, καὶ δεῖξαι, ὅτι οὐ μόνον ἐκείνων βελτίων, ἀλλ' οὐδὲ τῶν μεγάλων ἀποστόλων ἐλάττων. Διά τοι τοῦτο, ὅταν μὲν περὶ ἐκείνων διαλέγηται, φησὶν, Ὑπὲρ ἐγώ· ὅταν δὲ πρὸς τοὺς ἀποστόλους ἑαυτὸν παραβάλλῃ, ἀγαπητὸν εἶναί φησι τὸ μὴ ὑστερηκέναι, καίτοι γε πλεῖον αὐτῶν κοπιάσας. Δείκνυσι δὲ ἐντεῦθεν, ὅτι κἀκείνους ὑβρίζουσιν, ὅταν τὸν ἴσον αὐτῶν ἐν δευτέρῳ τούτων ἔχωσιν. Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν. Μετὰ πολλῆς πάλιν βαρύτητος ἔθηκε τὴν ἐπιτίμησιν. Καὶ τὸ ἑξῆς φορτικώτερον· Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἀλλ' ὅμως ἡ βαρύτης καὶ ἀγάπης ῥήματα, καὶ ἐγκώμιον ἐκείνων ἔχει· εἴ γε ἀδικίαν οἰκείαν εἶναι νομίζουσι τὸ μὴ καταδέξασθαι τὸν ἀπόστολον λαβεῖν τι παρ' αὐτῶν, μηδὲ θαῤῥῆσαι τραφῆναι ἔνθεν. Εἰ τοῦτο, φησὶν, ἐγκαλεῖτε (οὐκ εἶπεν, ὅτι Κακῶς ἐγκαλεῖτε, ἀλλὰ μετὰ πολλῆς τῆς γλυκύτητος), συγγνώμην αἰτῶ, χαρίσασθέ μοι τουτὶ τὸ ἁμάρτημα. Καὶ θέα τὴν σύνεσιν· ἐπειδὴ γὰρ συνεχῶς τοῦτο στρεφόμενον ὄνειδος αὐτοῖς ἔφερε, συνεχῶς αὐτὸ παραμυθεῖται. Ἀνωτέρω μὲν γὰρ λέγων, ὅτι Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου οὐ φραγήσεται αὕτη, εἶπε πάλιν, ὅτι Οὐκ ἀγαπῶ ὑμᾶς; οἶδεν ὁ Θεός· ἀλλ' ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, καὶ ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Καὶ ἐν τῇ προτέρᾳ· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐνταῦθα, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Πανταχοῦ γὰρ φεύγει τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν οὐ λαμβάνει· διὸ καὶ ἐνταῦθα οὕτω φησίν· εἰ τοῦτο πλημμέλημα εἶναι ἡγεῖσθε, συγγνώμην αἰτῶ. Ταῦτα δὲ ἔλεγε, καὶ πλήττων καὶ θεραπεύων. Μὴ γὰρ δὴ τοῦτο εἴπῃς· Εἰ πλῆξαι θέλεις, τί ἀπολογῇ; εἰ θεραπεύειν, τί πλήττεις; Τοῦτο γὰρ συνέσεώς ἐστι, καὶ κατατέμνειν καὶ ἐπιδεσμεῖν τὸ ἕλκος. Εἶτα, ἵνα μὴ δόξῃ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, συνεχῶς αὐτὸ στρέφειν ὑπὲρ τοῦ λαβεῖν, θεραπεύει μὲν αὐτὸ καὶ ἐν τῇ προτέρᾳ λέγων, Οὐκ ἔγραψα δὲ, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· γλυκύτερον δὲ ἐνταῦθα καὶ προσηνέστερον. Πῶς καὶ τίνι τρόπῳ; Ἰδοὺ, τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐγὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· οὐκ ἐπειδὴ μὴ λαμβάνω, διὰ τοῦτο οὐ παραγίνομαι, ἀλλὰ καὶ δεύτερον παρεγενόμην, καὶ τρίτον τοῦτο παρεσκεύασμαι ἐλθεῖν, καὶ οὐ καταναρκήσω ὑμῶν. Καὶ ἡ αἰτία σεμνή. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ μικρολόγοι, ἐπειδὴ πλήττεσθε, ἐπειδὴ ἀσθενεῖτε· ἀλλὰ τί; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Μείζονα ἐπιζητῶ, ψυχὰς ἀντὶ χρημάτων, σωτηρίαν ἀντὶ χρυσίου. Εἶτα ἐπειδὴ ὑποψίαν εἶχεν ἔτι τὸ πρᾶγμα, ὡς ἀλγοῦντος αὐτοῦ πρὸς αὐτοὺς, διὰ τοῦτο καὶ λογισμὸν τίθησιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν εἰπεῖν αὐτοὺς, οὐ γὰρ ἔξεστι καὶ ἡμᾶς ἔχειν καὶ τὰ ἡμῶν; ἐπάγει μετὰ πολλῆς τῆς χάριτος τὴν ἀπολογίαν λέγων· Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις· ἀντὶ τῶν διδασκάλων καὶ τῶν μαθητῶν τοὺς γονέας καὶ τὰ τέκνα τιθεὶς, καὶ δείξας ὅτι ὀφειλῆς πρᾶγμα ποιεῖ, ὅπερ οὐκ ἦν ὀφειλῆς. Οὐ γὰρ οὕτω προσέταξεν ὁ Χριστὸς, ἀλλ' ἐκείνων φειδόμενος, ταῦτα λέγει· διὸ καὶ πλέον τι προστίθησιν. Οὐ γὰρ εἶπε μόνον, ὅτι οὐκ ὀφείλει τὰ τέκνα θησαυρίζειν, ἀλλ' ὅτι καὶ ὀφείλουσιν οἱ γονεῖς τοῦτο ποιεῖν. Οὐκοῦν ἐπειδὴ δοῦναι δεῖ, Ἐγὼ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Τοὺς μὲν γὰρ γονέας θησαυρίζειν ἐκέλευσε τοῖς τέκνοις ὁ νόμος τῆς φύσεως· ἐγὼ δὲ οὐ τοῦτο ποιῶ μόνον, ἀλλὰ καὶ ἐμαυτὸν προσδίδωμι· καὶ αὕτη ἡ ὑπερβολὴ, τὸ μὴ μόνον μὴ λαμβάνειν, ἀλλὰ καὶ προσδιδόναι, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐκ τοῦ ὑστερήματος· τὸ γὰρ Ἐκδαπανηθήσομαι, τοῦτό ἐστιν αἰνιττομένου. Κἂν γὰρ αὐτὴν δέῃ τὴν σάρκα ἀναλῶσαι, οὐ φείδομαι διὰ τὴν σωτηρίαν ὑμῶν. Καὶ τὸ ἐπαγόμενον μετ' ἐγκλήματος ὁμοῦ καὶ ἀγάπης· Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν φιλουμένων, καὶ οὐ φιλούντων ὁμοίως. Σκόπει τοίνυν λοιπὸν πόσους ἔχει τὸ πρᾶγμα βαθμούς. Ἔδει λαμβάνειν, αὐτὸς δὲ οὐκ ἐλάμβανεν· ἰδοὺ πρῶτον κατόρθωμα. Καὶ ὑστερούμενος, δεύτερον· καὶ αὐτοῖς κηρύττων, τρίτον· καὶ προσδίδωσι, τέταρτον· καὶ οὐχ ἁπλῶς προσδίδωσιν, ἀλλὰ καὶ μετὰ ἐπιτάσεως, πέμπτον· καὶ οὐ χρήματα μόνον, ἀλλὰ καὶ ἑαυτὸν, ἕκτον· καὶ ὑπὲρ τῶν μὴ σφόδρα φιλούντων αὐτὸν, ἕβδομον· καὶ ὑπὲρ τῶν σφόδρα φιλουμένων, ὄγδοον.
27.3.1
Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Μέγα μὲν γὰρ ἔγκλημα [καὶ τὸ φθονεῖν], καὶ τὸ μὴ φιλεῖν· μεῖζον δὲ γίνεται, ὅταν καὶ φιλούμενός τις μὴ φιλῇ. Εἰ γὰρ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ μὴ τοῦτο ἔχων, καὶ τῶν θηρίων ἐλάττων ἂν εἴη. Τί λέγεις, ἄνθρωπε; οὐ φιλεῖς τὸν φιλοῦντα; καὶ τίνος ἕνεκεν ζῇς; ποῦ δὲ χρήσιμος ἔση λοιπόν; ἐν ποίοις πράγμασιν; ἐν πολιτικοῖς; ἐν ἰδιωτικοῖς; Οὐδαμῶς· οὐδὲν γὰρ ἀχρηστότερον ἀνδρὸς οὐκ εἰδότος φιλεῖν. Τοῦτον καὶ λῃσταὶ πολλάκις τὸν νόμον ᾐδέσθησαν καὶ ἀνδροφόνοι καὶ τοιχωρύχοι, καὶ ἁλῶν κοινωνήσαντες μόνον, μετετάξαντο, τῇ τραπέζῃ τὸν τρόπον μεταβαλόντες· σὺ δὲ οὐχὶ ἁλῶν μόνον, ἀλλὰ καὶ ῥημάτων καὶ πραγμάτων κοινωνῶν, καὶ εἰσόδων καὶ ἐξόδων, οὐ φιλεῖς; Ἀλλ' οἱ μὲν αἰσχρῶς ἐρῶντες, καὶ ὁλοκλήρους δαπανῶσιν οὐσίας εἰς τὰς πορνευομένας γυναῖκας· σὺ δὲ σεμνὸν ἔχων ἔρωτα, οὕτως εἶ ψυχρὸς καὶ ἀσθενὴς καὶ ἄνανδρος, ὡς μηδὲ χωρὶς δαπάνης καταδέχεσθαι φιλεῖν; Καὶ τίς, φησὶν, οὕτως ἔσται ἄθλιος, τίς δὲ οὕτω θηρίον, ὡς τὸν φιλοῦντα ἀποστρέφεσθαι καὶ μισεῖν; Σὺ μὲν καλῶς ποιεῖς ἀπιστῶν διὰ τὴν τοῦ πράγματος ἀτοπίαν· ἐγὼ δὲ ἂν δείξω πολλοὺς ὄντας τοιούτους, πῶς οἴσομεν λοιπὸν τὴν αἰσχύνην; Ὅταν γὰρ κακῶς ἀγορεύῃς τὸν φιλούμενον, ὅταν ἀκούων κακῶς ἑτέρου λέγοντος μὴ ἀμύνῃς, ὅταν εὐδοκιμοῦντα φθονῇς, ποία αὕτη ἀγάπη; Καίτοι γε φιλίαν οὐδὲ τοῦτο ἀρκεῖ δεῖξαι, τὸ μὴ φθονεῖν, ὥσπερ οὖν οὐδὲ τὸ μὴ ἐχθραίνειν, οὐδὲ τὸ μὴ πολεμεῖν, ἀλλὰ καὶ συγκροτεῖν καὶ αὔξειν τὸν φιλοῦντα· ὅταν δὲ πάντα ποιῇ καὶ λέγῃ, ὥστε καὶ καθελεῖν τὸν πλησίον, τί ταύτης ἀθλιώτερον τῆς ψυχῆς; Χθὲς καὶ πρώην φίλος, καὶ λόγων ἐκοινώνεις καὶ τραπέζης· εἶτα ἀθρόον, ἐπειδὴ εὐδοκιμοῦντα εἶδες τὸ μέλος τὸ σὸν, ῥίψας τὸ τῆς φιλίας προσωπεῖον, τὸ τῆς ἔχθρας ὑπέδυς, μᾶλλον δὲ τὸ τῆς μανίας. Μανία γὰρ περιφανὴς, τοῖς τῶν πλησίον δάκνεσθαι καλοῖς· τοῦτο γὰρ μαινομένων ἐστὶ, καὶ λυττώντων κυνῶν. Κατὰ γὰρ ἐκείνους εἰς τὰς ἁπάντων πηδῶσιν ὄψεις καὶ οὗτοι, τῇ βασκανίᾳ παροξυνόμενοι. Βέλτιον ὄφιν ἔχειν τοῖς σπλάγχνοις ἐγκαλινδούμενον, ἢ βασκανίαν ἔνδον συρομένην. Ἐκεῖνον γὰρ καὶ ἐμέσαι πολλάκις ἔνι διὰ φαρμάκων, καὶ διὰ τροφῆς παραμυθήσασθαι· ὁ δὲ φθόνος οὐκ ἐν σπλάγχνοις καλινδεῖται, ἀλλὰ τῷ κόλπῳ στρέφεται τῆς ψυχῆς, καὶ δυσεξάλειπτόν ἐστι πάθος. Καὶ ὁ μὲν ὄφις ἔνδον ὢν, οὐκ ἂν ἅψαιτο σωμάτων ἀνθρωπίνων, τροφῆς παρακειμένης· ὁ δὲ φθόνος, κἂν μυρίαν παραθῇς αὐτῷ τράπεζαν, αὐτὴν κατεσθίει τὴν ψυχὴν, δάκνων πάντοθεν, σπαράττων, ἕλκων· καὶ οὐκ ἔστιν αὐτῷ τινα παραμυθίαν εὑρεῖν, δι' ἧς ἀποστήσεται τῆς μανίας, ἀλλ' ἢ μίαν μόνον, τὴν τοῦ εὐημεροῦντος δυσπραγίαν· οὕτως ἀνίεται, μᾶλλον δὲ, οὐδὲ οὕτω. Κἂν γὰρ οὗτος πάθῃ κακῶς, ἕτερον ὁρῶν εὐημεροῦντα, ταῖς αὐταῖς ὀδύναις ἐνέχεται· καὶ πανταχοῦ τραύματα, καὶ πανταχοῦ πληγαί. Οὐδὲ γὰρ ἔστι στρεφόμενον ἐπὶ γῆς μὴ ὁρᾷν εὐδοκιμοῦντας. Καὶ τοσαύτη τοῦ νοσήματος ἡ ὑπερβολὴ, ὅτι κἂν οἴκοι τις αὐτὸν κατακλείσῃ, τοῖς παλαιοῖς ἀνδράσι φθονεῖ τοῖς τετελευτηκόσι. Καὶ τὸ μὲν βιωτικοὺς ἀνθρώπους ταῦτα πάσχειν, χαλεπὸν μὲν, πλὴν οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ τοὺς τῶν ἐν μέσῳ θορύβων ἀπηλλαγμένους ἔχεσθαι τοῦ νοσήματος τούτου αὐτὸ τοῦτο πάντων χαλεπώτερον. Καὶ ἠβουλόμην μὲν σιγᾷν· ἀλλ' εἰ μὲν ἡ σιγὴ καὶ τὴν ἀπὸ τῶν πραγμάτων αἰσχύνην ἀφῄρει, κέρδος ἦν τὸ μηδὲν εἰπεῖν· εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγματα βοήσεται σφοδρότερον τῆς ἐμῆς γλώττης, βλάβη μὲν οὐδεμία ἀπὸ τῶν ἐμῶν ἔσται ῥημάτων, ὡςἐκπομπευομένων ἡμῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις. Τουτὶ γὰρ τὸ νόσημα καὶ τῆς Ἐκκλησίας ἥψατο, [καὶ] τοῦτο πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ τοῦ σώματος διέσχισε τὴν ἀκολουθίαν, καὶ κατ' ἀλλήλων ἱστάμεθα, τοῦ φθόνου καθοπλίζοντος ἡμᾶς. Διὰ τοῦτο πολλὴ ἡ διαστροφή. Εἰ γὰρ πάντων οἰκοδομούντων ἀγαπητὸν στῆναι τοὺς διδασκομένους, ὅταν ἅπαντες καθαιρῶμεν, τί ἔσται τὸ πέρας;
27.4.1
Τί ποιεῖς, ἄνθρωπε; Συμφέρειν νομίζεις τὰ τοῦ πλησίον καθαιρεῖν· πρὸ δὲ ἐκείνου τὰ σαυτοῦ καθαιρεῖς. Οὐχ ὁρᾷς τοὺς φυτοκόμους, τοὺς γηπόνους, πῶς ἅπαντες εἰς ἓν τρέχουσιν; ὁ μὲν διέσκαψεν, ὁ δὲ ἐφύτευσεν, ὁ δὲ περιέστειλε τὴν ῥίζαν, ἄλλος ἀρδεύει τὸ φυτευθὲν, ἄλλος περιφράττει καὶ τειχίζει, ἄλλος ἀποσοβεῖ τὰ θρέμματα· καὶ πάντες εἰς ἓν βλέπουσι, τοῦ φυτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ φυτεύω μὲν ἐγὼ, σαλεύει δὲ ἄλλος καὶ διασείει. Ἔασον κἂν παγῆναι καλῶς, ἵνα ἰσχυρότερον γένηται τῆς ἐπιβουλῆς. Οὐ τὸ ἐμὸν ἀναιρεῖς ἔργον, ἀλλὰ τὸ σὸν καταλύεις· ἐγὼ ἐφύτευσα, σὲ ἔδει ποτίσαι. Ἂν τοίνυν σαλεύσῃς, τὴν ῥίζαν ἀνέσπασας, καὶ οὐκ ἔχεις οὗ τὴν ἀρδείαν ἐπιδείξῃ. Ἀλλ' ὁρᾷς εὐδοκιμοῦντα τὸν φυτεύοντα; Μὴ φοβοῦ· οὔτε ἐγώ τί εἰμι, οὔτε σύ· Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἐστί τι· ἑνός ἐστι τὸ ἔργον τοῦ Θεοῦ. Ὥστε ἐκείνῳ μάχῃ καὶ πολεμεῖς, τὰ φυτευθέντα ἀνασπῶν. Ἀνανήψωμεν τοίνυν ποτὲ, γρηγορήσωμεν. Οὐ δέδοικα τὸν ἔξω πόλεμον, ὡς τὴν ἔνδον μάχην· ἐπεὶ καὶ ῥίζα, ὅταν ᾖ καλῶς ἡρμοσμένη τῇ γῇ, οὐδὲν πείσεται ἀπὸ τῶν ἀνέμων· ἂν δὲ αὐτὴ σαλεύηται, σκώληκος διατρώγοντος αὐτὴν ἔνδοθεν, καὶ μηδενὸς ἐνοχλοῦντος πεσεῖται. Μέχρι τίνος διατρώγομεν τῆς Ἐκκλησίας τὴν ῥίζαν σκωλήκων δίκην; Καὶ γὰρ ἀπὸ γῆς αἱ τοιαῦται τίκτονται διάνοιαι· μᾶλλον δὲ οὐδὲ ἀπὸ γῆς ἀλλ' ἀπὸ κόπρου, τὴν σηπεδόνα μητέρα ἔχουσαι· καὶ οὐκ ἀφίστανται τῆς καταπτύστου θεραπείας τῆς παρὰ τῶν γυναικῶν. Γενώμεθά ποτε ἄνδρες γενναῖοι, γενώμεθα ἀθληταὶ φιλοσοφίας, ἀπελάσωμεν τὴν πολλὴν τῶν κακῶν τούτων φοράν. Καὶ γὰρ ὥσπερ σῶμα νεκρὸν, τῆς Ἐκκλησίας ὁρῶ τὸ πλῆθος ἐῤῥιμμένον νῦν. Καὶ καθάπερ ἐν σώματι νεκρωθέντι προσφάτως, ἔνι μὲν ὀφθαλμοὺς ἰδεῖν, ἔνι δὲ χεῖρας καὶ πόδας καὶ τράχηλον καὶ κεφαλὴν, οὐδὲν δὲ τῶν μελῶν τὰ ἑαυτοῦ ποιοῦν· οὕτω δὴ καὶ ἐνταῦθα πάντες πιστοὶ οἱ παρόντες, ἀλλ' οὐκ ἔστιν ἡ πίστις ἐνεργής· τὴν γὰρ θερμότητα ἐσβέσαμεν, καὶ τοῦ Χριστοῦ τὸ σῶμα νεκρὸν εἰργασάμεθα. Εἰ δὲ φρικτὸν τὸ εἰρημένον, πολλῷ φρικωδέστερον, ὅταν ἐπὶ τῶν ἔργων φαίνηται. Τὰ μὲν γὰρ ὀνόματα ἀδελφῶν ἔχομεν, τὰ δὲ πράγματα πολεμίων· καὶ μέλη καλούμενοι πάντες, καθάπερ θηρία διεστήκαμεν. Ταῦτα, οὐκ ἐκπομπεῦσαι βουλόμενος τὰ ἡμέτερα, εἶπον, ἀλλ' ἐντρέψαι καὶ ἀποστῆσαι. Ὁ δεῖνα εἰσῆλθεν εἰςοἰκίαν, ἀπήλαυσε τιμῆς· δέον εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τὸ μέλος τιμᾶται τὸ σὸν, καὶ ὁ Θεὸς δοξάζεται, σὺ δὲ τοὐναντίον ποιεῖς· λέγεις κακῶς πρὸς τὸν τετιμηκότα, ὥστε ἀμφοτέρους ὑποσκελίσαι, καὶ σεαυτὸν προσκαταισχῦναι. Τίνος ἕνεκεν, ἄθλιε καὶ ταλαίπωρε; ἤκουσας ἀδελφοῦ ἐγκωμιαζομένου, ἢ παρὰ ἀνδράσιν, ἢ παρὰ γυναιξὶ, καὶ ἐλυπήθης; Πρόσθες τοῖς ἐπαίνοις· οὕτω καὶ σαυτὸν ἐπαινέσῃ. Ἐὰν δὲ καὶ καθέλῃς τὸν ἔπαινον, πρότερον σαυτὸν κακῶς εἴρηκας, πονηρὰν δόξαν λαβὼν, κἀκεῖνον ἐπῆρας μειζόνως. Ὅταν ἀκούσῃς ἐπαινούμενον, γίνου τῶν λεγομένων κοινωνὸς, εἰ καὶ μὴ τῷ βίῳ καὶ τῇ ἀρετῇ, ἀλλὰ τῷ χαίρειν τοῖς ἐκείνου καλοῖς. Ἐπῄνεσεν ὁ δεῖνα; θαύμασον καὶ σύ· οὕτω καὶ σὲ ἐπαινέσεται ἐκεῖνος, ὡς χρηστὸν καὶ ἐπιεικῆ. Μὴ φοβηθῇς, ὡς τὰ σαυτοῦ καθαιρῶν ἐν τοῖς ἐγκωμίοις τοῖς ἑτέρου· τοῦτο γὰρ ἐν ταῖς κατηγορίαις γίνεται. Φιλόνεικον γὰρ τὸ γένος τῶν ἀνθρώπων· καὶ ὅταν ἴδῃ σε κακῶς λέγοντα, ἐπιτείνει τὰ ἐγκώμια, ταύτῃ δάκνειν βουλόμενος, τοὺς δὲ κατηγόρους μέμφεσθαι καθ' ἑαυτὸν, καὶ πρὸς ἑτέρουςδιαβάλλειν. Εἶδες πόσης ἀσχημοσύνης ἑαυτοῖς γινόμεθα αἴτιοι; πῶς ἀπόλλυμεν τὸ ποίμνιον καὶ διασπῶμεν; Γενώμεθα μέλη ποτὲ, γενώμεθα σῶμα ἕν· καὶ ὁ μὲν ἐγκωμιαζόμενος διακρουέσθω τοὺς ἐπαίνους, καὶ ἐπὶ τὸν ἀδελφὸν μεταγέτω τὰ ἐγκώμια· ὁ δὲ ἑτέρου ἀκούων ἐπαινουμένου, συνηδέσθω. Ἂν οὕτως ἑαυτοὺς συνάγωμεν, καὶ τὴν κεφαλὴν πρὸς ἑαυτοὺς ἐπισπασόμεθα· ἐὰν δὲ διῳκισμένοι πρὸς ἑαυτοὺς ὦμεν, καὶ τὴν ἐκεῖθεν ἀποστήσομεν βοήθειαν· ἐκείνης δὲ ἀποστάσης, πολλὴν τὸ σῶμα δέξεται λύμην, οὐ σφιγγόμενον ἄνωθεν. Ἵν' οὖν μὴ τοῦτο γένηται, βασκανίαν καὶ φθόνον ἀπελάσαντες, καὶ τῆς τῶν πολλῶν ὑπεριδόντες δόξης, ἀγάπην καὶ ὁμόνοιαν ἀσπαζώμεθα. Οὕτω γὰρ καὶ τῶν παρόντων, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.