In epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.0.1
Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου.
5.1.1
Ταῦτα δοκεῖ μὲν ἀνάξια εἶναι Παύλου τὰ ῥήματα, εἰ δι' ἀπουσίαν ἀδελφοῦ τοσαύτην προήκατο σωτηρίαν· δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι. Τί οὖν; βούλεσθε πρότερον ἀποδείξωμεν, ὅτι τῆς ἀκολουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ; Ἐμοὶ δοκεῖ τὸ δεύτερον· οὕτω γὰρ κἀκεῖνο ἡμῖν εὐκολώτερον ἔσται καὶ σαφέστερον. Πῶς οὖν ἤρτηται τῶν προτέρων ταῦτα; Ἀναμνησθῶμεν αὐτῶν ἐκείνων, καὶ οὕτως εἰσόμεθα τοῦτο. Τίνα οὖν ἦν τὰ πρότερα; Ἅπερ ἔλεγεν ἀρχόμενος· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως, φησὶ, τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρενθεὶς, ἀναγκαίως διδάσκει πάλιν ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς καὶ τίνι τρόπῳ; Τῷ μὴ εὑρεῖν Τίτον. Δεινὸν μὲν γὰρ καὶ ἱκανὸν καταβαλεῖν ψυχὴν, καὶ τὸ πειρασμοὺς ὑπομένειν· ὅταν δὲ καὶ ὁ παραμυθούμενος μὴ ᾖ, καὶ δυνάμενος τὸ φορτίον συνδιενεγκεῖν, μείζων γίνεται ὁ χειμών. Τίτος δὲ αὐτός ἐστιν, ὅν φησι προϊὼν παρ' αὐτῶν ἀφῖχθαι πρὸς αὐτὸν, καὶ περὶ οὗ πολλὰ καὶ μεγάλα διεξέρχεται ἐγκώμια, καὶ ὃν ἔφησεν ἀπεσταλκέναι. Δεῖξαι τοίνυν βουλόμενος ὅτι καὶ ταύτῃ δι' αὐτοὺς ἐθλίβη, ταῦτα εἴρηκεν. Ὅτι μὲν οὖν ἤρτηται τῶν προτέρων τὰ εἰρημένα, δῆλον ἐκ τούτων· ὅτι δὲ οὐδὲ ἀνάξια Παύλου, καὶ τοῦτο δεῖξαι πειράσομαι. Οὐ γὰρ λέγει, ὅτι ἐνεπόδισε τῇ σωτηρίᾳ τῶν προσιέναι μελλόντων ἡ ἀπουσία Τίτου, οὐδ' ὅτι παρεῖδε τοὺς πιστεύσαντας διὰ τοῦτο, ἀλλ' ὅτι οὐκ ἔσχηκεν ἄνεσιν, τουτέστιν ἐθλίβη, ὠδυνήθη διὰ τὴν ἀπουσίαν τοῦ ἀδελφοῦ, δεικνὺς ὅσον ἐστὶν ἀδελφοῦ ἀπουσία· καὶ διὰ τοῦτο ἀπῆλθεν ἐκεῖθεν. Τί δέ ἐστιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον; Οὐχ ἁπλῶς, φησὶν, ἐπεδήμησα, ἀλλ' ὥστε κηρῦξαι. Ἀλλ' ὅμως καὶ διὰ τοῦτο ἐλθὼν, καὶ εὑρὼν ἔργον μέγιστον· Θύρας γάρ μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν, φησίν· οὐ μὴν διὰ τοῦτο ἐνεπόδισε τὸ ἔργον. Πῶς οὖν φησιν, ὅτι Ἀποταξάμενος αὐτοῖς ἐξῆλθον; Τουτέστιν, οὐ διέτριψα πλείονα χρόνον, στενοχωρούμενος, ὀδυνώμενος. Ἴσως δὲ καὶ ἐνεποδίζετο τὸ ἔργον, ἐκείνου ἀπόντος. Τοῦτο δὲ οὐ μικρὰ καὶ τούτοις παραμυθία. Εἰ γὰρ ἐκεῖ θύρας ἀνεῳγμένης, καὶ εἰς τοῦτο ἐλθὼν, ἐπειδὴ τὸν ἀδελφὸν οὐχ εὗρεν, ἀπεπήδησε ταχέως, πολλῷ μᾶλλον ὑμᾶς, φησὶ, συγγινώσκειν χρὴ ταῖς τῶν πραγμάτων ἀνάγκαις ἀγούσαις καὶ περιαγούσαις ἡμᾶς πανταχοῦ, καὶ οὐκ ἐώσαις, ὡς βουλόμεθα, οὔτε ἀποδημεῖν οὔτε ἐνδιατρίβειν οἷς ἂν ἐθέλωμεν ἐπιπλέον. Διὸ καὶ ἐπάγει πάλιν, ὥσπερ ἄνω τῷ Πνεύματι, οὕτω καὶ ἐνταῦθα τῷ Θεῷ τὰς ἀποδημίας ἀνατιθεὶς, καὶ λέγων· Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὑτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. Ἵνα γὰρ μὴ δόξῃ ὡς θρηνῶν ταῦτα ἀποδύρεσθαι, χάριν ἀναπέμπει τῷ Θεῷ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· πανταχοῦ θλῖψις, πανταχοῦ στενοχωρία· ἦλθον εἰς τὴν Ἀσίαν, ἐβαρήθην ὑπὲρ δύναμιν· ἦλθον εἰς τὴν Τρωάδα, οὐχ εὗρον τὸν ἀδελφόν· οὐκ ἦλθον πρὸς ὑμᾶς· οὐ μικράν μοι καὶ τοῦτο ἀθυμίαν ἐνεποίησεν, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ τῷ πολλοὺς ἡμαρτηκέναι παρ' ὑμῖν, καὶ τῷ διὰ τοῦτο ὑμᾶς μὴ ὁρᾷν· Φειδόμενος γὰρ ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, φησίν. Ἵν' οὖνμὴ δόξῃ ὀλοφύρεσθαι ταῦτα λέγων, ἐπάγει, ὅτι Οὐ μόνον οὐκ ἀλγοῦμεν ἐν ταῖς θλίψεσι ταύταις, ἀλλὰ καὶ χαίρομεν· καὶ τὸ μεῖζον, οὐ τῶν μελλόντων ἕνεκεν μόνον ἐπάθλων, ἀλλὰ καὶ αὐτῶν τῶν παρόντων· καὶ γὰρ ἐνταῦθά ἐσμεν λαμπροὶ ἐκ τούτων καὶ περιφανεῖς. Τοσοῦτον τοίνυν ἀπέχομεν τοῦ θρηνεῖν, ὅτι καὶ θρίαμβον τὸ πρᾶγμα καλοῦμεν, καὶ ἐγκαλλωπιζόμεθα τοῖς γινομένοις. Διὸ καὶ ἔλεγε, Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· τουτέστι, τῷ πᾶσι ποιοῦντι περιφανεῖς. Ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας, τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης. Διὸ οὐκ εἶπε, Τῷ καταδήλους ποιοῦντι, ἀλλὰ, Τῷ θριαμβεύοντι· δεικνὺς, ὅτι οἱ διωγμοὶ οὗτοι τρόπαια συνεχῆ κατὰ τοῦ διαβόλου πανταχοῦ τῆς γῆς ἀνιστῶσιν. Εἶτα μετὰ τοῦ θριαμβεύοντος θεὶς καὶ τὴν ὑπόθεσιν, ἀνίστησι κἀντεῦθεν τὸν ἀκροατήν. Οὐ γὰρ μόνον ὑπὸ τοῦ Θεοῦ θριαμβευόμεθα, ἀλλὰ καὶ ἐν Χριστῷ· τουτέστι, διὰ τὸν Χριστὸν καὶ τὸ κήρυγμα. Ἐπειδὰν γὰρ θριαμβεῦσαι δέῃ, ἀνάγκη πᾶσα καὶ ἡμᾶς τοὺς φέροντας τὸ τρόπαιον καταδήλους εἶναι, ἐπειδὴ αὐτὸν βαστάζομεν. Διὰ τοῦτο περίβλεπτοί ἐσμεν, καὶ περιφανεῖς. Καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ.
5.2.1
Ἄνω εἶπε, Πάντοτε θριαμβεύοντι, ἐνταῦθα, Ἐν παντὶ τόπῳ, φησί· δεικνὺς ὅτι καὶ τόπος καὶ καιρὸς πᾶς τῶν ἄθλων ἐμπέπλησται τῶν ἀποστολικῶν. Καὶ ἑτέρᾳ πάλιν κέχρηται μεταφορᾷ τῇ τῆς εὐωδίας. Καθάπερ γὰρ μύρον βαστάζοντες, οὕτω πᾶσίν ἐσμεν κατάδηλοι, φησί· μύρον πολύτιμον τὴν γνῶσιν λέγων. Καὶ οὐκ εἶπε, Τὴν γνῶσιν, ἀλλ', Ὀσμὴν γνώσεως. Τοιοῦτον γὰρ ἡ παροῦσα γνῶσις, οὐ σφόδρα σαφὴς, οὐδὲ ἐκκεκαλυμμένη. Διὸ καὶ ἐν τῇ προτέρᾳ ἔλεγεν Ἐπιστολῇ, Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, καὶ ἐνταῦθα ὀσμὴν τὸ τοιοῦτον μύρον καλεῖ. Ὁ δὲ τὴν ὀσμὴν εἰδὼς, ὅτι μὲν ἔστι μύρον που κείμενον οἶδε, ποταπὸν δὲ τὴν οὐσίαν, οὐκέτι, ἐὰν μὴ πρότερον αὐτὸ εἰδὼς τύχῃ. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἔστι Θεὸς ἴσμεν, τί δὲ τὴν οὐσίαν, οὐκέτι. Ὥσπερ οὖν θυμιατήριόν ἐσμεν βασιλικὸν, ὅπου ἂν ἀπέλθωμεν τοῦ οὐρανίου πνέοντες μύρου, καὶ τῆς πνευματικῆς εὐωδίας. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τοῦ κηρύγματος δεικνὺς τὴν ἰσχὺν, ὅτι δι' ὧν ἐπιβουλεύονται, διὰ τούτων λάμπουσι μᾶλλον τῶν διωκόντων αὐτοὺς, καὶ πᾶσαν τὴν οἰκουμένην ποιούντων εἰδέναι καὶ τὰ τρόπαια αὐτῶν καὶ τὴν εὐωδίαν, καὶ παρακαλῶν ὑπὲρ τῶν θλίψεων αὐτοὺς καὶ τῶν πειρασμῶν, ὥστε πάντα φέρειν γενναίως, εἴ γε καὶ πρὸ τῆς ἀντιδόσεως ἄφατον καρποῦνται τὸ κλέος. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις. Ἄν τε γὰρ σώζηταί τις, φησὶν, ἄν τε ἀπολλύηται, τὸ εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει. Καὶ καθάπερ τὸφῶς, κἂν σκοτίζῃ τοὺς ἀσθενεῖς, φῶς ἐστι, καίτοι σκοτίζον· καὶ τὸ μέλι κἂν πικρὸν ᾖ τοῖς νοσοῦσι, γλυκὺ τὴν φύσιν ἐστιν· οὕτω καὶ τὸ εὐαγγέλιον εὐῶδές ἐστι, κἂν ἀπολλύωνταί τινες ἀπιστοῦντες. Οὐ γὰρ αὐτοῦ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Καὶ ταύτῃ δὲ μάλιστα ἡ εὐωδία αὐτοῦ φαίνεται, ᾗ οἱ διεφθαρμένοι καὶ πονηροὶ ἀπόλλυνται. Ὥστε οὐκ ἀπὸ τῆς τῶν ἀγαθῶν σωτηρίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πονηρῶν ἀπωλείας δείκνυται αὐτοῦ ἡ ἀρετή. Ἐπεὶ καὶ ὁ ἥλιος, ἐπειδὴ σφόδρα φαιδρός ἐστι, διὰ τοῦτο μάλιστα πλήττει τῶν ἀσθενούντων τὰς ὄψεις· καὶ ὁ Σωτὴρ εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασίν ἐστιν, ἀλλ' ὅμως μένει Σωτὴρ ὢν, καὶ μυρίων πιπτόντων· καὶ ἡ παρουσία αὐτοῦ μειζόνως ἐκόλασε τοὺς μὴ πειθομένους, ἀλλ' ὅμως μένει σωτήριος οὖσα. Διὰ τοῦτο καὶ αὐτός φησιν, ὅτι Τῷ Θεῷ εὐωδία ἐσμέν· τουτέστι, Κἂν ἀπολλύωνταί τινες, ἡμεῖς μένομεν τοῦτο ὄντες ὅπερ ἐσμέν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Εὐωδία, ἀλλὰ, Τῷ Θεῷ. Ὅταν δὲ τῷ Θεῷ εὐωδία ὦμεν, κἀκεῖνος ταῦτα ψηφίζηται, τίς ἀντερεῖ λοιπόν; Καὶ τὸ, Χριστοῦ δὲ εὐωδία, διπλῆν μοι τὴν ἐξήγησιν ἔχειν δοκεῖ. Ἢ γὰρ τοῦτό φησιν, ὅτι ἑαυτοὺς θυσίαν προσέφερον ἀποθνήσκοντες, ἢ ὅτι τῆς τοῦ Χριστοῦ σφαγῆς εὐωδία ἐσμέν· ὡς ἂν εἴποι τις, Τοῦδε τοῦ ἱερείου εὐωδία ἐστὶ τόδε τὸ θυμίαμα. Ἢ τοῦτο οὖν ἐμφαίνει τῆς εὐωδίας τὸ ὄνομα· ἢ, ὅπερ ἔφθην εἰπὼν, ὅτι καθ' ἡμέραν θύονται διὰ τὸν Χριστόν. Εἶδες ποῦ τοὺς πειρασμοὺς ἀνήγαγε, θρίαμβον καὶ εὐωδίαν καλῶν, καὶ θυσίαν τῷ Θεῷ προσαγομένην; Εἶτα, ἐπειδὴ εἶπεν, Εὐωδία ἐσμὲν, καὶ ἐν τοῖς ἀπολλυμένοις, ἵνα μὴ νομίσῃς, ὅτι κἀκεῖνοι εὐπρόσδεκτοί εἰσιν, ἐπήγαγε· Τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Τὴν γὰρ εὐωδίαν ταύτην οἱ μὲν οὕτω προσίενται, ὥστε σωθῆναι, οἱ δὲ οὕτως, ὥστε ἀπολέσθαι. Ὥστε κἂν ἀπολλύηταί τις, παρ' αὐτοῦ ἡ αἰτία· ἐπεὶ καὶ τὰς ὗς τὸ μύρον λέγεται πνίγειν, καὶ τὸ φῶς, ὅπερ ἔφθην εἰπὼν, τοὺς ἀσθενεῖς σκοτίζειν. Καὶ τοιαύτη τῶν ἀγαθῶν ἡ φύσις· οὐ τὰ οἰκεῖα διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ ἐναντία ἀπόλλυσι· καὶ ταύτῃ μάλιστα διαδείκνυται αὐτῶν ἡ δύναμις. Καὶ γὰρ καὶ τὸ πῦρ οὐχ ὅταν φωτίζῃ μόνον, οὐδ' ὅταν χρυσίον καθαίρῃ, ἀλλὰ καὶ ὅταν ἀκάνθας δαπανᾷ, μάλιστα τὴν οἰκείαν ἰσχὺν ἐπιδείκνυται, καὶ ταύτῃ φαίνεται πῦρ· καὶ ὁ Χριστὸς δὲ ταύτῃ τὴν μεγαλωσύνην αὑτοῦ ἐνδείκνυται, ὅταν ἀναλώσῃ τὸν ἀντίχριστον τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσῃ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἐπειδὴ γὰρ μεγάλα ἐφθέγξατο, ὅτι Θυσία ἐσμὲν τοῦ Χριστοῦ καὶ εὐωδία, καὶ θριαμβευόμεθα πανταχοῦ, πάλιν μετριάζει, τῷ Θεῷ πάντα ἀνατιθείς· διὸ καί φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸ γὰρ πᾶν τοῦ Χριστοῦ, φησὶν, ἐστίν· οὐδὲν ἡμέτερον. Ὁρᾷς ἀπ' ἐναντίας τοῖς ψευδαποστόλοις φθεγγόμενον; Οἱ μὲν γὰρ καυχῶνται ὡς παρ' ἑαυτῶν εἰσφέροντές τι εἰς τὸ κήρυγμα, οὗτος δὲ διὰ τοῦτό φησι καυχᾶσθαι, ἐπειδὴ οὐδὲν αὐτοῦ φησιν εἶναι· Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως, ὅτι οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ. Καὶ οὗ τὴν κτῆσιν ἐνόμιζον ἐκεῖνοι εἶναι καύχημα, τῆς σοφίας λέγω τῆς ἔξωθεν, οὗτος τὴν ἀναίρεσιν· διὸ καὶ ἐνταῦθά φησι, Καὶ πρὸς ταῦτα τίς ἱκανός; Εἰ δὲ μὴ ἱκανοὶ, χάριτος τὸ γινόμενον. Οὐ γάρ ἐσμεν, ὥσπερ οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ.
5.3.1
Εἰ γὰρ καὶ μεγάλα φθεγγόμεθα, ἀλλ' οὐδὲν ἡμέτερον ἔφαμεν εἶναι κατόρθωμα, ἀλλὰ τὰ πάντα τοῦ Χριστοῦ· οὐδὲ γὰρ μιμησόμεθα τοὺς ψευδαποστόλους, τοὺς τὰ πολλὰ αὑτῶν εἶναι λέγοντας. Τοῦτο γάρ ἐστι καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, ὅταν τις χρημάτων πωλῇ, ὅπερ δωρεὰν ἔδει δοῦναι. Ἐνταῦθα γὰρ καὶ εἰς χρήματα αὐτοὺς σκώπτειν μοι δοκεῖ, καὶ ὅπερ εἶπον αἰνίττεσθαι πάλιν, οἷον, ὅτι τὰ αὑτῶν ἀναμιγνύουσι τοῖς θείοις· ὅπερ καὶ Ἡσαΐας ἐγκαλῶν ἔλεγεν, Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Εἰ γὰρ καὶ περὶ οἴνου τοῦτο εἴρηται, οὐκ ἄν τις ἁμάρτοι καὶ εἰς διδασκαλίαν αὐτὸ ἐκλαμβάνων. Ἀλλ' οὐχ ἡμεῖς, φησὶν, οὕτως· ἀλλ' οἷα ἐπιστεύθημεν, τοιαῦτα παρέχομεν, ἄκρατον κιρνῶντες τὸν λόγον· διὸ ἐπήγαγεν· Ἀλλ' ὡς ἐξ εἰλικρινείας, ἀλλ' ὡς ἐκ Θεοῦ, κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Οὐκ ἀπατῶντες ὑμᾶς, φησὶν, οὕτω κηρύττομεν, οἷον ὡς χαριζόμενοι ὑμῖν, ἢ παρ' ἑαυτῶν τι εἰσφέροντες καὶ ἀναμιγνύντες, ἀλλ' Ὡς ἐκ Θεοῦ· τουτέστιν, Οὐ λέγομεν ὅτι οἴκοθέν τι χαριζόμεθα, ἀλλ' ὅτι πάντα ὁ Θεὸς ἔδωκε· τοῦτο γάρ ἐστι τὸ, Ἐκ Θεοῦ· τὸ μηδὲν καυχᾶσθαι ὡς ἴδιον ἔχοντας, ἀλλὰ πάντα εἰς αὐτὸν ἀναφέρειν. Ἐν Χριστῷ λαλοῦμεν· οὐδὲν τῇ ἡμετέρᾳ σοφίᾳ, ἀλλὰ τῇ παρ' ἐκείνου δυνάμει ἐνηχούμενοι. Οἱ δὲ καυχώμενοι, οὐχ οὕτως, ἀλλ' ὡς παρ' ἑαυτῶν τι εἰσφέροντες. Διὸ καὶ ἀλλαχοῦ αὐτοὺς κωμῳδεῖ λέγων, Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Αὕτη μεγίστη ἀρετὴ, τὸ πάντα τῷ Θεῷ ἀνατιθέναι, τὸ μηδὲν οἰκεῖον εἶναι νομίζειν, τὸ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν, ἀλλὰ πρὸς τὸ τῷ Θεῷ δοκοῦν· οὗτος γάρ ἐστιν ὁ τὰς εὐθύνας ἀπαιτῶν. Νῦν δὲ ἡ τάξις ἀντέστραπται· καὶ τὸν μὲν ἐπὶ τοῦ βήματος καθιούμενον, καὶ τὰς εὐθύνας ἀπαιτήσοντα οὐ σφόδρα δεδοίκαμεν, τοὺς δὲ μεθ' ἡμῶν ἑστῶτας καὶ κρινομένους φρίττομεν. Πόθεν οὖν ἡ νόσος αὕτη; πόθεν εἰς τὰς ἡμετέρας κατέσκηψε ψυχάς; Ἀπὸ τοῦ μὴ διηνεκῶς τὰ ἐκεῖ λογίζεσθαι, ἀλλὰ τοῖς παροῦσι προσηλῶσθαι. Ἐντεῦθεν καὶ ἐν ταῖς πονηραῖς πράξεσι εὐκόλως πίπτομεν· κἂν ἀγαθόν τι πράξωμεν, πρὸς ἐπίδειξιν ποιοῦμεν, ὥστε κἀντεῦθεν ἡμῖν γίνεσθαι τὴν ζημίαν. Εἶδε γοῦν τις ἀκολάστοις ὀφθαλμοῖς τινα πολλάκις, καὶ ἔλαθε καὶ τὴν ὀφθεῖσαν καὶ τοὺς συμβαδίζοντας· ἀλλὰ τὸν ἀκοίμητον οὐκ ἔλαθεν ὀφθαλμόν. Ἐκεῖνος γὰρ καὶ πρὶν ἢ τὴν ἁμαρτίαν ἐργάσασθαι, εἶδε τὴν ψυχὴν τὴν ἀκόλαστον, καὶ τὴν μανίαν τὴν ἔνδον, καὶ τοὺς λογισμοὺς τοὺς στρεφομένους ἐν ζάλῃ καὶ κλύδωνι. Οὐδὲ γὰρ δεῖται μαρτύρων καὶ τεκμηρίων ὁ πάντα εἰδώς. Μὴ τοίνυν πρὸς τοὺς συνδούλους ὅρα· κἂν γὰρ ἐπαινέσῃ ἄνθρωπος, οὐδὲν ὄφελος, ὅταν ὁ Θεὸς μὴ ἀποδέξηται· κἂν καταγνῷ ἄνθρωπος, οὐδὲν βλάβος, ὅταν ὁ Θεὸς μὴ καταγνῷ. Μὴ δὴ ταύτῃ παρόξυνε τὸν δικαστὴν, τῶν μὲν συνδούλων πολὺν ποιούμενος λόγον, αὐτοῦ δὲ ἀγανακτοῦντος οὐ δεδοικὼς καὶ τρέμων. Καταφρονήσωμεν τοίνυν τοῦ παρ' ἀνθρώπων ἐπαίνου. Μέχρι πότε εὐτελεῖς καὶ χαμαίζηλοι; μέχρι πότε, τοῦ Θεοῦ πρὸς τὸν οὐρανὸν ἡμᾶς αἴροντος, αὐτοὶ χαμαὶ σύρεσθαι ἐσπουδάκαμεν; Οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, εἰ τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν εἶχον, ὡς ἔχειν δεῖ, οὐκ ἂν ἐπ' ἐρημίας τὸν ἀδελφὸν λαβόντες ἀπέκτειναν. Ὁ Κάϊν πάλιν εἰ τὴν ψῆφον ἐκείνου ἐδεδοίκει, ὡς δεδοικέναι ἔδει, οὐκ ἂν εἶπε, Δεῦρο, καὶ ἐξέλθωμεν εἰς τὸ πεδίον. Τί γὰρ, ὦ δειλὲ καὶ ταλαίπωρε, χωρίζεις αὐτὸν τοῦ γεγεννηκότος καὶ εἰς ἐρημίαν ἐξάγεις; μὴ γὰρ ὁ Θεὸς οὐχ ὁρᾷ καὶ ἐν τῷ πεδίῳ τὸ τόλμημα; ἀπὸ τῶν τῷ πατρί σου συμβεβηκότων οὐκ ἐπαιδεύθης, ὅτι πάντα οἶδε, καὶ πᾶσι πάρεστι τοῖς γινομένοις; Καὶ τίνος ἕνεκεν οὐκ εἶπε τοῦτο πρὸς αὐτὸν ὁ Θεὸς ἀρνούμενον· Ἐμὲ κρύπτεις τὸν πανταχοῦ παρόντα, καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενον; Ὅτι οὔπω ταῦτα φιλοσοφεῖν ἐκεῖνος ᾔδει καλῶς. Ἀλλὰ τί φησι; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· οὐχ ὡς τοῦ αἵματος φωνὴν ἔχοντος, ἀλλ' ὅπερ ἡμεῖς λέγομεν, ὅτι τὸ πρᾶγμα βοᾷ, ἐπὶ τῶν δήλων καὶ σαφῶν. Διὸ δὴ τὴν ψῆφον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν ἔχειν δεῖ, καὶ πάντα σβέννυται τὰ δεινά. Οὕτω καὶ ἐν εὐχαῖς νήφειν δυνάμεθα, ἂν ἐννοήσωμεν τίνι διαλεγόμεθα, ἂν ἀναλογισώμεθα ὅτι θυσίαν προσάγομεν, καὶ μάχαιραν μετὰ χεῖρας ἔχομεν, καὶ πῦρ καὶ ξύλα, ἂν ἀναπετάσωμεν τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, ἂν μεταστῶμεν ἐκεῖ, καὶ λαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος ἐμπήξωμεν εἰς τὸν τοῦ ἱερείου λαιμὸν, καὶ καταθύσωμεν αὐτῷ νῆψιν, καὶ ἐκχέωμεν αὐτῷ δάκρυα. Τοιοῦτον γὰρ τὸ αἷμα τοῦ ἱερείου τούτου· τοιαύτῃ τὸ θυσιαστήριον ἐκεῖνο φοινίσσεται σφαγῇ. Μηδὲν τοίνυν ἀφῇς τῶν ἀνθρωπίνων λογισμῶν κατέχειν σου τὴν ψυχὴν τότε.
5.4.1
Ἐννόησον ὅτι καὶ ὁ Ἀβραὰμ θυσίαν ἀνάγων, οὐ γυναῖκα, οὐ δοῦλον, οὐκ ἄλλον τινὰ ἀφῆκε παρεῖναι. Μὴ τοίνυν μηδὲ σὺ τῶν δουλικῶν καὶ ἀνελευθέρων παθῶν ἀφῇς τινά σοι παρεῖναι· ἀλλ' ἀνάβηθι μόνος εἰς τὸ ὄρος, ἔνθα ἐκεῖνος ἀνέβη, ἔνθα ἀναβῆναι θέμις οὐδένα ἕτερον. Κἂν ἐπιχειρῶσι συναναβαίνειν τινὲς τῶν τοιούτων ἐννοιῶν, ἐπίταξον αὐταῖς μετ' ἐξουσίας, καὶ εἰπὲ, Καθίσατε αὐτοῦ, ἐγὼ δὲ καὶ τὸ παιδίον προσκυνήσαντες ὑποστρέψομεν· καὶ τὴν ὄνον καὶ τοὺς παῖδας ἀφεὶς κάτω, καὶ εἴ τι ἄλογον καὶ ἀνόητον· εἴ τι λογικὸν, λαβὼν ἀνάβηθι, ὥσπερ ἐκεῖνος τὸν Ἰσαάκ. Καὶ τὸ θυσιαστήριον οἰκοδόμησον οὕτως ὡς ἐκεῖνος, ὡς μηδὲν ἔχων ἀνθρώπινον, ἀλλ' ἔξω τῆς φύσεως γενόμενος· ἐπεὶ καὶ ἐκεῖνος, εἰ μὴ ἔξω τῆς φύσεως ἦν, οὐκ ἂν τὸν παῖδα κατέσφαξε. Καὶ μηδὲν ἐνοχλείτωσοι τότε, ἀλλ' αὐτῶν γίνου τῶν οὐρανῶν ὑψηλότερος· στέναξον πικρὸν, κατάθυσον ἐξομολόγησιν· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, φησὶν, ἵνα δικαιωθῇς· κατάθυσον συντριβὴν καρδίας. Ταῦτα τὰ ἱερεῖα οὐκ εἰς τέφραν τελευτᾷ, οὐδὲ εἰς καπνὸν διαλύεται, οὐδὲ ξύλων δεῖται καὶ πυρὸς, ἀλλὰ κατανενυγμένης διανοίας μόνης· τοῦτο ξύλα, τοῦτο πῦρ καῖον αὐτὰ, καὶ οὐ κατακαῖον. Ὁ γὰρ μετὰ θερμότητος εὐχόμενος, καίεται, καὶ οὐ κατακαίεται, ἀλλ' ὥσπερ χρυσίον πυρὶ βασανιζόμενον, λαμπρότερος γίνεται. Μετὰ δὲ τούτων κἀκεῖνο φυλάττου, τὸ μηδὲν εἰπεῖν εὐχόμενος τῶν παροξυνόντων σου τὸν Δεσπότην, μηδὲ κατ' ἐχθρῶν προσέλθῃς. Εἰ γὰρ τὸ ἔχειν ἐχθροὺς ὄνειδος, τὸ κατεύχεσθαι αὐτῶν ἐννόησον ἡλίκον κακόν. Δέον γάρ σε ἀπολογήσασθαι διὰ τί ἐχθροὺς ἔχεις, σὺ δὲ αὐτῶν καὶ κακηγορεῖς. Καὶ ποίας τεύξῃ συγγνώμης, καὶ κακηγορῶν, καὶ ἐν καιρῷ τοιούτῳ, ὅτε ἐλέου σοι δεῖ πολλοῦ; Καὶ γὰρ ὑπὲρ οἰκείων προσῆλθες ἁμαρτημάτων δεόμενος· μὴ τοίνυν μνημονεύσῃς τῶν ἀλλοτρίων, ἵνα μὴ τῶν ἰδίων ἀναμνήσῃς. Ἂν γὰρ εἴπῃς, Πάταξον τὸν ἐχθρὸν, ἐνέφραξάς σου τὸ στόμα· οὐκέτι γὰρ παῤῥησίαν ἔδωκας τῇ γλώττῃ· πρῶτον μὲν, ὅτι παρώργισας τὸν δικαστὴν ἐκ προοιμίων εὐθέως· δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήματι τῆς εὐχῆς. Εἰ γὰρ ὑπὲρ ἀφέσεως ἁμαρτημάτων προσεύχῃ, πῶς ὑπὲρ κολάσεως διαλέγῃ; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν, καὶ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα τοῦτο καὶ ὑπὲρ ἑαυτῶν μετὰ παῤῥησίας παρακαλέσωμεν. Νυνὶ δὲ προκατέλαβες τοῦ δικαστοῦ τὴν ψῆφον διὰ τῆς σῆς, ἀξιῶν τοὺς ἁμαρτάνοντας κολάζειν· ὃ καὶ συγγνώμης ἀποστερεῖ πάσης. Ἂν δὲ ὑπὲρ αὐτῶν εὔξῃ, κἂν μηδὲν ὑπὲρ τῶν σῶν εἴπῃς, τὸ πᾶν ἤνυσας. Ἐννόησον πόσαι θυσίαι εἰσὶν ἐν τῷ νόμῳ· θυσία αἰνέσεως, θυσία ἐξομολογήσεως, θυσία σωτηρίου, θυσία καθαρμῶν, καὶ ἕτεραι μυρίαι, καὶ οὐδεμία κατ' ἐχθρῶν, ἀλλ' ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων ἑκάστη, ἢ καὶ κατορθωμάτων. Μὴ γὰρ ἄλλῳ προσέρχῃ Θεῷ; Ἐκείνῳ προσέρχῃ τῷ εἰπόντι, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Πῶς οὖν αὐτῶν καταβοᾷς; πῶς παρακαλεῖς τὸν Θεὸν τὸν οἰκεῖον λῦσαι νόμον; Οὐκ ἔστι τοῦτο ἱκέτου σχῆμα· οὐδεὶς ἱκετεύει ἵνα ἄλλος ἀπόληται, ἀλλ' ἵνα αὐτὸς σωθῇ. Τί τοίνυν σχῆμα μὲν ἱκέτου περίκεισαι, ῥήματα δὲ ἔχεις κατηγόρου; Καὶ ὅταν μὲν ὑπὲρ ἑαυτῶν εὐχώμεθα, καὶ κνώμεθα καὶ χασμώμεθα, καὶ εἰς μυρίους ἐμπίπτομεν λογισμούς· ὅταν δὲ κατ' ἐχθρῶν, νήφοντες τοῦτο ποιοῦμεν. Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζόνως ἡμῖν λυμήνηται. Ἀλλὰ ἠδίκημαι, φησὶ, καὶ θλίβομαι. Οὐκοῦν κατὰ τοῦ διαβόλου εὖξαι, τοῦ μάλιστα πάντων ἀδικοῦντος ἡμᾶς. Τοῦτο καὶ ἐπετάγης λέγειν, Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐκεῖνός ἐστιν ὁ ἀκατάλλακτος ἐχθρός· ἄνθρωπος δὲ, ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός. Ἐκείνῳ τοίνυν πάντες ὀργιζώμεθα, κατ' αὐτοῦ παρακαλῶμεν τὸν Θεὸν λέγοντες, Σύντριψον τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν. Οὗτος γὰρ τίκτει καὶ τοὺς ἐχθρούς. Ἂν δὲ κατ' ἐχθρῶν εὔξῃ, τὴν εὐχὴν, ἣν ἐκεῖνος βούλεται, εὔχῃ· ὥσπερ οὖν ἂν ὑπὲρ ἐχθρῶν, κατὰ τούτου. Τί τοίνυν τὸν ὄντως ἐχθρὸν ἀφεὶς, τὰ μέλη δάκνεις τὰ σὰ, θηρίων χαλεπώτερος ταύτῃ γινόμενος; Ἀλλ' ὕβρισε, φησὶ, καὶ χρήματα ἀπεστέρησε. Καὶ τίνα δεῖ πενθεῖν, τὸν παθόντα κακῶς, ἢ τὸν ποιήσαντα κακῶς; Ὅτι χρήματα κερδάνας, τῆς εὐνοίας ἑαυτὸν ἐξέβαλε τοῦ Θεοῦ, καὶ μείζονα ἀπώλεσεν ἢ ἔλαβεν· ὥστε ἐκεῖνός ἐστιν ὁ ἠδικημένος. Οὐκοῦν οὐχὶ κατεύχεσθαι δεῖ, ἀλλ' ὑπερεύχεσθαι αὐτοῦ, ἵνα ὁ Θεὸς ἵλεως αὐτῷ γένηται.
5.5.1
Ὅρα πόσα ἔπαθον οἱ παῖδες οἱ τρεῖς, οὐδὲν ποιήσαντες δεινόν· ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔμελλον διὰ τὸ ὄναρ εἰκῆ καὶ μάτην. Τί οὖν εἰσελθόντες μετὰ τοῦ Δανιὴλ, τί ηὔξαντο; τί δὲ εἶπον; Κατάῤῥαξον τὸν Ναβουχοδονόσορ· κατάσπασον αὐτοῦ τὸ διάδημα· κατάβαλε αὐτὸν ἀπὸ τοῦ θρόνου; Οὐδὲν τοιοῦτον· ἀλλ' ἐξῄτουν οἰκτιρμοὺς παρὰ τοῦ Θεοῦ. Καὶ ὅτε ἐν τῇ καμίνῳ ἦσαν, ὁμοίως. Ἀλλ' οὐχ ὑμεῖς, ἀλλὰ πολλῷ ἐλάττονα ἐκείνων πάσχοντες, καὶ δικαίως πολλάκις, οὐ παύεσθε ἀρώμενοι μυρία· καὶ ὁ μέν φησι, Κατάβαλε τὸν ἐχθρὸν, ὡς κατεπόντισας τὸ ἅρμα τοῦ Φαραώ· ὁ δὲ, Πλῆξον αὐτοῦ τὴν σάρκα· ἕτερος πάλιν, Ἀπόδος εἰς τὰ τέκνα. Ἦ οὐκ ἐπιγινώσκετε ταυτὶ τὰ ῥήματα; Πόθεν οὖν ὑμῖν ὁ γέλως οὗτος; Ὁρᾷς πῶς ἐστι καταγέλαστα, ὅταν χωρὶς πάθους λέγηται; Καὶ πᾶσα δὲ ἁμαρτία τότε δείκνυται πῶς ἐστιν αἰσχρὰ, ὅταν αὐτὴν γυμνώσῃς τῆς διαθέσεως τοῦ τολμῶντος, Ἂν τὸν ὀργισθέντα ὑπομνήσῃς τῶν ῥημάτων, ὧν εἶπεν ἐν τῷ θυμῷ, καταδύσεται, καὶ καταγελάσεται ἑαυτοῦ, καὶ βουλήσεται μυρία πεπονθέναι, ἢ ἐκεῖνα αὐτοῦ εἶναι τὰ ῥήματα· κἂν τὸν ἀκόλαστον ἀγάγῃς μετὰ τὴν μίξιν πρὸς τὴν πορνευομένην γυναῖκα, καὶ οὗτος ταύτην ἀποστραφήσεται ὡς μυσαράν. Οὕτω καὶ ὑμεῖς οἱ μὴ ὄντες ἐν τῷ πάθει, καταγελᾶτε νῦν· καταγέλαστα γὰρ, καὶ γραϊδίων τὰ ῥήματα ταῦτα μεθυόντων, καὶ γυναικώδους μικροψυχίας. Καὶ ὁ Ἰωσὴφ δὲ πραθεὶς καὶ δοῦλος γενόμενος καὶ δεσμωτήριον οἰκήσας, οὐδ' οὕτως ἐξέβαλε ῥῆμα πικρὸν κατὰ τῶν λελυπηκότων· ἀλλὰ τί φησι; Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐ προστίθησιν ὑπὸ τίνος· αἰσχύνεται γὰρ ὑπὲρ τῶν ἀδελφικῶν κακῶν μᾶλλον ἐκείνων τῶν ποιησάντων αὐτά. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, μᾶλλον τῶν ἐπηρεαζόντων αὐτῶν ἀλγεῖν ὑπὲρ αὐτῶν· ἡ βλάβη γὰρ εἰς ἐκείνους διαβαίνει. Ὥσπερ οὖν οἱ λακτίζοντες ἥλους, καὶ μέγα φρονοῦντες, ἐλέου ἄξιοι καὶ θρήνου τῆς μανίας ἕνεκα ταύτης εἰσίν· οὕτως οἱ ἀδικοῦντες τοὺς οὐδὲν ποιοῦντας αὐτοῖς κακὸν, ἅτε τὰς ἑαυτῶν πλήττοντες ψυχὰς, πολλῶν ὀδυρμῶν ἄξιοι καὶ θρήνων, οὐκ ἀρῶν. Οὐδὲν γὰρ μιαρώτερον ψυχῆς ἀρωμένης, οὐδὲ γλώττης ἀκαθαρτότερον τοιαῦτα θυούσης. Ἄνθρωπος εἶ, μὴ ἀσπίδων ἰὸν ἐμέσῃς· ἄνθρωπος εἶ, μὴ γένῃ θηρίον. Διὰ τοῦτό σοι στόμα γέγονεν, οὐχ ἵνα δάκνῃς, ἀλλ' ἵνα θεραπεύῃς τὰ ἑτέρων τραύματα. Ἀναμνήσθητι τί σοι παρῄνεσα, φησὶν ὁ Θεός· συγχωρεῖν καὶ ἀφιέναι. Σὺ δὲ καὶ ἐμὲ παρακαλεῖς κοινωνὸν γενέσθαι τῆς ἀνατροπῆς τῶν ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις τὴν γλῶτταν, καθάπερ οἱ μαινόμενοι ἀπὸ τῶν οἰκείων μελῶν τοὺς ὀδόντας. Πῶς οἴει τὸν διάβολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ; πῶς τὸν Θεὸν παροξύνεσθαι καὶ ἀποστρέφεσθαι καὶ μισεῖν, ὅταν τοιαῦτα παρακαλῇς; οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Εἰ γὰρ μυστηρίοις οὐ χρὴ προσιέναι ἐχθροὺς ἔχοντα· τὸν οὐκ ἔχοντα μόνον, ἀλλὰ καὶ κατευχόμενον, πῶς οὐχὶ καὶ τῶν περιβόλων αὐτῶν ἀπείργεσθαι δεῖ; Ταῦτ' οὖν ἐννοοῦντες, καὶ τῆς θυσίας τὴν ὑπόθεσιν εἰδότες, ὅτι ὑπὲρ ἐχθρῶν ἐτύθη, μήτε ἐχθρὸν ἔχωμεν, κἂν ἔχωμεν, ὑπερευχώμεθα· ἵνα καὶ ἡμεῖς τῶν ἡμαρτημένων ἡμῖν λαβόντες συγχώρησιν, μετὰ παῤῥησίας τῷ βήματι τοῦ Χριστοῦ παραστῶμεν· ᾧ ἡ δόξα, κράτος, τιμὴ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.