Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 29 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.0.1
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, ἐπὶ στόμα τος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
29.1.1
Πολλαχόθεν μὲν καὶ ἄλλοθεν, μάλιστα δὲ καὶ ἐκ τούτου, τοῦ Παύλου τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν, καὶ τὴν πολλὴν φιλοστοργίαν· πῶς πολὺς μὲν ἐν ταῖς παραγγελίαις καὶ σφοδρὸς, ὀκνηρὸς δὲ καὶ μελλητὴς ἐν ταῖς τιμωρίαις. Οὐ γὰρ εὐθέως ἁμαρτάνοντας ἐκόλασεν, ἀλλὰ παρήγγειλεν ἅπαξ καὶ δεύτερον· καὶ οὐδὲ οὕτω παρακούσαντας τιμωρεῖται, ἀλλὰ πάλιν παραγγέλλει λέγων, Τρίτον ἔρχομαι τοῦτο πρὸς ὑμᾶς, καὶ πρὶν ἢ παραγένωμαι, γράφω πάλιν. Εἶτα ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τὸ ἐντεῦθεν διορθοῦται, συνεχῶς ἀπειλῶν, καὶ ἐπανατεινόμενος τὴν πληγὴν, καὶ λέγων, Ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· καὶ, Μή πως ἐλθὼν πενθήσω πολλούς. Ταῦτα δὲ ποιεῖ καὶ λέγει, καὶ ταύτῃ τὸν Δεσπότην τῶν ἁπάντων μιμούμενος· ἐπεὶ καὶ ὁ Θεὸς συνεχῶς μὲν ἀπειλεῖ καὶ πολλάκις παραγγέλλει, οὐ πολλάκις δὲ κολάζει καὶ τιμωρεῖται. Τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ· καὶ διὰ τοῦτο καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Τί ἐστι, Φειδόμενος ὑμῶν; Ἵνα μὴ εὑρὼν ἡμαρτηκότας καὶ ἀδιορθώτους μείναντας, ἐπάγω κόλασιν καὶ τιμωρίαν. Καὶ ἐνταῦθα, Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Ἄγραφον ἐγγράφῳ συνάπτει· ὃ καὶ ἀλλαχοῦ πεποίηκεν εἰπὼν, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκαμίαν. Καίτοι γε ἐπὶ νομίμου τοῦτο εἴρηται γάμου. ἀλλὰ ἀπεχρήσατο αὐτῷ εἰς τοῦτο συμφερόντως, ὥστε φοβῆσαι μειζόνως. Οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, ἀντὶ μαρτυριῶν τὰς παρουσίας αὐτοῦ τιθεὶς καὶ τὰς παραγγελίας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἅπαξ εἶπον καὶ δεύτερον, ὅτε παρεγενόμην· λέγω καὶ νῦν διὰ γραμμάτων. Καὶ μὴν ἐὰν ἀκούσητέ μου, ὅπερ ἐπεθύμουν γέγονεν· ἐὰν δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. Διό φησι, Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Εἰ γὰρ ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα, παρεγενόμην δεύτερον καὶ εἶπον, λέγω δὲ καὶ νῦν διὰ τῆς Ἐπιστολῆς· ἀνάγκη με λοιπὸν ἀληθεῦσαι. Μὴ γὰρ δὴ νομίσητε ἔλαττον ἔχειν τὰ γράμματα τῆς παρουσίας· ὥσπερ γὰρ παρὼν ἔλεγον, οὕτω καὶ ἀπὼν νῦν γράφω. Εἶδες κηδεμονίαν πατρικήν; εἶδες διδασκαλίαν καὶ πρέπουσαν πρόνοιαν; Οὔτε ἐσίγησεν, οὔτε ἐκόλασεν, ἀλλὰ καὶ προλέγει πολλάκις, καὶ μένει διηνεκῶς ἀπειλῶν, καὶ ἀναβάλλεται τὴν τιμωρίαν· καὶ εἰ μένοιεν ἀδιόρθωτοι, τότε ἀπειλεῖ τὴν πεῖραν ἐπαγαγεῖν. Τί δὲ προείρηκας παρὼν, καὶ ἀπὼν νῦν γράφεις; Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Δείξας πρότερον ὅτι οὐ δύναται, ἂν μὴ ἀναγκασθῇ, τοῦτο ποιῆσαι, καὶ πένθος τὸ πρᾶγμα καλέσας καὶταπείνωσιν· Μή πως γὰρ, φησὶν, ἐλθόντα με ὁ Θεός μου ταπεινώσῃ πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων· καὶ ἀπολογησάμενος αὐτοῖς, ὅτι καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον προεῖπε, καὶ ὅτι πάντα ποιεῖ καὶ μηχανᾶται, ὥστε ἀνακρούσασθαι τὴν τιμωρίαν, καὶ τῷ φόβῳ τῶν ῥημάτων βελτίους ποιῆσαι, τότε τὸ φορτικὸν τοῦτο καὶ φοβερὸν ἔθηκε λέγων, Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Οὐκ εἶπε, Τιμωρήσομαι καὶ κολάσω καὶ ἀπαιτήσω δίκην, ἀλλὰ πάλιν πατρικοῖς ῥήμασι καὶ αὐτὴν τὴν τιμωρίαν τίθησι, δεικνὺς αὐτοῦ τὰ σπλάγχνα καὶ τὴν συναλγοῦσαν αὐτοῖς διάνοιαν, διότι ἀεὶ φειδόμενος ἀνεβάλλετο. Εἶτα, ἵνα μὴ καὶ νῦν νομίσωσιν, ὅτι πάλιν ἀναβολὴ καὶ ἁπλῶς ἀπειλὴ ῥημάτων, διὰ τοῦτο καὶ ἔμπροσθεν εἴρηκεν· Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· καὶ, Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκέτι ἀναβαλοῦμαι, εἰ ἀδιορθώτους εὕροιμι, ὃ μὴ γένοιτο, ἀλλὰ ἐπάξω πάντως, καὶ στήσω ὅπερ εἴρηκα. Εἶτα μετὰ πολλοῦ τοῦ θυμοῦ καὶ σφοδρᾶς τῆς ἀγανακτήσεως πρὸς τοὺς κωμῳδοῦντας αὐτὸν ὡς ἀσθενῆ, καὶ τὴν παρουσίαν αὐτοῦ χλευάζοντας, καὶ λέγοντας, Ἡ παρουσία ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος, ὡς πρὸς τούτους γοῦν ἀποτεινόμενος, φησίν· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Τοῦτο γὰρ ὁμοῦ μὲν πλήττων, ὁμοῦ δὲ κἀκείνων καθαπτόμενος εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ἐπειδὴ βούλεσθε δοκιμάζειν εἰ ἐν ἐμοὶ ὁ Χριστὸς οἰκεῖ, καὶ εὐθύνας ἀπαιτεῖτε, καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης· εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν, ὃ μὴ γένοιτο. Τί οὖν; εἰπέ μοι· διὰ τοῦτο κολάζεις, ἐπειδὴ δοκιμὴν ζητοῦσιν; Οὐχὶ, φησίν· εἰ γὰρ τοῦτο ἐζήτουν, ἐκ πρώτης ἂν ἐκόλασα ἁμαρτόντας, καὶ οὐκ ἀνεβαλόμην. Ὅτι δὲ οὐ τοῦτο ζητεῖ, προϊὼν τοῦτο σαφέστερον ἔδειξεν εἰπὼν, Εὔχομαι δὲ μηδὲν ποιῆσαι ὑμᾶς κακὸν, οὐχ ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλὰ ὑμεῖς δόκιμοι ἦτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
29.2.1
Οὐ τοίνυν αἰτιολογικῶς αὐτὸ τίθησιν, ἀλλὰ μᾶλλον ἀγανακτῶν, μᾶλλον καθαπτόμενος τῶν καταφρονούντων αὐτοῦ. Ἐγὼ μὲν οὐ βούλομαι, φησὶ, δοῦναι πεῖραν ὑμῖν τοιαύτην· εἰ δὲ αὐτοὶ παρέχετε τὴν αἰτίαν, καὶ βουληθείητέ με ἐκκαλέσασθαι, εἴσεσθε διὰ τῶν ἔργων αὐτῶν. Καὶ ὅρα πῶς φορτικὸν ποιεῖ τὸν λόγον. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ δοκιμὴν ζητεῖτε ἐμοῦ, ἀλλὰ, Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· δεικνὺς ὅτι εἰς ἐκεῖνον ἡμάρτανον. Καὶ οὐχ ἁπλῶς εἶπε, Τοῦ ἐνοικοῦντος, ἀλλὰ, Τοῦ λαλοῦντος, δεικνὺς πνευματικὰ ὄντα τὰ ῥήματα. Εἰ δὲ οὐκ ἐνδείκνυται αὐτοῦ τὴν ἰσχὺν, οὐδὲ κολάζει· λοιπὸν γὰρ ἀφ' ἑαυτοῦ τὸν λόγον ἐκεῖ μετήγαγε, φοβερωτέραν ποιῶν τὴν ἀπειλήν· οὐ δι' ἀσθένειαν· δύναται γάρ· ἀλλὰ διὰ μακροθυμίαν. Μὴ τοίνυν τὴν ἀνοχὴν αὐτοῦ ἀσθένειάν τις λογιζέσθω. Τί γὰρ θαυμάζεις, εἰ οὐκ ἐπεξέρχεται νῦν ἁμαρτάνουσιν, οὐδὲ ἀπαιτεῖ δίκην ἀνεχόμενος καὶ μακροθυμῶν, ὅπου γε καὶ σταυρωθῆναι αὐτὸςὑπέμεινε, καὶ τοιαῦτα πάσχων οὐκ ἐκόλαζε; Διὸ καὶ ἐπήγαγε, Ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Πολλὴν ἀσάφειαν ἔχει τὰ ῥήματα, καὶ τοῖς ἀσθενεστέροις θόρυβον ἐντίθησι. Διόπερ ἀναγκαῖον αὐτὰ ἀναπλῶσαι σαφέστερον, καὶ τῆς λέξεως ταύτης εἰπεῖν τὰ σημαινόμενα, περὶ ἣν ἡ ἀσάφεια, ἵνα μηδεὶς σκανδαλίζηται μηδὲ τῶν ἀφελεστέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον, καὶ τί δηλοῖ τὸ τῆς ἀσθενείας ὄνομα, καὶ κατὰ ποῖον σημαινόμενον εἴρηται, ἀναγκαῖον μαθεῖν. Μία μὲν γὰρ ἡ λέξις, πολλὰ δὲ τὰ ἐξ αὐτῆς δηλούμενα. Καὶ γὰρ ἀσθένεια λέγεται ἡ τοῦ σώματος ἀῤῥωστία· διὸ καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ, περὶ τοῦ Λαζάρου· καὶ αὐτὸς ἔλεγεν, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον· καὶ περὶ τοῦ Ἐπαφρᾶ ὁ Παῦλος· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ περὶ τοῦ Τιμοθέου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Ταῦτα γὰρ ἅπαντα σωματικὴν ἀῤῥωστίαν δηλοῖ. Λέγεται πάλιν ἀσθένεια τὸ μὴ πεπηγέναι ἐν τῇ πίστει ἁπλῶς, μηδὲ τέλειον εἶναι καὶ ἀπηρτισμένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· καὶ πάλιν, Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· τὸν ἐν τῇ πίστει ἀσθενοῦντα δηλῶν. Ἰδοὺ δύο σημαινόμενα ἐκ τῆς ἀσθενείας ἐστί· καὶ τρίτον ἕτερον, ὃ καλεῖται ἀσθένεια. Ποῖον δὴ τοῦτο; Οἱ διωγμοὶ, αἱ ἐπιβουλαὶ, αἱ ἐπήρειαι, οἱ πειρασμοὶ, αἱ ἐπαγωγαί. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τί ἐστιν, Ἐν ἀσθενείᾳ; Ἐν διωγμοῖς, ἐν κινδύνοις, ἐν πειρασμοῖς, ἐν ἐπιβουλαῖς, ἐν θανάτοις. Καὶ τοῦτο δηλῶν ἔλεγε, Διὸ εὐδοκῶ ἐν ἀσθενείᾳ. Εἶτα δεικνὺς ποίαν λέγει ἀσθένειαν, οὐ πυρετὸν εἶπεν, οὐκ ἀμφιβολίαν τὴν περὶ τὴν πίστιν, ἀλλὰ τί; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι· τουτέστιν, Ὅταν διώκωμαι, ὅταν ἐλαύνωμαι, ὅταν ἐπιβουλεύωμαι, τότε δυνατός εἰμι, τότε μᾶλλον κρατῶ καὶ περιγίνομαι τῶν ἐπιβουλευόντων, τῆς χάριτος δαψιλέστερον ἐνιζανούσης ἐν ἐμοί. Κατὰ δὴ τοῦτο τὸ τρίτον τὴν ἀσθένειαν τέθεικεν ὁ Παῦλος· καὶ ὃ λέγει τοῦτό ἐστι· πρὸς ἐκεῖνο πάλιν ἀποτεινόμενος, ὃ καὶ ἔμπροσθεν εἶπον, ὅτι εὐτελὴς αὐτοῖς ἐδόκει εἶναι καὶ εὐκαταφρόνητος. Οὐ γὰρ δὴ ἐβούλετο κομπάζειν, οὐδὲ ὅπερ ἦν, εἶναι δοκεῖν αὐτὸν, οὐδὲ τὴν δύναμιν ἐνδείκνυσθαι, ἢν εἶχεν εἰς τὸ κολάζειν καὶ τιμωρεῖσθαι· ὅθεν καὶ ἐνομίζετο εὐτελὴς εἶναι. Ἐπεὶ οὖν τοῦτο νομίζοντες ἐν πολλῇ ῥᾳθυμίᾳ ἦσαν καὶ ἀναισθησίᾳ, καὶ οὐ μετεβάλλοντο ἐκ τῶν ἁμαρτημάτων, καιρὸν ἐπιτήδειον λαβὼν, καὶ περὶ τούτων εὐτόνως σφόδρα διαλέγεται, δεικνὺς ὅτι οὐ δι' ἀσθένειαν οὐδὲν ἐποίει, ἀλλὰ διὰ μακροθυμίαν. Εἶτα, ὅπερ ἔφην, ἀφ' ἑαυτοῦ τὸν λόγον ἐπὶ τὸν Χριστὸν μεταγαγὼν, ἐπιτείνει τὸν φόβον, αὔξει τὴν ἀπειλήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ γὰρ, καὶ ἐὰν ποιήσω τι, καὶ κολάσω καὶ τιμωρήσωμαι τοὺς ἡμαρτηκότας, ἐγώ εἰμι ὁ κολάζων καὶ τιμωρούμενος; ἔστιν ὁ ἐν ἐμοὶ οἰκῶν, αὐτὸς ὁ Χριστός. Εἰ δὲ οὐ πιστεύετε τοῦτο, ἀλλὰ βούλεσθε λαβεῖν δοκιμὴν, διὰ τῶν ἔργων τοῦ ἐνοικοῦντος ἐν ἐμοὶ εἴσεσθε ταχέως· οὐδὲ γὰρ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ καὶ δυνατός ἐστι. Καὶ διὰ τί προσέθηκεν, Εἰς ὑμᾶς, καίτοι πανταχοῦ δυνατός ἐστι; κἂν γὰρ ἀπίστους βουληθῇ κολάσαι, δύναται, κἂν δαίμονας, κἂν ὁτιοῦν. Τί οὖν βούλεται ἡ προσθήκη; Σφόδρα ἐντρέποντος αὐτούς ἐστι τὸ ῥῆμα, ἀφ' ὧν ἤδη πεῖραν εἰλήφασιν· ἢ τοῦτο δηλοῦντος, ὅτι Τέως ἐν ὑμῖν τὴν δύναμιν ἐπιδείκνυται τοῖς ὀφείλουσι διορθωθῆναι. Ὃ καὶ ἀλλαχοῦ ἔλεγε· Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν;
29.3.1
Τοὺς μὲν γὰρ ἔξω, φησὶ, τότε ἀπαιτήσει δίκην κατὰ τὴν ἡμέραν τῆς κρίσεως· ὑμᾶς δὲ καὶ νῦν, ὥστε ἐκείνης ἐξελέσθαι τῆς τιμωρίας. Ἀλλ' ὅμως καὶ τὸ κηδεμονικὸν τοῦτο καὶ διὰ φιλοστοργίαν γινόμενον, ὅρα πῶς μετὰ φόβου τίθησι καὶ πολλοῦ τοῦ θυμοῦ, λέγων· Ὃς οὐκ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας; Καὶ γὰρ εἰ εἵλετο, φησὶ, πρᾶγμα ὑπομεῖναι δοκοῦν ἀσθενείας ἔχειν ὑπόληψιν, ἀλλ' οὐδὲν τοῦτο τὴν δύναμιν αὐτοῦ διακόπτει· μένει γὰρ αὕτη ἄμαχος οὖσα, καὶ οὐδὲν τὸ πρᾶγμα τὸ δοκοῦν ἀσθενείας εἶναι ταύτην παρέβλαψεν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ δείκνυσι τὴν ἰσχὺν, ὅτι καὶ τοιοῦτον πρᾶγμα ὑπέμεινε, καὶ τὰ τῆς δυνάμεως αὐτοῦ οὐκ ἠκρωτηριάσθη. Μὴ τοίνυν σε θορυβείτω ἡ λέξις τῆς ἀσθενείας· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί· καίτοι οὔτε μωρὸν, οὔτε ἀσθενὲς οὐδὲν ὁ Θεὸς ἔχει· ἀλλὰ τὸν σταυρὸν οὕτως ἐκάλεσε, τὴν τῶν ἀπίστων ὑπόνοιαν περὶ αὐτοῦ ἐξηγούμενος. Ἄκουσον γοῦν αὐτοῦ ἑαυτὸν ἑρμηνεύοντος· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι· καὶ πάλιν· Ἡμεῖς δὲ κηρύσσομεν Θεὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν, Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· καὶ πάλιν, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ὅρα πῶς πανταχοῦ τῶν ἀπίστων τὴν ὑπόνοιαν ἑρμηνεύει, μωρίαν καὶ ἀσθένειαν τὸν σταυρὸν νομιζόντων. Οὕτω δὴ καὶ ἐνταῦθα οὐ τὴν οὖσαν ἀσθένειαν λέγει, ἀλλὰ τὴν ὑποπτευομένην παρὰ τοῖς ἀπίστοις. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀσθενὴς ὢν ἐσταυρώθη, ἄπαγε. Ὅτι γὰρ ἠδύνατο μὴ σταυρωθῆναι διὰ πάντων ἔδειξε, νῦν μὲν ὑπτίους ῥίψας, νῦν δὲτὰς ἀκτῖνας ἀποστρέψας, καὶ συκῆν ξηράνας, καὶ τὰς ὄψεις τῶν ἐλθόντων ἐπ' αὐτὸν πηρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος. Τί οὖν ἐστιν ὅ φησιν, Ἐξ ἀσθενείας; Ὅτι εἰ καὶ ἐσταυρώθη κίνδυνον ὑπομείνας καὶ ἐπιβουλὴν (ἐδείξαμεν γὰρ τὴν ἀσθένειαν κίνδυνον καλουμένην καὶ ἐπιβουλὴν), ἀλλ' ὅμως οὐδὲν παρεβλάβη. Ταῦτα δὲ ἔλεγεν εἰς τὰ καθ' ἑαυτὸν ἕλκων τὸ ὑπόδειγμα. Ἐπειδὴ γὰρ ἑώρων αὐτοὺς διωκομένους, ἐλαυνομένους, καταφρονουμένους, καὶ οὐκ ἀμυνομένους οὐδὲ ἐπεξιόντας, διδάσκων αὐτοὺς, ὅτι οὐδὲ αὐτοὶ παρὰ ἀτονίαν ταῦτα πάσχουσιν, οὐδὲ παρὰ τὸ μὴ δύνασθαι ἐπεξιέναι, ἀνάγει τὸν λόγον ἐπὶ τὸν Δεσπότην· ἐπεὶ καὶ αὐτὸς, φησὶν, ἐσταυροῦτο, ἐδεσμεῖτο, μυρία ἔπασχε, καὶ οὐκ ἐπεξῄει, ἀλλ' ἔμενε, τὰ δοκοῦντα τῆς ἀσθενείας εἶναι ὑπομένων πράγματα, καὶ ταύτῃ τὴν δύναμιν ἐπιδεικνύμενος τὴν αὑτοῦ, ὅτι καὶ μὴ ἐπεξιὼν μηδὲ ἀμυνόμενος, οὐδὲν ὅλως παραβλάπτεται. Τὴν γοῦν ζωὴν οὐ διέκοψεν ὁ σταυρὸς, οὐδὲ ἐνεπόδισε τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀνέστη καὶ ζῇ. Ὅταν δὲ ἀκούσῃς σταυρὸν καὶ ζωὴν, τὸν περὶ τῆς οἰκονομίας ἐκδέχου λόγον· περὶ γὰρ ταύτην ὁ πᾶς οὗτος λόγος. Εἰ δέ φησιν, Ἐκ δυνάμεως Θεοῦ, [οὐχ ὡς αὐτοῦ ἀτονοῦντος ζωογονῆσαι τὴν σάρκα, ἀλλ' ἀδιάφορον αὐτῷ τὸ λέγειν καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Εἰπὼν γὰρ, Ἐκ δυνάμεως Θεοῦ,] ἐκ δυνάμεως τῆς αὐτοῦ εἴρηκεν. Ὅτι γὰρ καὶ αὐτὸς αὐτὴν ἀνέστησε καὶ διακρατεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἰ δὲ, ὅπερ αὐτοῦ ἐστιν, τοῦτο τοῦ Πατρὸς εἶναι λέγει, μὴ θορυβηθῇς· Πάντα γὰρ τὰ τοῦ Πατρός μου ἐμά ἐστι, φησί· καὶ πάλιν, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὥσπερ οὖν ἐκεῖνος ὁ σταυρωθεὶς, οὐδὲν παρεβλάβη, φησὶν, οὕτως οὐδὲ ἡμεῖς διωκόμενοι, πολεμούμενοι· διὸ καὶ ἐπάγει· Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Ἀσθενοῦμεν ἐν αὐτῷ; Διωκόμεθα, ἐλαυνόμεθα, τὰ ἔσχατα πάσχομεν, Ἀλλὰ τί ἐστιν, Ἐν αὐτῷ; Διὰ τὸ κήρυγμα, φησὶ, καὶ τὴν πίστιν τὴν εἰς αὐτόν. Εἰ δὲ τὰ σκυθρωπὰ καὶ φορτικὰ ὑπομένομεν δι' αὐτὸν, εὔδηλον ὅτι καὶ τὰ φαιδρά· διὸ καὶ ἐπήγαγεν, Ἀλλὰ σωζόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἐπειδὴ γὰρ διὰ τῶν εἰρημένων ἔδειξεν ὅτι, εἰ καὶ μὴ ἐπεξέρχεται, οὐχ ὡς οὐκ ἔχων τὸν Χριστὸν ἐν ἑαυτῷ, ἀλλ' ὡς τὴν μακροθυμίαν τὴν ἐκείνου μιμούμενος τοῦ σταυρουμένου, καὶ μὴ ἀμυνομένου, πάλιν ἑτέρως τὸ αὐτὸ τοῦτο ἐργάζεται, καὶ ἐκ πλείονος περιουσίας, ἀπὸ τῶν μαθητῶν κατασκευάζων τὸν λόγον. Τί γὰρ λέγω περὶ ἐμοῦ τοῦ διδασκάλου, φησὶ, καὶ τοσαύτην ἔχοντος φροντίδα, καὶ τὴν οἰκουμένην ἅπασαν ἐμπεπιστευμένου, καὶ τοσαῦτα σημεῖαπεποιηκότος; Ὑμᾶς γὰρ αὐτοὺς ἐὰν βουληθῆτε ἐξετάσαι τοὺς ἐν τάξει μαθητῶν ὄντας, ὄψεσθε ὅτι καὶ ἐν ὑμῖν ὁ Χριστός· εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Εἰ γὰρ τὴν πίστιν ἔχετε, καὶ ἐν ὑμῖν ὁ Χριστός. Καὶ περὶ τῶν πιστευόντων τοῦτο αὐτὸ εἴρηται θαύματα ἐργαζομένων· οἱ γὰρ πιστεύοντες τότε, ἐθαυματούργουν· διὸ καὶ ἐπήγαγεν, Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν, εἰ μή τι ἀδόκιμοί ἐστε; Εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Ἐμοὶ δὲ δοκεῖ πίστιν ἐνταῦθα λέγειν καὶ τὴν τῶν σημείων. Εἰ γὰρ ἔχετε τὴν πίστιν ἐκείνην, φησὶν, ὁ Χριστὸς ἐν ὑμῖν ἐστιν, Εἰ μή τι ἀδόκιμοι γεγόνατε.
29.4.1
Εἶδες πῶς πάλιν φοβεῖ, καὶ ἐκ περιουσίας δείκνυσι παρ' αὐτῷ ὄντα τὸν Χριστόν; Ἐνταῦθα γάρ μοι δοκεῖ καὶ εἰς βίον αὐτοὺς αἰνίττεσθαι. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν τὴν πνευματικὴν, εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινε δὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήμους πίστιν ἔχοντας, λύων τὴν ἀπορίαν φησὶν, Εἰ μή τι ἀδόκιμοί ἐστε, εἰ μὴ βίον διεφθαρμένον ἔχετε. Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Τὸ ἀκόλουθον ἦν εἰπεῖν, Εἰ δὲ ὑμεῖς ἀδόκιμοι γεγόνατε, ἀλλ' οὐχ ἡμεῖς· ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πλήξῃ, ἀμυδρῶς δὲ αὐτὸ αἰνίττεται, οὔτε ἀποφαινόμενος καὶ λέγων, ὅτι ἀδόκιμοί ἐστε, οὔτε κατ' ἐρώτησιν προάγων καὶ λέγων, εἰ δὲ ὑμεῖς ἀδόκιμοι, ἀλλὰ τοῦτο παραλιπὼν, αἰνιγματωδῶς αὐτὸ ἐνδείκνυται, ἐπάγων, Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Πάλιν κἀνταῦθα πολλὴ ἡ ἀπειλὴ, μέγας ὁ φόβος. Ἐπειδὴ γὰρ ἐντεῦθεν, βούλεσθε, φησὶ, διὰ τῆς εἰς ὑμᾶς κολάσεως τὴν δοκιμὴν λαβεῖν, οὐκ ἀπορήσομεν τοῦ δοῦναι ὑμῖν τὴν ἀπόδειξιν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, μετὰ πλείονος δὲ τοῦ βάρους καὶ τῆς ἀπειλῆς· Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου εἰδέναι ὑμᾶς, φησὶ, τὰ ἡμέτερα, καὶ ὅτι Χριστὸν ἔχομεν ἐν ἑαυτοῖς λαλοῦντα καὶ ἐνεργοῦντα· ἐπειδὴ δὲ καὶ διὰ τῶν ἔργων βούλεσθε λαβεῖν τὴν πεῖραν, εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἀδόκιμοι. Εἶτα ἐπειδὴ τὴν ἀπειλὴν ἐπανετείνατο, καὶ τὴν κόλασιν λοιπὸν ἐπὶ θύρας ἤγαγε, καὶ ἐν τρόμῳ κατέστησεν αὐτοὺς, καὶ προσδοκᾷν ἐποίησε τιμωρίαν· ὅρα πῶς πάλιν καταγλυκαίνει τὸν λόγον, καὶ παραμυθεῖται τὸν φόβον, καὶ δείκνυσιν αὐτοῦ τὸ ἀφιλότιμον, τὸ πρὸς τοὺς μαθητὰς κηδεμονικὸν, τὸ φιλόσοφον τῆς γνώμης, τὸ ὑψηλὸν καὶ ἀκενόδοξον. Ταῦτα γὰρ ἅπαντα δείκνυσι δι' ὧν ἐπάγει λέγων, Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο γὰρ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; Κατεφρονεῖτο, διεπτύετο, ἐκωμῳδεῖτο, ἐχλευάζετο, ὡς εὐτελὴς, ὡς εὐκαταφρόνητος, ὡς ἀλαζὼν, ὡς κομπάζων μὲν διὰ τῶν ῥημάτων, ἐπὶ δὲ τῶν πραγμάτων οὐδὲ μικρόν τι δεῖξαι ἔχων τὴν ἑαυτοῦ ἰσχύν· καὶ οὐ μόνον ἀναβάλλεται, οὐδὲ μόνον ἀναδύεται, ἀλλὰ καὶ εὔχεται μὴ ἐμπεσεῖν εἰς τοσαύτην ὑπόθεσιν· Εὔχομαι γὰρ, φησὶ, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Τί ἐστιν ὃ λέγει; Παρακαλῶ τὸν Θεὸν, φησὶν, ἱκετεύω μηδένα εὑρεῖν ἀδιόρθωτον, μηδένα εὑρεῖν ἀμετανόητον· μᾶλλον δὲ οὐδὲ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν· Μὴ ποιῆσαι γὰρ ὑμᾶς, φησὶ, μηδέν· εἰ δὲ καὶ ἄρα ἁμάρτητε, μεταβάλλεσθαι, καὶ προλαβόντας διορθώσασθαι, καὶ πᾶσαν ἀποκρούσασθαι ὀργήν. Οὐδὲ γὰρ τοῦτο σπουδάζω, ἵνα οὕτω δόκιμοι ὦμεν, ἀλλὰ τοὐναντίον ἅπαν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν. Εἰ γὰρ μένετε, φησὶν, ἀμετανόητα ἁμαρτάνοντες, ἀνάγκη ἡμᾶς κολάζειν, τιμωρεῖσθαι, πηροῦν ὑμῶν τὰ σώματα· ὅπερ ἐπὶ Σαπφείρας καὶ ἐπὶ τοῦ Μάγου γέγονε· καὶ ἐδώκαμεν δοκιμὴν τῆς δυνάμεως. Ἀλλ' οὐκ εὐχόμεθα τοῦτο, ἀλλὰ τοὐναντίον, ἵνα μήτε ἡμεῖς οὕτω δόκιμοι φανῶμεν· τουτέστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τοῦ κολάζειν ὑμᾶς καὶ τιμωρεῖσθαι ἁμαρτάνοντας καὶ ἀνίατα νοσοῦντας, ἀλλὰ τί; Ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, τοῦτο εὐχόμεθα, ἵνα ἀεὶ ἐν ἀρετῇ, ἀεὶ ἐν διορθώσει, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν, οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν, Ἀδόκιμοι· οὐ γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκόλασεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο δόκιμος· ἀλλ' εἰ καί τινες ὑποπτεύουσιν ἡμᾶς, φησὶ, μὴ ἐπιδεικνυμένους τὴν ἰσχὺν ἡμῶν εὐκαταφρονήτους εἶναι καὶ ἀπεῤῥιμμένους, οὐδὲν ἡμῖν μέλει τούτου. Βέλτιον ἡμᾶς τοῦτο νομίζεσθαι παρ' ἐκείνοις, ἢ ἐν ταῖς πληγαῖς καὶ τῷ ἀδιορθώτῳ τῆς γνώμης τὴν δύναμιν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, ἐπιδείκνυσθαι. Οὐ γὰρ δυνάμεθα κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Ἵνα γὰρ μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι (τοῦτο γάρ ἐστιν ἀκενοδόξου γνώμης), ἀλλ' ὅπερ ἡ τοῦ πράγματος ἀπαιτεῖ φύσις, τοῦτο ποιῇ, τοῦτο ἐπήγαγε λέγων· Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας. Ἂν γὰρ εὕρωμεν, φησὶν, ὑμᾶς εὐδοκιμοῦντας, ἀποκρουσαμένους τὰ ἁμαρτήματα διὰ τῆς μετανοίας, παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότας· οὐδὲ δυνησόμεθα, κἂν βουληθῶμεν, κολάσαι λοιπὸν, ἀλλὰ κἂν ἐπιχειρήσωμεν, οὐ συμπράξει ὁ Θεός. Εἰς τοῦτο γὰρ ἡμῖν ἔδωκε τὴν δύναμιν, ὥστε ἀληθῆ φέρειν τὴν ψῆφον καὶ δικαίαν, καὶ οὐχ ὑπεναντίαν τῇ ἀληθείᾳ. Εἶδες πῶς πανταχόθεν ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, καὶ παραμυθεῖται τῆς ἀπειλῆς τὸ τραχύ; Πλὴν ἀλλ' ὥσπερ τοῦτο ἐσπούδακεν, οὕτω βούλεται καὶ τὴν αὐτοῦ δεῖξαι γνώμην οἰκειουμένην αὐτοῖς· διὸ καὶ ἐπήγαγε, Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Μάλιστα μὲν γὰρ, φησὶν, οὔτε δυνάμεθά τι κατὰ τῆς ἀληθείας, τουτέστιν, εὐαρεστοῦντας ὑμᾶς κολάσαι· πλὴν ἐπειδὴ οὐ δυνάμεθα, διὰ τοῦτο οὐ βουλόμεθα, καὶ τοὐναντίον ἐπιθυμοῦμεν. Ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρομεν, ὅταν μὴ εὕρωμεν ὑμᾶς ἀφορμὴν ἡμῖν παρέχοντας τοῦ δεῖξαι ἡμῶν τὴν δύναμιν τὴν ἐπὶ τῇ κολάσει. Εἰ γὰρ καὶ τὸ τὰ τοιαῦτα ποιεῖν λαμπροὺς δείκνυσι καὶ δοκίμους καὶ ἰσχυροὺς, ἀλλ' ἡμεῖς τὸ ἐναντίον βουλόμεθα, ὑμᾶς δοκίμους εἶναι καὶ ἀλήπτους, καὶ ἡμᾶς μηδέποτε τὴν ἐντεῦθεν καρποῦσθαι δόξαν. Διό φησι, Χαίρομεν γὰρ, ὅταν ἡμεῖς ἀσθενῶμεν. Τί ἐστι, Ἀσθενῶμεν; Ὅταν νομιζώμεθα ἀσθενεῖς· οὐχ ὅτε ἐσμὲν ἀσθενεῖς, ἀλλ' ὅτε νομιζόμεθα ἀσθενεῖς· τοῦτο γὰρ ἐνομίζοντο παρὰ τοῖς ἐχθροῖς, οὐκέτι δεικνύμενοι τὴν τιμωρητικὴν αὐτῶν δύναμιν. Ἀλλ' ὅμως χαίρομεν, ὅταν οὕτως ἀναστραφῆτε, ὥστε μὴ παρασχεῖν ἡμῖν πρόφασιν τοῦ τιμωρεῖσθαι ὑμᾶς. Καὶ ἡμῖν τοῦτο ἡδὺ, ὅταν οὕτω νομιζώμεθα ἀσθενεῖς, μόνον ὑμεῖς ἵνα ἄληπτοι ἦτε· διὸ ἐπάγει, Ὑμεῖς δὲ δυνατοὶ ἦτε· τουτέστι, δόκιμοι, ἐνάρετοι. Καὶ οὐ μόνον βουλόμεθα ταῦτα, ἀλλὰ καὶ εὐχόμεθα ταῦτα, ἀλήπτους ὑμᾶς εἶναι, τετελειωμένους, μηδεμίαν παρέχοντας λαβὴν ἡμῖν.
29.5.1
Τοῦτο σπλάγχνου πατρικοῦ, τῆς οἰκείας εὐδοκιμήσεως τὴν σωτηρίαν προτιμᾷν τῶν μαθητῶν· τοῦτο ψυχῆς ἀκενοδόξου· τοῦτο μάλιστα ἀπαλλάττει τῶν συνδέσμων τοῦ σώματος, καὶ μετεωρίζεσθαι ποιεῖ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, τὸ τῆς δόξης εἶναι τῆς κενῆς καθαρόν· ὡσπεροῦν τὸ ἐναντίον εἰς πολλὰ ἄγει τὰ ἁμαρτήματα. Οὐ γὰρ ἔστι μὴ καθαρεύοντα δόξης κενῆς, ὑψηλὸν γενέσθαι καὶ μέγαν καὶ γενναῖον, ἀλλὰ ἀνάγκη χαμαὶ σύρεσθαι, καὶ πολλὰ διαφθείρειν, δουλεύοντα μιαρᾷ δεσποίνῃ καὶ βαρβάρου παντὸς ἀπηνεστέρα. Τί γὰρ αὐτῆς ἀγριώτερον γένοιτ' ἂν, ἢ ὅταν μάλιστα θεραπεύηται, τότε μάλιστα ἀγριοῦται; Καίτοι γε τοῦτο οὐδὲ τὰ θηρία ἔχει, ἀλλὰ τῇ πολλῇ τιθασσεύεται θεραπείᾳ. Ἡ δὲ κενοδοξία τοὐναντίον ἅπαν· καταφρονουμένη μὲν ἡμεροῦται, τιμωμένη δὲ ἀγριοῦται καὶ ὁπλίζεται κατὰ τοῦ τιμῶντος. Ταύτην τιμήσαντες οἱ Ἰουδαῖοι, μετὰ πολλῆς τῆς σφοδρότητος ἐκολάσθησαν· ταύτην ἀτιμάσαντες οἱ μαθηταὶ ἐστεφανώθησαν. Καὶ τί λέγω κόλασιν καὶ στεφάνους; εἰς γὰρ αὐτὸ τὸ φανῆναι λαμπροὺς μάλιστα τὸ διαπτύειν αὐτὴν συντελεῖ. Καὶ ὄψει κἀνταῦθα τοὺς μὲν τιμῶντας αὐτὴν, παραβλαπτομένους, τοὺς δὲ ἀτιμάζοντας, ὠφελουμένους. Οἱ μὲν γὰρ ἀτιμάσαντες αὐτὴν μαθηταὶ (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ πάλιν χρήσασθαι ὑποδείγματι) καὶ τὰ τοῦ Θεοῦ προτιμήσαντες, ὑπὲρ τὸν ἥλιον λάμπουσιν, ἀθάνατον κτησάμενοι μνήμην καὶ μετὰ τελευτήν· οἱ δὲ ὑποκατακλιθέντες αὐτῇ Ἰουδαῖοι, ἀπόλιδες, ἀνέστιοι, ἄτιμοι, φυγάδες, ἀνάστατοι γεγόνασιν, εὐτελεῖς, εὐκαταφρόνητοι. Καὶ σὺ τοίνυν, εἰ βούλει δόξαν λαβεῖν, διάκρουσαι δόξαν· εἰ δὲ διώκεις δόξαν, ἐκπέσῃ δόξης. Καὶ, εἰ βούλεσθε, τοῦτον καὶ ἐν τοῖς βιωτικοῖς τὸν λόγον γυμνάσωμεν. Τίνας γὰρ σκώπτομεν ἐν τοῖς σκώμμασιν; οὐχὶ τοὺς ἐφιεμένους αὐτῆς; Οὐκοῦν μάλιστα οὗτοί εἰσιν οἱ ταύτης ἀπεστερημένοι, μυρίους ἔχοντες κατηγόρους, καὶ παρὰ πάντων ἀτιμαζόμενοι. Τίνας δὲ θαυμάζομεν, εἰπέ μοι; οὐ τοὺς καταφρονοῦντας αὐτῆς; Οὐκοῦν οὗτοί εἰσιν οἱ δοξαζόμενοι. Ὥσπερ γὰρ πλούσιος οὐχ ὁ πολλῶν δεόμενος, ἀλλ' ὁ μηδενός· οὕτως ἔνδοξος οὐχ ὁ δόξης ἐρῶν, ἀλλ' ὁ ταύτης ὑπερορῶν· σκιὰ γὰρ δόξης ἐστὶν αὕτη ἡ δόξα. Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται. Μὴ τοίνυν μηδὲ σὺ δίωκε τὰς σκιάς· σκιὰ γὰρ δόξης τοῦτο, οὐ δόξα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, ἐκεῖνο λογίζου· ὅταν διαβάλληται παρὰ ἀνθρώποις τὸ πρᾶγμα, ὅταν φευκτὸν εἶναι δοκῇ τοῖς πᾶσι, καὶ αὐτοῖς τοῖς ἐπιθυμοῦσιν αὐτοῦ, ὅταν αἰσχύνηται καλούμενος ἐντεῦθεν ὁ ἔχων, ἢ ὁ ἐφιέμενος αὐτῆς. Πόθεν οὖν ἡ ἐπιθυμία, φησὶν, αὕτη, καὶ πῶς γίνεται τὸ πάθος; Ἀπὸ μικροψυχίας (οὐ γὰρ δεῖ κατηγορεῖν μόνον, ἀλλὰ καὶ διορθοῦσθαι), ἀπὸ ἀτελοῦς διανοίας, ἀπὸ παιδικῆς γνώμης. Παυσώμεθα τοίνυν παῖδες ὄντες, καὶ γενώμεθα ἄνδρες, καὶ πανταχοῦ τὴν ἀλήθειαν, μὴ τὰς σκιὰς διώκωμεν, καὶ ἐν πλούτῳ καὶ ἐν ἡδονῇ καὶ ἐν τρυφῇ καὶ ἐν δόξῃ καὶ ἐν δυνάμει· καὶ παύσεται τὸ νόσημα τοῦτο καὶ ἕτερα πλείονα. Τὸ γὰρ σκιὰς διώκειν, μαινομένου. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν, Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε. Ἔστι γὰρ καὶ ἑτέρα μανία, χαλεπωτέρα ἐκείνης τῆς ἀπὸ τῶν δαιμόνων, τῆς ἀπὸ τῆς φρενίτιδος. Ἡ μὲν γὰρ ἔχει συγγνώμην, αὕτη δὲ ἀπολογίας ἐστέρηται, ὅταν αὐτὴ ἡ ψυχὴ διεφθαρμένη ᾖ, καὶ μὴ ὀρθὴ ἡ κρίσις αὐτῆς, ἀλλ' ἀπολωλυῖα· καὶ τὸ μὲν τῆς φρενίτιδος ὄργανόν ἐστι σωματικὸν πάθος, αὕτη δὲ ἡ μανία τοῦ τεχνίτου νοῦ. Ὥσπερ οὖν τῶν πυρετῶν ἐκεῖνοι χαλεπώτεροι καὶ ἀνίατοι οἱ τῶν στερεῶν ἁπτόμενοι σωμάτων, καὶ τοῖς νεύροις ἐνδομυχοῦντες, καὶ ταῖς φλεψὶν ἐναποκεκρυμμένοι· οὕτω δὴ καὶ αὕτη ἡ μανία, ἐπειδὴ αὐτῇ τῇ διανοίᾳ ἐνδομυχεῖ, διαστρέφουσα αὐτὴν καὶ λυμαινομένη. Πῶς γὰρ οὐ μανία λαμπρὰ καὶ σαφὴς, καὶ μανίας ἁπάσης χαλεπώτερον πάθος, τῶν μὲν μενόντων διηνεκῶς καταφρονεῖν, τῶν δὲ ἀπολλυμένων ἔχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς; Εἰπὲ γάρ μοι, εἴ τις ἄνεμον ἐδίωκεν ἢ κρατεῖν ἐπεχείρει, οὐκ ἂν ἔφαμεν αὐτὸν μαίνεσθαι; εἴ τις σκιὰς κατεῖχε, τῶν ἀληθῶν ἀμελῶν, καὶ τὴν μὲν γυναῖκα ἐμίσει τὴν ἑαυτοῦ, περιεπλέκετο δὲ αὐτῆς τῇ σκιᾷ, ἢ τὸν μὲν υἱὸν ἀπεστρέφετο, τὴν δὲ τούτου σκιὰν πάλιν ἐφίλει, ἆρα ἂν ἕτερον ἐζήτησας σημεῖον τούτου σαφέστερον εἰς ἀπόδειξιν μανίας; Τοιοῦτοί τινές εἰσι καὶ οὗτοι οἱ πρὸς τὰ παρόντα κεχηνότες. Καὶ γὰρ πάντα σκιὰ, κἂν δόξαν εἴπῃς, κἂν δυναστείαν, κἂν εὐδοκίμησιν, κἂν πλοῦτον, κἂν τρυφὴν, κἂν ὁτιοῦν ἕτερον βιωτικόν. Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· πλὴν μάτην ταράσσεται· καὶ πάλιν, Αἱ ἡμέραι ἡμῶν, ὡς σκιὰ ἐκλίθησαν. Καὶ ἀλλαχοῦ καπνὸν καὶ ἄνθος χόρτου καλεῖ τὰ ἀνθρώπινα. Οὐ τὰ χρηστὰ δὲ σκιὰ μόνον, ἀλλὰ καὶ τὰ λυπηρὰ, κἂν θάνατον εἴπῃς, κἂν πενίαν. κἂν ἀῤῥωστίαν, κἂν ὁτιοῦν ἕτερον. Ποῖα οὖν τὰ μένοντα, καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρά; Ἡ βασιλεία ἡ αἰώνιος, καὶ ἡ γέεννα ἡ διηνεκής. Οὔτε γὰρ ὁ σκώληξ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἀναστήσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰςκόλασιν αἰώνιον. Ἵν' οὖν τὴν μὲν φύγωμεν, τῆς δὲ ἀπολαύσωμεν, ἀφέμενοι τῆς σκιᾶς, ἐχώμεθα τῶν ἀληθινῶν πραγμάτων μετὰ σπουδῆς ἁπάσης· οὕτωγὰρ ἐπιτευξόμεθα τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note