Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.0.1
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; εἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν;
6.1.1
Ὅπερ ἔμελλεν αὐτῷ παρ' ἑτέρων ἀνθυποφέρεσθαι, ὅτι Ἐπαίρεις σαυτὸν, τοῦτο προλαβὼν αὐτὸς τέθεικε· καίτοι τοσαύτῃ ἐπιδιορθώσει χρησάμενος ἔμπροσθεν, καὶ εἰπὼν, Πρὸς ταῦτα τίς ἱκανός; καὶ, ὅτι Ἐξ εἰλικρινείας λαλοῦμεν· ἀλλ' ὅμως οὐκ ἀρκεῖται ἐκείνοις. Τοιοῦτον γὰρ αὐτοῦ τὸ ἦθος· τοῦ δοκεῖν περὶ ἑαυτοῦ μέγα τι λέγειν πόῤῥω καθέστηκε, καὶ μετὰ πολλῆς τῆς περιουσίας αὐτὸ φεύγει καὶ ὑπερβολῆς. Σὺ δέ μοι κἀντεῦθεν σκόπει τὴν περιουσίαν αὐτοῦ τῆς σοφίας. Πρᾶγμα γὰρ δοκοῦν εἶναι σκυθρωπὸν, τὰς θλίψεις λέγω, οὕτως ἐπῆρε, καὶ ἔδειξε λαμπρὸν ὂν καὶ περιφανὲς, ὡς ταύτην αὐτῷ τὴν ἀντίθεσιν ἐκ τῶν εἰρημένων ἀνακύψαι. Ποιεῖ δὲ αὐτὸ καὶ πρὸς τῷ τέλει. Μετὰ γὰρ τὸ μυρίους ἀριθμῆσαι κινδύνους, ὕβρεις, στενοχωρίας, ἀνάγκας, καὶ ὅσα τοιαῦτα, ἐπήγαγε λέγων, Οὐχ ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος. Καὶ τίθησιν αὐτὸ πάλιν ἐκεῖ σφοδρῶς, καὶ μετὰ πλείονος παραμυθίας. Ἐνταῦθα μὲν γὰρ ἀγάπης ἐστὶ τὰ ῥήματα, Εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν; ἐκεῖ δὲ γέμει τινὸς τοῦ φρονήματος τὰ λεγόμενα ἀναγκαίως καὶ χρησίμως καὶ θυμοῦ. Οὐ γὰρ πάλιν, φησὶν, ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ, Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Ὅτι κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἶον οὐ θέλετε. Ἵνα γὰρ μὴ δόξῃ κολακείας δόξαν λαμβάνειν, ὡς ἐφιέμενος τῆς παρ' αὐτῶν τιμῆς, ταῦτά φησι, Φοβοῦμαι μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε. Ἀλλὰ ταῦτα μὲν μετὰ κατηγορίας πολλῆς· ἐν ἀρχῇ δὲ οὐχ οὕτως, ἀλλ' ἡμερώτερον. Τί δέ ἐστιν ὅ φησιν; Εἶπε περὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, καὶ ὅτι πανταχοῦ πομπεύεται παρὰ τοῦΘεοῦ ἐν τῷ Χριστῷ, καὶ ἡ οἰκουμένη πᾶσα τοὺς θριάμβους οἶδε τούτους. Ἐπεὶ οὖν μεγάλα περὶ αὑτοῦ ἐφθέγξατο, ἀνθυποφέρει ἑαυτῷ λέγων· Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἴσως τις ἡμῖν ἀντερεῖ, Τί τοῦτο, ὦ Παῦλε; ταῦτα περὶ σεαυτοῦ λέγεις, καὶ σαυτὸν ἐπαίρεις; Ταύτην οὖν λύων τὴν ὑπόνοιαν, φησὶν, ὅτι Οὐ τοῦτο βουλόμεθα, οἷον κομπάζειν καὶ ἑαυτοὺς ἐπαίρειν· ἀλλὰ τοσοῦτον ἀπέχομεν τοῦ δεηθῆναι πρὸς ὑμᾶς συστατικῶν ἐπιστολῶν, ὡς ὑμᾶς ἀντὶ ἐπιστολῆς ἔχειν. Ἡ γὰρ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, φησί. Τί ἐστιν, Ὑμεῖς ἐστε; Εἰ ἔδει πρὸς ἑτέρους ἡμᾶς συσταθῆναι, ὑμᾶς ἂν παρηγάγομεν εἰς μέσον ἀντ' ἐπιστολῆς· ὃ καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ ἔλεγεν· Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Ἀλλ' οὕτω μὲν ἐνταῦθα οὐ λέγει, μετ' εἰρωνείας δὲ, ὥστε πληκτικώτερον ποιῆσαι τὸν λόγον· Εἰ μὴ χρῄζομεν συστατικῶν ἐπιστολῶν; Καὶ αἰνιττόμενος τοὺς ψευδαποστόλους, ἐπήγαγεν· Ὥς τινες, πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν συστατικῶν ἐπιστολῶν, πρὸς ἄλλους. Εἶτα, ἐπειδὴ βαρὺ ἦν τὸ εἰρημένον, παραμυθεῖται αὐτὸ ἐπάγων καὶ λέγων· Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη ὑπὸ πάντων· φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Ἐνταῦθα οὐ μόνον αὐτοῖς ἀγάπην, ἀλλὰ καὶ κατορθώματα μαρτυρεῖ, εἴ γε ἱκανοί εἰσι δεῖξαι πᾶσιν ἀνθρώποις διὰ τῆς οἰκείας ἀρετῆς τοῦ διδασκάλου τὸ ἀξίωμα. Τοῦτο γάρ ἐστιν, Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε. Ὅπερ ἂν ἐποίησε τὰ γράμματα συνιστῶντα ἡμᾶς καὶ αἰδεσίμους ποιοῦντα, τοῦτο ὑμεῖς ποιεῖτε, καὶ ὁρώμενοι καὶ ἀκουόμενοι. Μαθητῶν γὰρ ἀρετὴ τὸν διδάσκαλον εἴωθε κοσμεῖν καὶ συνιστᾷν πάσης μᾶλλον ἐπιστολῆς. Ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν. Τουτέστιν, ἣν πάντες ἴσασιν· οὕτως ὑμᾶς πανταχοῦ περιφέρομεν, καὶ ἐν νῷ ἔχομεν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ σύστασις ἡμῶν πρὸς ἑτέρους ὑμεῖς ἐστε· καὶ γὰρ ἔχομεν ὑμᾶς ἐν τῇ καρδίᾳ διηνεκῶς, καὶ πρὸς ἅπαντας τὰ ὑμέτερα ἀνακηρύττομεν κατορθώματα. Οὐ τοίνυν τῷ καὶ πρὸς ἑτέρους ὑμᾶς εἶναι σύστασιν ἡμῶν, δεόμεθα ἐπιστολῶν παρ' ὑμῶν· ἀλλὰ καὶ τῷ σφόδρα φιλεῖν ὑμᾶς, οὐ δεόμεθα πρὸς ὑμᾶς συστάσεως· πρὸς γὰρ τοὺς ἀγνῶτάς τις δεῖται γραμμάτων· ὑμεῖς δὲ ἐν τῇ διανοίᾳ ἡμῶν ἐστε. Καὶ οὐκ εἶπεν, Ἐστὲ, ἁπλῶς, ἀλλὰ, Ἐγγεγραμμένη· τουτέστιν, οὐδὲ ἀποπεσεῖν δύνασθε. Ὥσπερ γὰρ ἀπὸ γραμμάτων ἀναγινώσκοντες, οὕτως ἀπὸ τῆς καρδίας ἡμῶν γινώσκοντες ἴσασι πάντες τὴν ἀγάπην ἡμῶν, ἣν ἔχομεν περὶ ὑμᾶς.
6.2.1
Εἰ τοίνυν τὰ γράμματα διὰ τοῦτό ἐστιν, ἵνα δηλώσῃ ὅτι ὁ δεῖνά μοι φίλος, καὶ ἀπολαυέτω παῤῥησίας, ἀρκεῖ ἡ ὑμετέρα ἀγάπη τὸ πᾶν ἀνύσαι. Ἄν τε γὰρ πρὸς ὑμᾶς ἴωμεν, οὐ δεόμεθα ἑτέρων τῶν συνιστώντων ἡμᾶς, τῆς φιλίας ὑμῶν προλαμβανούσης· ἄν τε πρὸς ἑτέρους, οὐ χρῄζομεν πάλιν γραμμάτων, τῆς αὐτῆς ἀγάπης ἀντὶ τούτων ἀρκούσης ἡμῖν πάλιν· περιφέρομεν γὰρ τὴν ἐπιστολὴν ἐν ταῖς καρδίαις ἡμῶν. Εἶτα ἐπὶ μεῖζον ἐπαίρων αὐτοὺς, καὶ ἐπιστολὴν Χριστοῦ καλεῖ, λέγων· Φανερούμενοι, ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ. Καὶ τοῦτο εἰπὼν, λαμβάνει λοιπὸν ὑπόθεσιν καὶ ἀρχὴν ἐντεῦθεν ἐξετάσαι τὰ τοῦ νόμου. Καὶ ἄλλως δὲ αὐτοὺς ἐνταῦθά φησιν εἶναι ἐπιστολήν· ἀνωτέρω μὲν γὰρ ὡς συνιστῶντας· διὸ ἐπιστολήν ἐκάλεσεν· ἐνταῦθα δὲ ἐπιστολὴν Χριστοῦ, ὡς ἔχοντας τὸν νόμον ἐγγεγραμμένον τοῦ Θεοῦ. Ἃ γὰρ ἐβούλετο ὁ Θεὸς δηλῶσαι πᾶσι καὶ ὑμῖν, ταῦτα γέγραπται ἐν ταῖς καρδίαις ὑμῶν. Ἡμεῖς δὲ παρεσκευάσαμεν ὑμᾶς, ὥστε δέξασθαι τὰ γράμματα. Καθάπερ Μωϋσῆς τοὺς λίθους καὶ τὰς πλάκας ἐκόλαψεν, οὕτως ἡμεῖς τὰς ὑμετέρας ψυχάς· διό φησι, Διακονηθεῖσα ὑφ' ἡμῶν. Ἀλλ' ἐν τούτῳ τὸ ἴσον εἶχον· καὶ γὰρ ἐκεῖναι ὑπὸ Θεοῦ ἐγράφησαν, καὶ αὗται ὑπὸ τοῦ Πνεύματος. Ποῦ τοίνυν ἡ διαφορά; Ἐγγεγραμμένη, οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ὅσον δὲ τὸ μέσον Πνεύματος καὶ μέλανος, καὶ λιθίνης πλακὸς καὶ σαρκίνης, τοσοῦτον τὸ διάφορον τούτων κἀκείνων· οὐκοῦν καὶ οἱ διακονήσαντες τοῦ διακονήσαντος ἐκείνοις. Διά τοι τοῦτο, ἐπεὶ μέγα ἐφθέγξατο, ταχέως ἐπιλαμβάνεται ἑαυτοῦ, λέγων· Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· καὶ πάλιν ὅλον ἀνατίθησι τῷ Θεῷ· τούτων γὰρ ἡμῖν ὁ Χριστὸς αἴτιος, φησίν. Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν τι λογίσασθαι, ὡς ἐξ ἑαυτῶν. Ὅρα πάλιν καὶ ἑτέραν ἐπιδιόρθωσιν. Καὶ γὰρ μεθ' ὑπερβολῆς τὴν ἀρετὴν ταύτην μάλιστα κέκτηται, τὴν ταπεινοφροσύνην λέγω. Διόπερ ὅταν εἴπῃ τι μέγα περὶ ἑαυτοῦ, πάσῃ κέχρηται σπουδῇ, ὥστε σφοδρῶς παραμυθήσασθαι τὸ εἰρημένον τρόπῳ παντί· ὃ καὶ ἐνταῦθα ποιεῖ, λέγων, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν τι λογίσασθαι ὡς ἐξ ἑαυτῶν. Τουτέστιν, Οὐχ οὕτως εἶπον, Πεποίθησιν ἔχομεν, ὡς τὸ μὲν ἡμέτερον εἶναι, τὸ δὲ τοῦ Θεοῦ· ἀλλὰ τὸ πᾶν αὐτῷ ἀνατίθημι καὶ λογίζομαι. Ἡ γὰρ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς Διαθήκης. Τί ἐστιν, Ἱκάνωσε; Δυνατοὺς ἐποίησε καὶ ἐπιτηδείους. Οὐ μικρὸν δὲ τοῦτο, τὸ κομίσαι τοιαύτας πλάκας καὶ ἐπιστολὰς τῇ οἰκουμένῃ, πολὺ μείζους τῶν προτέρων. Διὸ καὶ ἐπήγαγεν· Οὐ γράμματος, ἀλλὰ πνεύματος. Ἰδοὺ πάλιν ἄλλη διαφορά. Τί οὖν; ἐκεῖνος οὐκ ἦν πνευματικὸς ὁ νόμος; πῶς οὖν φησιν, Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστι; Πνευματικὸς μὲν, ἀλλ' οὐ πνεῦμα παρεῖχεν· οὐ γὰρ πνεῦμα ἐκόμισε Μωϋσῆς, ἀλλὰ γράμματα· ἡμεῖς δὲ ἐπιστεύθημεν πνεῦμα διδόναι. Διὸ καὶ ἐπεξεργάζεται αὐτὸ λέγων· Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ταῦτα δὲ οὐχ ἁπλῶς φησιν, ἀλλ' ἐκείνους αἰνιττόμενος τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς Ἰουδαϊκοῖς. Γράμμα δὲ ἐνταῦθα τὸν νόμον φησὶ, τὸν κολάζοντα τοὺς πλημμελοῦντας· πνεῦμα δὲ τὴν χάριν τὴν διὰ τοῦ βαπτίσματος τοὺς ὑπὸ τῶν ἁμαρτιῶν νεκρωθέντας ζωοποιοῦσαν. Εἰπὼν γὰρ τὴν διαφορὰν τὴν ἀπὸ τῆς φύσεως τῶν πλακῶν, οὐκ ἐνδιατρίβει αὐτῇ, ἀλλὰ παραδραμὼν αὐτὴν ταύτην ἐπὶ πλεῖον ἐργάζεται, ᾗ μάλιστα ἑλεῖν τὸν ἀκροατὴν ἠδύνατο, ἀπὸ τοῦ συμφέροντος καὶ κούφου. Οὔτε γὰρ πόνον ἔχει, φησὶ, καὶ μείζονα παρέχει τὴν χάριν. Εἰ γὰρ περὶ Χριστοῦ διαλεγόμενος, ἐκεῖνα μάλιστα τίθησιν, ἃ τῆς φιλανθρωπίας αὐτοῦ ἐστι μᾶλλον ἢ τῆς ἀξίας, καὶ ἀλλήλοις συνδέδεται· πολλῷ μᾶλλον ἐπὶ τῆς διαθήκης, ἀναγκαίως τοῦτο ποιεῖ. Τί οὖν ἐστι τὸ, Γράμμα ἀποκτείνει; Εἶπεν ὅτι ἐν πλαξὶ λιθίναις, καὶ καρδίαις σαρκίναις, οὐδέπω δὲ μεγάλην ἐδόκει διαφορὰν λέγειν. Προσέθηκε οὖν ὅτι ἐκείνη γράμματι ἢ μέλανι, αὕτη δὲ πνεύματι. Οὔτε τοῦτο πάνυ αὐτοὺς διήγειρε. Λέγει οὖν λοιπὸν ὅπερ ἱκανὸν αὐτοὺς πτερῶσαι, ὅτι τὸ μὲν ἀποκτείνει, τὸ δὲ ζωοποιεῖ.
6.3.1
Τί δὲ τοῦτό ἐστιν; Ἐν τῷ νόμῳ ὁ ἁμάρτημα ἔχων, κολάζεται· ἐνταῦθα ὁ ἁμάρτημα ἔχων, προσελθὼν βαπτίζεται, καὶ γίνεται δίκαιος· δίκαιος δὲ γινόμενος ζῇ, τοῦ θανάτου τῆς ἁμαρτίας ἀπαλλαγείς. Ὁ νόμος ἐὰν λάβῃ φονέα, ἀναιρεῖ· ἡ χάρις ἐὰν λάβῃ φονέα, φωτίζει καὶ ζωοποιεῖ. Καὶ τί λέγω φονέα; Ξύλα ἔλαβεν ἐν σαββάτῳ συλλέξαντα ὁ νόμος, καὶ ἐλίθασε· τοῦτό ἐστι, Τὸ γράμμα ἀποκτείνει. Μυρίους ἀνδροφόνους καὶ λῃστὰς λαμβάνει ἡ χάρις, καὶ βαπτίζουσα ἀπαλλάττει τῶν προτέρων κακῶν· τοῦτό ἐστι, Τὸ πνεῦμα ζωοποιεῖ. Ἐκεῖνος ἀπὸ ζῶντος νεκρὸν ἐργάζεται τὸν ἁλόντα· αὕτη ἀπὸ νεκροῦ ζῶντα κατασκευάζει τὸν ὑπεύθυνον. Δεῦτε γὰρ πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· καὶ οὐκ εἶπε, Κολάσω ὑμᾶς, ἀλλ', Ἀναπαύσω ὑμᾶς. Ἐν γὰρ τῷβαπτίσματι θάπτεται τὰ ἁμαρτήματα, ἐξαλείφεται τὰ πρότερα, ζωοποιεῖται ὁ ἄνθρωπος, ὥσπερ εἰς πλάκα αὐτοῦ τὴν καρδίαν ἐγγράφεται πᾶσα ἡ χάρις. Ἐννόησον τοίνυν ὅση τοῦ Πνεύματος ἡ ἀξία, ὅταν αἱ πλάκες αὐτοῦ βελτίους τῶν προτέρων, ὅταν μεῖζόν τι καὶ αὐτῆς τῆς ἀναστάσεως ἐπιδεικνύηται. Καὶ γὰρ ἡ νέκρωσις αὕτη τῆς προτέρας χαλεπωτέρα, ἧς καὶ ἀπαλλάττει, καὶ τοσούτῳ, ὅσῳ ψυχὴ σώματος βελτίων· καὶ αὕτη δι' ἐκείνης συνίσταται ἡ ζωὴ, ἣν τὸ Πνεῦμα δίδωσιν· εἰ δὲ ταύτην δυνατὸν χαρίσασθαι, πολλῷ μᾶλλον τὴν ἐλάττονα· ἐκείνην μὲν γὰρ προφῆται εἰργάσαντο, ταύτην δὲ οὐκέτι. Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός. Οὐδὲἐκείνην δὲ χωρὶς Πνεύματος παρεῖχον οἱ προφῆται. Οὐ τοῦτο δέ ἐστι μόνον τὸ θαυμαστὸν, ὅτι ζωοποιεῖ, ἀλλ' ὅτι καὶ ἑτέροις τοῦτο παρέσχε ποιεῖν. Λάβετε γὰρ, φησὶ, Πνεῦμα ἅγιον. Διὰ τί; χωρὶς Πνεύματος γὰρ οὐκ ἐνῆν; Ἀλλὰ δεικνὺς ὁ Θεὸς, ὅτι τοῦτο τῆς ἐξουσίας ἐστὶ τῆς ἀνωτάτω, καὶ τῆς οὐσίας τῆς βασιλικῆς ἐκείνης καὶ τὴν αὐτὴν ἔχει ἰσχὺν, καὶ τοῦτό φησι· διὸ καὶ ἐπάγει, Ὧν ἐὰν ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται, καὶ ὧν ἐὰν κρατῆτε, κεκράτηνται. Ἐπεὶ οὖν ἐζωοποίησεν ἡμᾶς, μένωμεν ζῶντες, καὶ μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανίωμεν νεκρότητα· Ὁ Χριστὸς γὰρ οὐκέτι ἀποθνήσκει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ οὐ βούλεται ἀεὶ χάριτι ἡμᾶς σώζεσθαι, ἐπεὶ κενοὶ πάντων ἡμεῖς ἐσόμεθα· διὸ καὶ παρ' ἡμῶν εἰσφέρεσθαί τι βούλεται. Εἰσενέγκωμεν τοίνυν, καὶ τὴν ψυχὴν ζῶσαν διατηρῶμεν. Τί δέ ἐστι ψυχῆς ζωὴ, ἀπὸ τοῦ σώματος μάνθανε. Καὶ γὰρ τὸ σῶμα τότε λέγομεν ζῇν, ὅταν βαδίζῃ ὑγιῆ τινα βάδισιν· ὅταν δὲ κατακέηται διαλυθὲν, καὶ παρὰ τάξιν κινῆται, κἂν δοκῇ ζῇν ἢ βαδίζειν, παντὸς θανάτου χαλεπωτέρα ἡ τοιαύτη ζωή. Κἂν φθέγγηται μηδὲν ὑγιὲς, ἀλλὰ τῶν παραπλήγων ῥήματα, καὶ ἕτερα ἀνθ' ἑτέρων βλέπῃ, πάλιν τῶν τετελευτηκότων ἐλεεινότερος ὁ τοιοῦτος. Οὕτω καὶ ἡ ψυχὴ, ὅταν μηδὲν ὑγιὲς ἔχῃ, κἂν δοκῇ ζῇν, τέθνηκεν· ὅταν τὸ χρυσίον μὴ βλέπῃ ὡς χρυσίον, ἀλλ' ὡς μέγα τι καὶ τίμιον, ὅταν τὰ μέλλοντα μὴ ἐννοῇ, ἀλλὰ χαμαὶ σύρηται, ὅταν ἀνθ' ἑτέρων ἕτερα πράττῃ. Πόθεν γὰρ δῆλον ὅτι ψυχὴν ἔχομεν; οὐκ ἀπὸ τῶν ἐνεργειῶν; Ὅταν οὖν τὰ αὐτῆς μὴ ἐνεργῇ, οὐχὶ τέθνηκεν; Οἷον, ὅταν μὴ ἐπιμελῆται ἀρετῆς, ἀλλὰ ἁρπάζῃ καὶ παρανομῇ, πόθεν δύναμαι εἰπεῖν ὅτι ψυχὴν ἔχεις; ὅτι βαδίζεις; Ἀλλὰ τοῦτο καὶ τῶν ἀλόγων. Ἀλλ' ὅτι ἐσθίεις καὶ πίνεις; Ἀλλὰ τοῦτο καὶ τῶν θηρίων. Ἀλλ' ὅτι ὀρθὸς ἕστηκας ἐπὶ δύο ποσί; Τοῦτό μοι μᾶλλον δείκνυσιν, ὅτι θηρίον εἶ ἀνθρωπόμορφον. Ὅταν μὲν γὰρ τὰ ἄλλα ἔχῃς ἐκείνου, τὴν δὲ διανάστασιν μηκέτι, μᾶλλόν με ταράττεις καὶ ἐκδειματοῖς, καὶ μᾶλλον τέρας εἶναι νομίζω τὸ φαινόμενον. Καὶ γὰρ εἰ θηρίον εἶδον ἀνθρωπίνῃ φθεγγόμενον τῇ φωνῇ, οὐκ ἂν δι' αὐτὸ τοῦτο ἔφην ἄνθρωπον εἶναι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο θηρίον θηρίου τερατωδέστερον. Πόθεν οὖν δυνήσομαι μαθεῖν, ὅτι ψυχὴν ἔχεις ἀνθρώπου, ὅταν λακτίζῃς ὡς οἱ ὄνοι, ὅταν μνησικακῇς ὡς αἱ κάμηλοι, ὅταν δάκνῃς ὡς αἱ ἄρκτοι, ὅταν ἁρπάζῃς ὡς οἱ λύκοι, ὅταν κλέπτῃς ὡς αἱ ἀλώπεκες, ὅταν δολερὸς ᾖς ὡς οἱ ὄφεις, ὅταν ἀναισχυντῇς ὡς ὁ κύων; πόθεν δυνήσομαι μαθεῖν ὅτι ψυχὴν ἔχεις ἀνθρώπου; Βούλεσθε δείξω νεκρὰν ψυχὴν καὶ ζῶσαν; Ἄγωμεν τὸν λόγον πάλιν ἐπὶ τοὺς ἀρχαίους ἄνδρας ἐκείνους, καὶ, εἰ δοκεῖ, τὸν πλούσιον εἰς μέσον καταθώμεθα τὸν ἐπὶ τοῦ Λαζάρου, καὶ εἰσόμεθα τίποτέ ἐστι ψυχῆς νέκρωσις. Καὶ γὰρ ἐκεῖνος νεκρὰν εἶχε ψυχὴν, καὶ δῆλον ἀφ' ὧν ἐποίει· τῶν μὲν γὰρψυχῆς ἔργων οὐδὲν ἔπραττεν, ἤσθιε δὲ καὶ ἔπινε καὶ ἐτρύφα μόνον.
6.4.1
Τοιοῦτοί εἰσι καὶ νῦν οἱ ἀνελεήμονες καὶ ὠμοί· νεκρὰν γὰρ ἔχουσι καὶ οὗτοι ψυχὴν, ὥσπερ ἐκεῖνος. Τὸ γὰρ θερμὸν αὐτῆς ἅπαν τὸ ἀπὸ τῆς φιλίας τῆς εἰς τὸν πλησίον ἀνήλωται, καὶ ἔστιν ἀψύχου σώματος νεκροτέρα. Ὁ δὲ πένης οὐ τοιοῦτος, ἀλλ' ἐν αὐτῷ τῷ ἄκρῳ τῆς φιλοσοφίας ἑστὼς διέλαμπε· καὶ λιμῷ παλαίων διηνεκεῖ, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς, οὐδὲ οὕτως εἶπέ τι βλάσφημον εἰς τὸν Θεὸν, ἀλλ' ἔφερεν ἅπαντα γενναίως. Οὐ μικρὸν δὲ τοῦτο ψυχῆς ἔργον, ἀλλὰ καὶ τῆς εὐτονίας καὶ τῆς ὑγείας τεκμήριον μέγιστον. Ὅταν δὲ ταῦτα μὴ ᾖ, δῆλον ὅτι παρὰ τὸ νενεκρῶσθαι ἀπόλωλεν. Ἢ οὐ νεκρὰν ἐκείνην εἶναι φήσομεν, εἰπέ μοι, ᾗ ἔπεισι μὲν ὁ διάβολος πλήττων, κεντῶν, δάκνων, λακτίζων, αἰσθάνεται δὲ ἐκείνη οὐδενὸς τούτων, ἀλλὰ κεῖται νενεκρωμένη, καὶ τῆς περιουσίας αὐτῆς ἀφαιρουμένης οὐκ ἀλγεῖ, ἀλλ' ἐφάλλεται μὲν ἐκεῖνος, μένει δὲ αὕτη ἀκίνητος, ὥσπερ σῶμα ψυχῆς ἀπελθούσης, οὐδὲ αἰσθανομένη; Ὅταν γὰρ ὁ τοῦ Θεοῦ φόβος μὴ παρῇ μετὰ ἀκριβείας, τοιαύτην αὐτὴν εἶναι ἀνάγκη, καὶ νεκρῶν ἀθλιωτέραν Οὐδὲ γὰρ εἰς ἰχῶρα διαλύεται καὶ τέφραν καὶ κόνιν ἡ ψυχὴ, καθάπερ τὸ σῶμα, ἀλλ' εἰς τὰ τούτων δυσωδέστερα, εἰς μέθην καὶ θυμὸν καὶ πλεονεξίαν, εἰς ἀτόπους ἔρωτας καὶ ἀκαίρους ἐπιθυμίας. Εἰ δὲ βούλει αὐτῆς ἀκριβέστερον ἰδεῖν τὸ δυσῶδες, δός μοι ψυχὴν καθαρὰν, καὶ τότε ὄψει σαφῶς πῶς ἐστι δυσώδης ἡ αἰσχρὰ αὕτη καὶ ἀκάθαρτος. Νῦν μὲν γὰρ οὐ δυνήσῃ συνιδεῖν· ἕως γὰρ ἂν ὦμεν ἐν συνηθείᾳ δυσωδίας, οὐκ αἰσθανόμεθα· ὅταν δὲ πνευματικοῖς τρεφώμεθα ῥήμασι, τότε εἰσόμεθα ἐκεῖνο τὸ κακόν· καίτοι πολλοῖς ἀδιάφορον τοῦτο εἶναι δοκεῖ. Καὶ οὐδέπω λέγω περὶ γεέννης· ἀλλ', εἰ βούλεσθε, τὰ παρόντα ἐξετάσωμεν, καὶ μὴ τὸν αἰσχρὰ πράττοντα, ἀλλὰ τὸν αἰσχρὰ φθεγγόμενον, πῶς ἐστι καταγέλαστος, πῶς ἑαυτὸν καθυβρίζει πρῶτον· καθάπερ τις βόρβορόν τινα ἀπὸ τοῦ στόματος ἀφιεὶς, οὕτως ἑαυτὸν μολύνει. Εἰ γὰρ τὸ ῥεῖθρον οὕτως ἀκάθαρτον, ἐννόησον οἵα ἡ πηγὴ τοῦ βορβόρου τούτου· Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Ἐγὼ δὲ οὐ διὰ τοῦτο πενθῶ μόνον, ἀλλ' ὅτι οὐδὲ εἶναι δοκεῖ τῶν ἀτόπων τοῦτο παρά τισιν. Ἐντεῦθεν ἅπαντα αὔξεται τὰ κακὰ, ὅταν καὶ ἁμαρτάνωμεν, καὶ μηδὲ πλημμελεῖν νομίζωμεν. Βούλει οὖν μαθεῖν ὅσον κακὸν τὸ αἰσχρὰ φθέγγεσθαι; Ἐννόησον τοὺς ἀκούοντας, πῶς ἐρυθριῶσιν ἐν τῇ ἀσχημοσύνῃ τῇ σῇ. Τί γὰρ εὐτελέστερον ἀνδρὸς αἰσχρολόγου; τί ἀτιμότερον; Εἰς γὰρ τὴν τῶν μίμων ὠθοῦσιν ἑαυτοὺς οἱ τοιοῦτοι τάξιν, καὶ εἰς τὴν τῶν πεπορνευμένων γυναικῶν· μᾶλλον δὲ, ἐκεῖναι ἐρυθριῶσι μᾶλλον, ἢ ὑμεῖς. Πῶς δύνασαι διδάξαι γυναῖκα σωφρονεῖν, παιδεύων αὐτὴν εἰς ἀσέλγειαν διὰ τούτων ἐκβαίνειν τῶν ῥημάτων; Βέλτιον σηπεδόνα ἀπὸ τοῦ στόματος ἀφιέναι, ἢ ῥῆμα αἰσχρόν. Νῦν δὲ, ἂν μὲν ὄζῃ τὸ στόμα, οὐδὲ τῶν κοινῶν μετέχεις σιτίων· τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι; Καὶ εἰ μὲν σκεῦος ἀκάθαρτόν τις λαβὼν, ἐπὶ τῆς τραπέζης κατέθετο τῆς σῆς, ξύλοις αὐτὸν ἂν παίων ἤλασας· τὸν δὲ Θεὸν ἐπὶ τῆς τραπέζης τῆς αὐτοῦ (τράπεζα γὰρ αὐτοῦ, τὸ στόμα τὸ ἡμέτερον εὐχαριστίας πληρούμενον), σκεύους ἀκαθάρτου παντὸς ῥήματα βδελυρώτερα προφέρων, οὐκ οἴει παροξύνειν, εἰπέ μοι; καὶ πῶς ἔνι τοῦτο; Οὐδὲν γὰρ οὕτω παροργίζει τὸν ἅγιον καὶ τὸν καθαρὸν, ὡς τὰ ῥήματα ταῦτα· οὐδὲν οὕτως ἰταμοὺς καὶ ἀναισχύντους ποιεῖ, ὡς τὸ λέγειν τοιαῦτα καὶ ἀκούειν· οὐδὲν οὕτως ἐκλύει τὰ νεῦρα τῆς σωφροσύνης, ὡς ἡ διὰ τούτων ἀναπτομένη φλόξ. Μύρον ἐνέθετό σου τῷ στόματι ὁ Θεός· σὺ δὲ νεκροῦ δυσωδέστερα ἀποτίθεσαι ῥήματα, καὶ αὐτὴν ἀναιρεῖς τὴν ψυχὴν, καὶ ἀκίνητον ποιεῖς. Καὶ γὰρ ὅταν ὑβρίζῃς, οὐκ ἔστι τοῦτο ψυχῆς φωνὴ, ἀλλὰ θυμοῦ· ὅταν αἰσχρὰ λέγῃς, οὐκ ἐκείνη ἐφθέγξατο, ἀλλ' ἡ ἀκολασία· ὅταν κακηγορῇς, ἡ βασκανία· ὅταν ἐπιβουλεύῃς, ἡ πλεονεξία. Ταῦτα γὰρ οὐκ ἐκείνης, ἀλλὰ τῶν παθῶν αὐτῆς, καὶ τῶν νοσημάτων. Ὥσπερ οὖν τὸ φθείρεσθαι οὐχ ἁπλῶς τοῦ σώματος, ἀλλὰ τοῦ θανάτου καὶ τοῦπάθους τοῦ ἐν τῷ σώματι· οὕτω δὴ καὶ ταῦτα, τῶν προσγινομένων αὐτῇ παθῶν. Εἰ γὰρ βούλει ψυχῆς ἀκοῦσαι φωνῆς ζώσης, ἄκουσον Παύλου λέγοντος· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· καὶ, Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια· καὶ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ἄκουσον Πέτρου λέγοντος, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἄκουσον τοῦ Ἰὼβ εὐχαριστοῦντος καὶ λέγοντος, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Ταῦτα ψυχῆς ζώσης τὰ ῥήματα, ταῦτα ἐνεργούσης τὴν οἰκείαν ἐνέργειαν. Οὕτω καὶ Ἰακὼβ ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· οὕτω καὶ Ἰωσὴφ, Πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐνώπιον τοῦ Θεοῦ; Ἀλλ' οὐχ ἡ βάρβαρος ἐκείνη, ἀλλ' ὥσπερ μεθύουσα καὶ παραπαίουσα, οὕτως ἐφθέγγετο λέγουσα, Κοιμήθητι μετ' ἐμοῦ. Ταῦτ' οὖν εἰδότες, ζηλώσωμεν τὴν ζῶσαν ψυχὴν, φύγωμεν τὴν νενεκρωμένην, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note