In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
28.0.1
Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
28.1.1
Ἀσαφῶς σφόδρα εἴρηται ταυτὶ τῷ Παύλῳ τὰ ῥήματα, ἀλλ' οὐ μάτην οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ περὶ χρημάτων ὁ λόγος καὶ ἀπολογίας τῆς ὑπὲρ τούτων, εἰκότως συνεσκίασται τὰ εἰρημένα. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Εἶπεν, ὅτι Οὐκ ἔλαβον, ἀλλ' ἕτοιμός εἰμι καὶ προσδοῦναι καὶ δαπανῆσαι· καὶ πολλὰ περὶ τούτου καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν ταύτῃ διελέχθη τῇ Ἐπιστολῇ. Νῦν δὲ ἕτερόν τι λέγει, ὥσπερ ἐξ ἀντιθέσεως εἰσάγων τὸν λόγον, καὶ λύων προηγουμένως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν ὑμᾶς οὐκ ἐπλεονέκτησα· ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς μὲν οὐκ ἔλαβον, πανοῦργος δὲ ὢν παρεσκεύασα τοὺς ὑπ' ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ' ὑμῶν, καὶ δι' ἐκείνων αὐτὸς ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἐμαυτὸν ἔξω τιθεὶς, δι' ἑτέρων λαμβάνων. Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν· καὶ μάρτυρες ὑμεῖς. Διὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, λέγων· Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐχ ὁμοίως καὶ αὐτὸς ἐμοὶ περιεπάτησε; Τουτέστιν, οὐδὲ αὐτὸς ἔλαβεν. Εἶδες πόση ἐπίτασις ἀκριβείας, τῷ μὴ μόνον ἑαυτὸν καθαρὸν τηρεῖν τοῦ λήμματος, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτοῦ πεμπομένους οὕτω ῥυθμίζειν, ἵνα μηδὲ μικρὰν δῷ πρόφασιν τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις. Τοῦτο γὰρ πολλῷ μεῖζον οὗ πεποίηκεν ὁ πατριάρχης. Ἐκεῖνος μὲν γὰρ ἀπὸ τῆς νίκης ἐπανελθὼν, τοῦ βασιλέως διδόντος λάφυρα, οὐκ ἔφη λήψεσθαι, πλὴν ὧν ἔφαγον ἐκεῖνοι· οὗτος δὲ οὔτε τῆς ἀναγκαίας τροφῆς οὔτε αὐτὸς ἀπήλαυσεν, οὔτε τοὺς κοινωνοὺς ἀφῆκε μετασχεῖν, ἐκ πολλοῦ τοῦ περιόντος ἐπιστομίζων τῶν ἀναισχύντων τὰ στόματα. Διὰ τοῦτο οὐδὲ ἀποφαίνεται, οὐδὲ λέγει ὅτι οὐδὲ ἐκεῖνοι ἔλαβον, ἀλλ' ὃ πολλῷ τούτου μεῖζον ἦν, αὐτοὺς παράγει μάρτυρας τοὺς Κορινθίους τοῦ μηδὲν αὐτοὺς εἰληφέναι, ἵνα μὴ ἐξ οἰκείου προσώπου δοκῇ μαρτυρεῖν, ἀλλ' ἀπὸ τῆς ἐκείνων ψήφου· ὅπερ εἰώθαμεν ἐπὶ τῶν σφόδρα ὡμολογημένων, καὶ ὑπὲρ ὧν θαῤῥοῦμεν, ποιεῖν. Εἴπατε γὰρ, φησὶ, μή τις τῶν παρ' ὑμῶν ἀποσταλέντων ἐπλεονέκτησεν ὑμᾶς; Οὐκ εἶπε, Μή τις ἔλαβέ τι παρ' ὑμῶν; ἀλλὰ πλεονεξίαν τὸ πρᾶγμα καλεῖ, καθαπτόμενος αὐτῶν, καὶ σφόδρα ἐντρέπων, καὶ δεικνὺς ὅτι τὸ παρὰ ἄκοντος λαβεῖν, πλεονεξία. Καὶ οὐκ εἶπε, Μὴ Τίτος; ἀλλὰ, Μή τις; Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι ὁ δεῖνα μὲν οὐκ ἔλαβεν, ἕτερος δὲ ἔλαβεν. Οὐδὲ εἷς τῶν ἀφικομένων. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο πληκτικῶς. Οὐ γὰρ εἶπεν, Ἔπεμψα Τίτον, ἀλλὰ, Παρεκάλεσα, δεικνὺς ὅτι καὶ εἰ ἔλαβε, δικαίως ἂν ἔλαβεν, ἀλλ' ὅμως καὶ οὕτω καθαρὸς ἔμεινε. Διὸ πάλιν αὐτοὺς ἐρωτᾷ λέγων, Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Τί ἐστι, Τῷ αὐτῷ πνεύματι; Τῇ χάριτι τὸ πᾶν ἀνατίθησι, καὶ δείκνυσιν, ὅτι ὅλον τὸ ἐγκώμιον τοῦτο, οὐ τῶν ἡμετέρων πόνων, ἀλλὰ τῆς τοῦ Πνεύματος δωρεᾶς κατόρθωμα ἦν, καὶ τῆς χάριτος. Καὶ γὰρ χάρις ἦν μεγίστη, τὸ καὶ ὑστεροῦντας καὶ λιμώττοντας μὴ λαμβάνειν διὰ τὴν τῶν μαθητευομένων οἰκοδομήν. Οὐ τοῖς αὐτοῖς ἴχνεσιν; Τουτέστιν, οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι ταύτην τὴν ἀκρίβειαν, ἀλλὰ τὸν αὐτὸν κανόνα διετήρησαν. Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Εἶδες πῶς πανταχοῦ δέδοικε μὴ κολακείας δόξαν λάβῃ; εἶδες φρόνησιν ἀποστολικὴν, πῶς συνεχῶς αὐτὸ τίθησι; Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς, Μὴ χρῄζομεν συστατικῶν ἐπιστολῶν; Τὰ δὲ πάντα ὑπὲρ τῆς οἰκοδομῆς ὑμῶν. Πάλιν αὐτοὺς θεραπεύει. Καὶ οὐδὲ ἐνταῦθα σαφῶς φησιν, ὅτι Διὰ τοῦτο οὐ λαμβάνομεν, διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ' ἵνα οἰκοδομήσωμεν ὑμᾶς· σαφέστερον μὲν ἢ πρότερον εἰπὼν, καὶ ἐκκαλύψας ὅπερ ὤδινεν, οὐ μὴν πληκτικῶς. Οὐ γὰρ εἶπε, Διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ', Ἵνα οἰκοδομηθῆτε. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε. Μέλλει μέγα τι καὶ φορτικὸν λέγειν. Διὰ τοῦτο καὶ τὴν ἀπολογίαν τίθησι, τῷ τε εἰπεῖν, ὅτι Πάντα ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, καὶ τῷ προσθεῖναι, ὅτι Φοβοῦμαι, τὸ τραχὺ καταστέλλων τῶν μελλόντων λεχθήσεσθαι. Τοῦτο γὰρ οὐκέτι αὐθαδείας ἦν οὐδὲ ἐξουσίας διδασκαλικῆς, ἀλλὰ κηδεμονίας πατρικῆς, ὅταν τῶν ἡμαρτηκότων μᾶλλον φοβῆται, καὶ τρέμῃ τὸ μέλλον αὐτοὺς διορθοῦν. Ἀλλ' οὐδὲ οὕτως αὐτῶν κατατρέχει, οὐδὲ ἀποφαίνεται, ἀλλ' ἐνδοιάζων φησὶ, Μή πως ἐλθὼν οὐχ οἵους θέλω. Οὐκ εἶπεν, ἐναρέτους, ἀλλ', Οὐχ οἵους θέλω, διὰ πάντων τὰ τῆς φιλίας ἐνδεικνύμενος ὀνόματα. Καὶ τὸ Εὕρω δὲ, τὸ παρὰ προσδοκίαν δηλοῦντός ἐστιν, ὡσπεροῦν καὶ τὸ Εὑρεθῶ ὑμῖν. Οὐ γὰρ προαιρέσεως τὸ πρᾶγμα, ἀλλὰ ἀνάγκης τὴν αἰτίαν παρ' ὑμῶν λαμβανούσης. Διό φησιν, Εὑρεθῶ οἷον οὐ θέλετε. Ἐνταῦθα οὐκ εἶπεν, Οἷον οὐ θέλω· ἀλλὰ πληκτικώτερον, Οἷον οὐ βούλεσθε. Λοιπὸν γὰρ αὐτοῦ βούλημα ἦν, οὐχὶ προηγούμενον μὲν, βούλημα δ' οὖν ὅμως. Ἠδύνατο μὲν γὰρ πάλιν εἰπεῖν, Οἷον οὐ θέλω, καὶ οὕτω δεῖξαι τὴν ἀγάπην· ἀλλ' οὐ βούλεται ἐκλῦσαι τὸν ἀκροατήν. Μᾶλλον δὲ καὶ τραχύτερος ὁ λόγος οὕτως ἐγίνετο· νῦν δὲ καὶ ἔπληξε μειζόνως, καὶ ἡμερώτερον ἑαυτὸν ἔδειξε. Τοῦτο γὰρ αὐτοῦ τῆς σοφίας ἐστὶν ἴδιον, τὸ βαθύτερον τέμνοντα, ἡμερώτερον πλήττειν. Εἶτα ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐκκαλύπτει αὐτὸ λέγων, Μή πως ἔρις, ζῆλοι, θυμοὶ, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις. Καὶ ὃ πρῶτον ἔμελλε τιθέναι, τοῦτο ὕστερον τίθησι· κατ' αὐτοῦ γὰρ ἀπενοοῦντο. Ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον.
28.2.1
Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτετο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. Ὥσπερ γάρ τις ῥίζα μονηρὰ ἡ βασκανία τὸν θυμὸν, τὴν κατηγορίαν, τὴν ἀπόνοιαν, τὰ ἄλλα πάντα ἔτικτε, καὶ παρ' αὐτῶν ηὔξετο μειζόνως. Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Καὶ τὸ, Πάλιν, πλήττοντος ἦν. Ἀρκεῖ γὰρ τὰ πρότερα, φησίν· ὃ καὶ ἀρχόμενος ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν οὐκ ἦλθον εἰς Κόρινθον. Εἶδες πῶς καὶ ἀγανάκτησιν δείκνυσι καὶ φιλοστοργίαν; Τί δέ ἐστι, Ταπεινώσῃ; Καὶ μὴν δόξα αὕτη ἐστὶ, τὸ ἐγκαλεῖν, τὸ τιμωρεῖσθαι, τὸ εὐθύνας ἀπαιτεῖν, τὸ ἐν τάξει δικαστοῦ καθέζεσθαι· ἀλλ' ὅμως ταπείνωσιν αὐτὸ καλεῖ. Τοσοῦτον ἀπεῖχεν αἰσχύνεσθαι τῇ ταπεινώσει ἐκείνῃ, ὅτι ἡ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος ὅτι καὶ διηνεκῶς ἠβούλετο ἐν τούτῳ εἶναι, καὶ τοὐναντίον ἀπηύχετο. Καὶ λέγει αὐτὸ προϊὼν σαφέστερον, καὶ ταπείνωσιν τοῦτο μάλιστα ἡγεῖται, τὸ εἰς τοιαύτην ἐμπεσεῖν ἀνάγκην τοῦ κολάζειν, τοῦ τιμωρεῖσθαι. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Μὴ ἐλθὼν ταπεινωθῶ, ἀλλὰ, Μὴ ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου; Ὅτι εἰ μὴ δι' αὐτὸν, οὐκ ἂν ἐπεστράφην, οὐκ ἂν ἐφρόντισα. Οὐδὲ γὰρ ὡς ἐξουσίαν ἔχων καὶ αὐθαδιζόμενος ἀπαιτῶ δίκην, ἀλλὰ διὰ τὸ αὐτοῦ ἐπίταγμα. Ἀνωτέρω μὲν οὖν αὐτὸ τίθησι λέγων, Εὑρεθῶ οἷον οὐ θέλετε· ἐνταῦθα δὲ καθυφίησι, καὶ ἡμερώτερον καὶ πραότερον φθέγγεται λέγων, Πενθήσω πολλοὺς τῶν ἡμαρτηκότων. Οὐχ ἁπλῶς ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων. Καὶ οὐκ εἶπε, πάντας, ἀλλὰ, Πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς κἀντεῦθεν ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν ἐπάνοδον· καὶ δῆλον ποιῶν, ὅτι δύναται μετάνοια τὰ πεπλημμελημένα διορθῶσαι, τοὺς μὴ μετανοοῦντας πενθεῖ, τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς ἐν τῷ τραύματι μένοντας. Ἐννόησον τοίνυν ἀποστολικὴν ἀρετὴν, ὅταν μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὑπὲρ ἀλλοτρίων θρηνῇ κακῶν, καὶ ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων ταπεινῶται. Τοῦτο γὰρ μάλιστα τοῦ διδασκάλου, τὸ οὕτω συναλγεῖν ταῖς τῶν μαθητῶν συμφοραῖς, τὸ κόπτεσθαι καὶ πενθεῖν ἐπὶ τοῖς τραύμασι τῶν ἀρχομένων. Εἶτα λέγει καὶ τὸ εἶδος τῆς ἁμαρτίας· Ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ αὐτὸς μὲν ἐνταῦθα πορνείαν αἰνίττεται· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἅπαν εἶδος ἁμαρτίας τούτῳ δύναται καλεῖσθαι τῷ ὀνόματι. Εἰ γὰρ καὶ κατ' ἐξοχὴν ὁ πόρνος καὶ ὁ μοιχὸς λέγεται ἀκάθαρτος, ἀλλ' ὅμως καὶ τὰ ἄλλα ἁμαρτήματα ἀκαθαρσίαν ἐμποιεῖ τῇ ψυχῇ. Διὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς ἀκαθάρτους καλεῖ τοὺς Ἰουδαίους, οὐχὶ πορνείαν αὐτοῖς ἐγκαλῶν μόνον, ἀλλὰ καὶ πονηρίαν ἑτέραν. Διὸ καί φησι, ποιῆσαι καὶ τὸ ἔξω καθαρόν· καὶ, ὅτι Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα· καὶ ἀλλαχοῦ εἴρηται, Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Καὶ εἰκότως. Οὐδὲν γὰρ ἀρετῆς καθαρώτερον, οὐδὲν κακίας ἀκαθαρτότερον· ἡ μὲν γὰρ ἡλίου λαμπροτέρα ἐστὶν, ἡ δὲ βορβόρου δυσωδεστέρα. Καὶ ταῦτα μαρτυρήσαιεν ἂν καὶ αὐτοὶ οἱ ἐν τῷ βορβόρῳ κυλινδούμενοι, καὶ οἱ ἐν τῷ σκότῳ διάγοντες, ὅταν μικρὸν γοῦν τις αὐτοὺς διαβλέψαι παρασκευάζῃ. Ἕως μὲν γὰρ ἂν καθ' ἑαυτοὺς ὦσι, καὶ μεθύωσι τῷ πάθει, καθάπερ ἐν σκότῳ διατρίβοντες ἀσχημόνως κεῖνται μετὰ πολλῆς τῆς αἰσχρότητος, αἰσθανόμενοι μὲν καὶ τότε ἔνθα εἰσὶν, οὐκ ἀκριβῶς δέ· ἐπειδὰν δὲ ἴδωσί τινα αὐτοὺς ἐλέγχοντα τῶν ἐν ἀρετῇ βιούντων, ἢ καὶ φανέντα μόνον, τότε σαφέστερον αὑτῶν διαγινώσκουσι τὴν ἀθλιότητα, καὶ ὥσπερ ἀκτῖνος ἀφεθείσης, οὕτω περιστέλλουσι τὴν οἰκείαν ἀσχημοσύνην, καὶ τοὺς συνειδότας ἐρυθριῶσι, κἂν ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος ᾖ, καὶ ὁ μὲν βασιλεὺς, ὁ δὲ ἀρχόμενος. Οὕτωἰδὼν τὸν Ἠλίαν ὁ Ἀχαὰβ ᾐσχύνετο, καὶ μηδέπω μηδὲν εἰρηκότος ἐκείνου, ἀπὸ τῆς ὄψεως αὐτοῦ μόνης ἁλούς· καὶ σιγῶντος τοῦ κατηγόρου, τὴν καταδικάζουσαν αὐτὸν ἔφερε ψῆφον, τὰ τῶν ἑαλωκότων φθεγγόμενος, καὶ λέγων, Εὕρηκάς με ὁ ἐχθρός μου. Οὕτως αὐτὸς ὁ Ἠλίας τῷ τυράννῳ τότε ἐκείνῳ μετὰ πολλῆς διελέγετο τῆς παῤῥησίας. Οὕτως ὁ Ἡρώδης, οὐ φέρων τὴν ἀπὸ τῶν ἐλέγχων αἰσχύνην (καὶ γὰρ ἔδειξε σαφέστερον, λάμψασα μέγα καὶ διαυγὲς ἡ τῆς προφητικῆς γλώττης φωνὴ), ἐνέβαλεν εἰς τὸ δεσμωτήριον τὸν Ἰωάννην· καθάπερ γυμνὸς ὢν, καὶ τὸν λύχνον σβέσαι ἐπιχειρῶν, ἵνα πάλιν ἐν τῷ σκότῳ ᾖ. Μᾶλλον δὲ αὐτὸς μὲν οὐκ ἐτόλμησε σβέσαι, ἀλλ' ὥσπερ ὑπὸ τὸν μόδιον εἰς τὸ οἴκημα τέθεικεν· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος ἐκείνη τοῦτο γενέσθαι κατηνάγκασεν. Ἀλλ' οὐδὲ οὕτω καλύψαι ἴσχυσαν τὸν ἔλεγχον, ἀλλὰ μειζόνως ἀνῆψαν. Οἵ τε γὰρ ἐρωτῶντες, διὰ τί Ἰωάννης εἰς τὸ δεσμωτήριον οἰκεῖ, τὴν αἰτίαν ἐμάνθανον, οἵ τε μετὰ ταῦτα γῆν καὶ θάλατταν οἰκοῦντες ἅπαντες, οἵ τε τότε γενόμενοι, οἵ τε νῦν, οἵ τε αὖθις ἐσόμενοι, σαφῶς ἔγνωσάν τε καὶ εἴσονται τὰ πονηρὰ ταῦτα δράματα, τά τε τῆς ἀσελγείας, τά τε τῆς μιαιφονίας αὐτῶν, καὶ χρόνος οὐδεὶς τὴν μνήμην τούτων ἐξαλεῖψαι δυνήσεται.
28.3.1
Τοσοῦτόν ἐστιν ἀρετὴ, οὕτως ἀθάνατον ἔχει τὴν μνήμην, οὕτω καὶ ἀπὸ ῥημάτων μόνων καταπλήττει τοὺς ἀντικειμένους αὐτῇ. Τίνος γὰρ ἕνεκεν ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον; διὰ τί μὴ κατεφρόνησε; μὴ γὰρ εἰς δικαστήριον αὐτὸν ἔμελλεν ἕλκειν; μὴ γὰρ δίκην ἀπῄτησε τῆς μοιχείας; οὐχὶ ἔλεγχος ἦν τέως τὰ λεγόμενα μόνον; Τί τοίνυν δέδοικε καὶ τρέμει; οὐχὶ ῥήματα ἦν καὶ λόγος ψιλός; Ἀλλὰ μᾶλλον πραγμάτων ἔδακνεν. Οὐκ ἤγαγεν εἰς δικαστήριον, ἀλλ' εἰς ἕτερον τοῦ συνειδότος εἷλκεν αὐτὸν κριτήριον, καὶ πάντας ἐκάθισεν αὐτῷ δικαστὰς τοὺς μετ' ἐξουσίας κατὰ διάνοιαν τότε τὰς ψήφους φέροντας. Διὰ τοῦτο ἔτρεμεν ὁ τύραννος, τῆς ἀρετῆς τὴν λαμπηδόνα οὐ φέρων. Εἶδες ἡλίκον φιλοσοφία; δεσμώτην τυράννου λαμπρότερον ἐποίησε, καὶ τοῦτον ἐκεῖνος δέδοικε καὶ τρέμει. Ἀλλ' αὐτὸς μὲν ἔδησε μόνον· ἡ δὲ μιαρὰ ἐκείνη καὶ ἐπὶ τὴν σφαγὴν ὥρμησε. Καίτοι γε ἐπὶ τοῦτον τὸ ἔγκλημα μᾶλλον ἐφέρετο. Οὐδὲ γὰρ ἐκείνῃ τότε ἀπαντήσας εἶπε, Τί συνοικεῖς τῷ τυράννῳ; οὐκ ἐπειδὴ ἀνεύθυνος ἦν· πῶς γάρ; ἀλλ' ἐντεῦθεν τὸ πᾶν διορθῶσαι ἐβούλετο. Διὸ τοῦτον ἐμέμψατο· καὶ οὐδὲ τοῦτον σφοδρῶς. Οὐδὲ γὰρ εἶπεν, Ὦ μιαρὲ καὶ παμμίαρε, καὶ παράνομε, καὶ βέβηλε, κατεπάτησας τοῦ Θεοῦ τὸν νόμον, κατεφρόνησας τῶν ἐπιταχθέντων, τὴν ἰσχὺν τὴν σὴν νόμον ἐποίησας. Οὐδὲν τούτων, ἀλλὰ καὶ ἐν τοῖς ἐλέγχοις πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, πολλὴ ἡ πραότης· Οὐκ ἔξεστί σοι γὰρ ἔχειν, φησὶ, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Διδάσκοντος μᾶλλον τὸ ῥῆμα ἢ ἐλέγχοντος, παιδεύοντος ἢ κολάζοντος, ῥυθμίζοντος ἢ ἐκπομπεύοντος, διορθοῦντος ἢ ἐπεμβαίνοντος. Ἀλλ', ὅπερ ἔφην, ἐχθρὸν τῷ κλέπτῃ τὸ φῶς, ἐπαχθὴς ὁ δίκαιος τοῖς ἁμαρτάνουσι καὶ φαινόμενος ἁπλῶς· Βαρὺς γὰρ ἡμῖν καὶ βλεπόμενος. Οὐ γὰρ φέρουσιν αὐτοῦ τὰς ἀκτῖνας, καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, τὰς ἡλιακάς. Πολλοῖς δὲ τῶν πονηρῶν οὐ φαινόμενος μόνον, ἀλλὰ καὶ ἀκουόμενος, βαρύς. Διά τοι τοῦτο καὶ ἡ μιαρὰ καὶ παμμίαρος ἐκείνη, ἡ προαγωγὸς τοῦ θυγατρίου, μᾶλλον δὲ ἡ παιδοκτόνος, καίτοι οὐδὲ ἰδοῦσα αὐτὸν, οὐδὲ ἀκούσασα αὐτοῦ τῆς φωνῆς, ἐπὶ τὴν σφαγὴν ὥρμησε· καὶ παρασκευάζει ἣν ἀσελγῶς ἔθρεψε, ταύτην καὶ εἰς φόνον ἐλθεῖν· οὕτως ἐκ περιουσίας αὐτὸν ἐδεδοίκει. Καὶ τί φησι; Δός μοι ἐπὶ πίνακι ὧδε τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Ποῖ φέρῃ κατὰ κρημνῶν, ἀθλία καὶ ταλαίπωρε; μὴ γὰρ πάρεστιν ὁ κατήγορος; μὴ γὰρ ὁρᾶται καὶ ἐνοχλεῖ; Ἕτεροι ἔλεγον, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ταύτῃ δὲ, ὅπερ εἶπον, καὶ ἀκουόμενος· διό φησι, Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ μὴν δεσμωτήριον οἰκεῖ διὰ σὲ, καὶ ἁλύσει περίκειται, καὶ ἔξεστί σοι νεανιεύεσθαι ἐπὶ τῷ ἔρωτι, καὶ λέγειν οὕτως· Ἐκράτησα τοῦ βασιλέως, ὅτι οὐδὲ δημοσίᾳ ἐγκληθεὶς καθυφῆκεν, οὐδὲ ἀπέστη τοῦ ἔρωτος, οὐδὲ διέσπασέ μου τὴν μοιχείαν, ἀλλὰ καὶ τὸν ἐγκαλέσαντα ἔδησε. Τί μαίνῃ καὶ λυσσᾷς, ἔχουσα καὶ μετὰ τὸν ἔλεγχον τῆς ἁμαρτίας τὸν νυμφίον; τί τράπεζαν ἐριννύων ἐπιζητεῖς, καὶ δαιμόνων ἀλαστόρων συμπόσιον κατασκευάζεις; Εἶδες πῶς οὐδαμινὸν, πῶς δειλὸν, πῶς ἄνανδρον ἡ κακία, πῶς ὅτε μάλιστα κρατήσει, τότε γίνεται ἀσθενεστέρα; Καὶ γὰρ αὕτη οὐχ οὕτως ἐθορυβεῖτο πρὶν εἰς δεσμωτήριον ἐμβαλεῖν τὸν Ἰωάννην, ὡς ταράττεται δεθέντος αὐτοῦ, καὶ ἐπείγει λέγουσα, Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ διὰ τί ὧδε; Δέδοικα μὴ συσκιασθῇ, φησὶν, ὁ φόνος, μὴ ἐξέλωσιν αὐτόν τινες τοῦ κινδύνου. Καὶ διὰ τί μὴ ὅλον τὸν νεκρὸν ἐπιζητεῖς, ἀλλὰ τὴν κεφαλήν; Τὴν λυπήσασαν, φησὶ, γλῶτταν, ταύτην ἐπιθυμῶ σιγῶσαν ἰδεῖν. Ἀλλὰ τοὐναντίον ἐστὶν, ὅπερ οὖν καὶ γέγονεν, ἀθλία καὶ ταλαίπωρε, λαμπρότερον βοήσεται, μετὰ ταῦτα ἀποτμηθεῖσα. Τότε μὲν γὰρ ἐν Ἰουδαίᾳ μόνον ἐβόα, νῦν δὲ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἀφίξεται· καὶ ὅπουπερ ἂν εἰσέλθῃς εἰς Ἐκκλησίαν, κἂν ἐν τῇ Μαύρων, κἂν ἐν τῇ Περσῶν, κἂν πρὸς αὐτὰς τὰς Βρετανικὰς νήσους, ἀκούεις βοῶντος Ἰωάννου, Οὐκ ἔξεστι σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἀλλ' οὐδὲν εἰδυῖα αὕτη φιλοσοφεῖν κατεπείγει καὶ ἄγχει καὶ ὠθεῖ τὸν ἀνόητον τύραννον ἐπὶ τὸν φόνον, δεδοικυῖα μή ποτε μεταβάληται. Σὺ δὲ μάθε πάλιν κἀντεῦθεν τῆς ἀρετῆς τὴν ἰσχύν. Οὐδὲ ἐγκεκλεισμένον, οὐδὲ δεδεμένον καὶ σιγῶντα φέρει τὸν δίκαιον. Εἶδες πῶς ἀσθενὲς ἡ κακία, πῶς ἀκάθαρτον; Ἀντὶ γὰρ ἐδεσμάτων ἀνθρωπίνην κεφαλὴν ἐπὶ πίνακι εἰσάγει. Τί μιαρώτερον, τί δὲ ἐναγέστερον, τί δὲ ἀναιδέστερον τῆς κόρης ἐκείνης; οἵαν ἀφῆκε φωνὴν ἐντῷ θεάτρῳ τοῦ διαβόλου, καὶ τῷ συμποσίῳ τῶν δαιμόνων; Εἶδες γλῶτταν καὶ γλῶτταν, τὴν μὲν φάρμακα φέρουσαν σωτήρια, τὴν δὲ δηλητήριον ἔχουσαν, καὶ τραπεζοποιὸν γινομένην ἑστιάσεως διαβολικῆς; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐκέλευσεν ἔνδον ἐν τῷ συμποσίῳ αὐτὸν κατασφαγῆναι, ἔνθα πλείων ἦν αὐτῇ ἡδονή; Ἐδεδοίκει μὴ παραγενόμενος καὶ ὀφθεὶς, ἅπαντας μεταβάλῃ διὰ τῆς ὄψεως, διὰ τῆς παῤῥησίας. Διά τοι τοῦτο τὴν κεφαλὴν ἐπιζητεῖ, τρόπαιον πορνείας λαμπρὸν στῆσαι βουλομένη· καὶ ἔδωκε τῇ μητρὶ αὐτῆς.
28.4.1
Εἶδες τῆς ὀρχήσεως τὰ ἐπίχειρα, εἶδες τὰ λάφυρα τῆς διαβολικῆς ἐπιβουλῆς; οὐ τὴν κεφαλὴν Ἰωάννου λέγω, ἀλλ' αὐτὸν τὸν συνοικοῦντα. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, κατὰ τοῦ βασιλέως ἔσται τὸ τρόπαιον, καὶ ἡ νικήσασα ἡττᾶτο, καὶ ὁ ἀποτμηθεὶς ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, καὶ μετὰ τὴν τελευτὴν σφοδρότερον κατασείων τῶν ἡμαρτηκότων τὴν διάνοιαν. Καὶ ὅτι οὐ κόμπος τὰ εἰρημένα, αὐτὸν ἐρώτησον τὸν Ἡρώδην· ὃς, ἐπειδὴ τοῦ Χριστοῦ τὰ σημεῖα ἤκουσεν, ἔλεγεν· Οὗτός ἐστιν Ἰωάννης· αὐτὸς ἐγέρθη ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Οὕτως ἀκμάζοντα εἶχε τὸν φόβον καὶ διηνεκῆ τὴν ἀγωνίαν· καὶ οὐδεὶς ἀποβαλεῖν τὸ δέος τοῦ συνειδότος ἴσχυσεν, ἀλλ' ἔμεινεν ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος ἄγχων αὐτὸν, καὶ καθ' ἡμέραν δίκην ἀπαιτῶν τῆς σφαγῆς. Ταῦτ' οὖν εἰδότες, μὴ φοβώμεθα τὸ κακῶς παθεῖν, ἀλλὰ τὸ δρᾶσαι κακῶς· τοῦτο μὲν γὰρ νίκη, ἐκεῖνο δὲ ἧττα. Διὸ καὶ ὁ Παῦλος ἔλεγε, Διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἐν γὰρ τῷ πάσχειν κακῶς οἱ στέφανοι καὶ τὰ βραβεῖα καὶ ἡ ἀνακήρυξις. Καὶ τοῦτο ἐπὶ πάντων ἔστι τῶν ἁγίων ἰδεῖν. Ἐπεὶ οὖν ἅπαντες ἐστεφανώθησαν οὕτως, ἀνεκηρύχθησαν οὕτω, καὶ ἡμεῖς ταύτην ὁδεύωμεν τὴν ὁδόν· καὶ εὐχώμεθα μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δὲ παραγένοιτο, μετὰ πολλῆς ἱστάμενοι τῆς ἀνδρείας, τὴν προσήκουσαν ἐπιδειξώμεθα προθυμίαν· ἵνα τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.