Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ii ad Corinthios
John ChrysostomCori 9 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.0.1
Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκό μενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι.
9.1.1
Ἔτι μένει δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον τὸ πᾶν ἐστι, καταστέλλων ἐκείνων τὰ φρονήματα τῶν καυχωμένων ἐφ' ἑαυτοῖς. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, θαυμαστὸν, ὅτι ἐν ὀστρακίνοις σκεύεσι φυλάττομεν τὸν θησαυρὸν τοῦτον, ἀλλ' ὅτι καὶ μυρία πάσχοντες δεινὰ, καὶ πανταχοῦ περικρουόμενοι, τηροῦμεν αὐτὸν, καὶ οὐκ ἀπόλλυμεν. Καίτοι εἰ καὶ ἀδαμάντινον σκεῦος ἦν, οὔτε θησαυρὸν τοσοῦτον βαστάσαι ἴσχυσεν ἂν, οὐδ' ἂν πρὸς τοσαύτας ἤρκεσεν ἐπιβουλάς· νῦν δὲ καὶ φέρει καὶ οὐδὲν πάσχει δεινὸν διὰ τὴν τοῦ Θεοῦ χάριν. Ἐν παντὶ γὰρ θλιβόμενοι, φησὶν, ἀλλ' οὐ στενοχωρούμενοι. Τί ἐστιν, Ἐν παντί; Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις, ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς ἄλλαις χρείαις, ὑπὸ τῶν πολεμίων, ὑπὸ τῶν οἰκείων. Ἀλλ' οὐ στενοχωρούμεθα. Καὶ ὅρα πῶς πράγματα ἐναντία λέγει, ἵνα κἀντεῦθεν δείξῃ τοῦ Θεοῦ τὴν ἰσχύν. Θλιβόμενοι γὰρ οὐ στενοχωρούμεθα, φησίν· ἀπορούμενοι οὐκ ἐξαπορούμεθα· τουτέστιν, οὐκ εἰς τέλος ἐκπίπτομεν. Ἀλγοῦμεν γὰρ πολλαχοῦ, καὶ ἀποτυγχάνομεν, ἀλλ' οὐχ οὕτως, ὥστε ἐκπεσεῖν τῶν προκειμένων· εἰς γυμνασίαν γὰρ ἡμῶν ταῦτα, οὐκ εἰς ἧτταν συγκεχώρηται παρὰ τοῦ Θεοῦ. Διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. Οἱ μὲν γὰρ πειρασμοὶ συμβαίνουσι, τὰ δὲ ἀπὸ τῶν πειρασμῶν οὐκέτι. Καὶ τοῦτο δὲ διὰ τὴν τοῦ Θεοῦ δύναμιν καὶ χάριν. Ἀλλαχοῦ δέ φησι, καὶ διὰ τὴν αὐτῶν ταπεινοφροσύνην, καὶ διὰ τὴν ἑτέρων ἀσφάλειαν συγκεχωρῆσθαι ταῦτα· Ἵνα γὰρ μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ, φησί· καὶ πάλιν, Ἵνα μή τις λογίσηται εἰς ἐμὲ ὑπὲρ ὃ βλέπει, καὶ ἀκούει τι ἐξ ἐμοῦ· καὶ ἀλλαχοῦ πάλιν, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς. Ἐνταῦθα μέντοι, Ἵνα φανῇ τοῦ Θεοῦ ἡ δύναμις. Ὁρᾷς ὅσον τῶν πειρασμῶν τὸ κέρδος; Καὶ γὰρ τοῦ Θεοῦ τὴν δύναμιν ἐδείκνυ, καὶ τὴν χάριν ἀπεκάλυπτε μειζόνως· Ἀρκεῖ γάρ σοι ἡ χάρις μου, φησί· καὶ εἰς ταπεινοφροσύνην ἤλειφε, καὶ τοὺς ἄλλους καταστέλλεσθαι παρεσκεύαζε, καὶ αὐτοὺς καρτερικωτέρους εἰργάζετο· Ἡ γὰρ ὑπομονὴ, φησὶ, δοκιμὴν κατεργάζεται, ἡ δὲ δοκιμὴ ἐλπίδα. Οἱ γὰρ μυρίοις περιπεσόντες κινδύνοις, καὶ ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἀνενεγκόντες, ἐπαιδεύοντο ταύτηςἔχεσθαι ἐπὶ πλεῖον ἐν πᾶσι. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν. Καὶ τί ἐστιν ἡ νέκρωσις τοῦ Κυρίου Ἰησοῦ, ἣν περιέφερον; Οἱ θάνατοι οἱ καθημερινοὶ, δι' ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φησὶν, ὅτι ἀπέθανεν Ἰησοῦς καὶ ἀνέστη, ἡμᾶς ὁρῶν τοὺς καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντας καὶ ἀνισταμένους, πιστευέτω λοιπὸν τῇ ἀναστάσει. Εἶδες πῶς καὶ ἑτέραν αἰτίαν εὕρηκε τῶν πειρασμῶν; Ποίαν δὴ ταύτην; Ἵνα καὶ ἡ ζωὴ αὐτοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν, φησὶ, τῷ ἐξαρπάζειν ἡμᾶς τῶν κινδύνων. Ὥστε τοῦτο, ὃ δοκεῖ ἀσθενείας εἶναι καὶ ἐγκαταλείψεως, τοῦτο αὐτοῦ κηρύττει τὴν ἀνάστασιν. Οὐ γὰρ ἂν οὕτως ἐφάνη, μηδὲν πασχόντων ἡμῶν ἀηδὲς, ἡ δύναμις ἡ ἐκείνου, ὡς νῦν δείκνυται, πασχόντων μὲν, οὐ νικωμένων δέ. Καὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν ἡμῖν ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Πανταχοῦ γὰρ, ὅταν τι ἀσαφὲς εἴπῃ, ἑαυτὸν ἑρμηνεύει πάλιν· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησε, τοῦτο, ὅπερ εἶπεν, ἑρμηνεύων σαφῶς. Διὰ τοῦτο γὰρ παραδιδόμεθα, φησὶ, τουτέστι, τὴν νέκρωσιν περιφέρομεν, ἵνα ἡ δύναμις αὐτοῦ τῆς ζωῆς φανῇ, μὴ συγχωροῦντος σάρκα θνητὴν τοσαῦτα πάσχουσαν, ὑπὸ τῆς νιφάδος τῶν κακῶν νικηθῆναι. Καὶ ἑτέρως δὲ αὐτὸ ἐκληπτέον. Πῶς; Ὡς ἀλλαχοῦ φησιν, Εἰ συναπεθάνομεν, καὶ συζήσομεν. Ὥσπερ γὰρ τὸν θάνατον αὐτοῦ ὑπομένομεν νῦν, καὶ αἱρούμεθα ζῶντες ἀποθανεῖν δι' αὐτόν· οὕτω καὶ αὐτὸς αἱρήσεται ἀποθανόντας ζωογονῆσαι τότε. Εἰ γὰρ ἡμεῖς ἀπὸ ζωῆς εἰς θάνατον ἐρχόμεθα, καὶ αὐτὸς ἀπὸ θανάτου εἰς ζωὴν ἡμᾶς χειραγωγήσει. Ὥστε ὁ θάνατος ἐνεργεῖται ἐν ἡμῖν, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Οὐκέτι περὶ τοῦ θανάτου λέγων, ἀλλὰ περὶ πειρασμῶν καὶ ἀνέσεως. Ἡμεῖς μὲν γὰρ ἐν κινδύνοις καὶ ἐν πειρασμοῖς, φησὶν, ὑμεῖς δὲ ἐν ἀνέσει, τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωήν· καὶ τὰ μὲν ἐπικίνδυνα ἡμεῖς ὑπομένομεν, τῶν δὲ χρηστῶν ὑμεῖς ἀπολαύετε· οὐ γὰρ τοσούτους ὑπομένετε πειρασμούς. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ. Ἀνέμνησεν ἡμᾶς ψαλμοῦ πολλὴν ἔχοντος φιλοσοφίαν, καὶ ἱκανοῦ μάλιστα ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ ῥῆσιν ταύτην ἐν μεγάλοις κινδύνοις ὢν ὁ δίκαιοςἐκεῖνος ἐφθέγξατο, καὶ ἐξ ὧν οὐκ ἦν ἄλλως ἀνενεγκεῖν, ἢ διὰ τῆς τοῦ Θεοῦ βοηθείας.
9.2.1
Ἐπεὶ οὖν τὰ συγγενῆ μάλιστα οἶδε παραμυθεῖσθαι, διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ πνεῦμα· τουτέστιν, ἀπὸ τῆς αὐτῆς συμμαχίας, ἀφ' ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα· ἀπὸ τοῦ πνεύματος, ἀφ' οὗ ἐφθέγξατο, καὶ ἡμεῖς φθεγγόμεθα. Ὅθεν δείκνυσι πολλὴν τῇ Καινῇ πρὸς τὴν Παλαιὰν τὴν συμφωνίαν οὖσαν, καὶ τὸ αὐτὸ πνεῦμα ἐν ἑκατέροις ἐνεργῆσαν, καὶ ὅτι οὐχ ἡμεῖς μόνον ἐν κινδύνοις, ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες, καὶ δεῖ πίστει καὶ ἐλπίδι διορθοῦσθαι, καὶ μὴ λύσιν εὐθέως ζητεῖν τῶν ἐπικειμένων. Ἐπειδὴ γὰρ ἔδειξε διὰ τῶν λογισμῶν τὴν ἀνάστασιν καὶ τὴν ζωὴν, καὶ ὅτι οὐκ ἀσθενείας οὐδὲ ἐγκαταλείψεως ὁ κίνδυνος· λοιπὸν καὶ τὴν πίστιν εἰσάγει, καὶ αὐτῇ τὸ πᾶν ἐπιτρέπει. Ἀλλ' ὅμως καὶ αὐτῆς ἀπόδειξιν παρέχεται τοῦ Χριστοῦ τὴν ἀνάστασιν, εἰπών· ὅτι Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν, εἰπέ μοι; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα, διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Πάλιν πληροῖ φρονήματος αὐτοὺς, ἵνα μὴ ἀνθρώποις χάριν εἰδῶσι, τοῖς ψευδαποστόλοις, λέγω. Τοῦ γὰρ Θεοῦ τὸ πᾶν, ὃς βούλεται πολλοῖς χαρίσασθαι, ὥστε μείζονα ὀφθῆναι τὴν χάριν. Δι' ὑμᾶς γοῦν ἡ ἀνάστασις, καὶ τὰ ἄλλα πάντα. Οὐ γὰρ ἑνὸς ἕνεκεν μόνου ταῦτα πεποίηκεν, ἀλλὰ πάντων. Διὸ καὶ οὐκ ἐκκακοῦμεν· ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς φθείρεται; Μαστιζόμενος, ἐλαυνόμενος, μυρία πάσχων δεινά. Ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται; Τῇ πίστει, τῇ ἐλπίδι, τῇ προθυμίᾳ. Τὸ λοιπὸν δεῖ κατατολμᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶν, εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας, καὶ ὅπερ ἐν τῇ πρὸς Ῥωμαίους ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπὶς, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλ' ἑτέραν τίθησι λέξιν, διπλασιάζων αὐτὴν, καὶ λέγων, Καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσι πῶς ἐλαφρὸν τὸ τῶν τοσούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο μέγα τὸ μέλλον, ἂν τῶν ὁρωμένων ἀπαγάγωμεν ἑαυτούς. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται. Τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπεν, Αἱθλίψεις τοιαῦται, ἀλλὰ, Τὰ βλεπόμενα πάντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις· ὥστε μήτε ἐκεῖθεν χαυνοῦσθαι, μήτε ἐντεῦθεν βιάζεσθαι. Διὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων λέγων, εἶπεν, Ἡ βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν· ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐκεῖσε προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωμεν. Ποίαν γὰρ καὶ σχοίημεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούμενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ' οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἕξουσιν ἀπολογίαν οἱ πνεύματος καταξιωθέντες καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, καὶ χαμαίζηλοι γινόμενοι καὶ καταπίπτοντες πρὸς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· Δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον. Ἂν μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καί φατε, ἐκεῖ, ἓν ἀνθ' ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλως ᾖ, δύο ἀντ' οὐδενός. Τί τῶν ῥημάτων τούτων παρανομώτερον; τί δὲ ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανοῦ διαλεγόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων· καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων ἐστίν; οὐκ ἐρυθριᾷς, οὕτω προσηλωμένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ μὲν Ἕλληνας ταῦτα λέγειν, οὐδὲν θαυμαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἔχει συγγνώμην; Ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐλπίδας ἐκείνας; ὅλως νομίζεις ἀμφίβολα ταῦτα εἶναι; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Καὶ τίς ἦλθε, φησὶ, καὶ ἀπήγγειλε τὰ αὐτόθι; Ἀνθρώπων μὲν οὐδεὶς, ὁ Θεὸς δὲ ὁ πάντων ἀξιοπιστότερος ταῦτα ἀπεφήνατο. Ἀλλ' οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρ' οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ὅτι μὴ ὁρᾷς; Καὶ σφόδρα ἡγοῦμαι, φησίν.
9.3.1
Ἂν οὖν σε ἔρηταί τις τῶν ἀπίστων, Καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε, τί ἐρεῖς; πόθεν οἶσθα ὅτι ἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὐκοῦν καὶ τὸν περὶ κρίσεως οὕτω δέχου λόγον. Πῶς; φησίν· Ἐρήσομαί σε· σὺ δέ μοι ἀπόκριναι. Δίκαιός ἐστιν οὗτος ὁ Θεὸς, καὶ τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· ἢ τοὐναντίον, τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες, τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλοι τις ζωὴ μετὰ ταῦτα καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς ὅτι ἓν ἀνθ' ἑνὸς τέως, καὶ οὐχὶ δύο ἀνθ' ἑνός; Ἐγὼ δέ σοι δείξω προϊὼν, ὅτι οὐδὲ ἓν ἀνθ' ἑνὸς, ἀλλὰ δύο ἀνθ' ἑνὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς καὶ ἐνταῦθα τρυφῶσι τοὐναντίον ἅπαν. Οἱ μὲν γὰρ ἐνταῦθα τρυφήσαντες, οὐδὲ ἓν ἀνθ' ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες, δύο ἀνθ' ἑνός. Τίνες γὰρ ἐν ἀνέσει, οἱ τῷ παρόντι παραχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, μάρτυρας αὐτοὺς ἐκείνους καλῶν, τοὺς ἀπολελαυκόταςτῶν παρόντων· καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ μέλλω λέγειν. Καὶ γὰρ προμνηστρίαις ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡμέρᾳ καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν. Πολλοὶ δὲ τῶν νέων, καὶ παρὸν αὐτοὺς γαμεῖν, δι' οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ' ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων (τίμιος γὰρ), ἀλλὰ τοὺς κακῶς αὐτῷ κεχρημένους. Εἰ δὲ οἱ γάμοις ὡμιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόμισαν, τί ἂν εἴποιμεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διατεθέντων; τί περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα περιβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ πάντων ἀνδραπόδων μᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, ὁ μὴ φροντίζων τῆς παρ' ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήματα ἔχειν, ἐπέραστον. Ἀλλὰ πολλάκις ἀπεδείξαμεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγμένοι καὶ μηδὲν ἔχοντες, μᾶλλόν εἰσιν. Ἀλλὰ τὸ μεθύειν ἡδύ. Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν εἰ τὸ μὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γαμεῖν τοῦ γαμεῖν, καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ μὴ τοῖς παροῦσι προσηλωμένοι. Καὶ οὔπω λέγω, ὅτι ἐκεῖνος μὲν κἂν μυρίαις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐπιταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα. Καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος, τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τούτων ἐστὶ τρόπος. Ποῖος δὲ οὗτος; Ὅτι τὰ μὲν τῆς τρυφῆς τῆς βιωτικῆς, οὐδὲ ἡνίκα ἐστὶ, φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόμενα· ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὁρᾷς ὅτι οὐ δύο ἀντ' οὐδενὸς μόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε, καὶ δέκα, καὶ εἴκοσι, καὶ μυρία ἀντ' οὐδενὸς δυνησόμεθα θεῖναι; Ἵνα δὲ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο μάθῃς, ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ μὲν τῶν παρόντων, ὁ δὲ τῶν μελλόντων ἀπέλαυσαν. Ἆρ' οὖν σοι δοκεῖ ἓν εἶναι καὶ ἓν, τὸ ἐν παντὶ τῷ χρόνῳ κολάζεσθαι, καὶ τὸ ἐν βραχείᾳ ὥρᾳ πεινῇν; τὸ νοσεῖν ἐν φθαρτῷ σώματι, καὶ τὸ ἐν ἀθανάτῳ χαλεπῶς ἀποτηγανίζεσθαι; τὸ στεφανοῦσθαι καὶ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ τὸ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν ὄντων ἀπόλαυσιν; καὶ τίς ἂν ταῦτα εἴποι; Τί γὰρ βούλει θῶμεν; τὴν ποσότητα, τὴν ποιότητα, τὴν τάξιν τοῦ Θεοῦ, τὴν περὶ ἑκάτερον ψῆφον; Μέχρι τίνος τὰ κανθάρων φθέγγεσθε ῥήματα, τῶν τῷ βορβόρῳ διηνεκῶς ἐγκαλινδουμένων; Οὐδὲ γὰρ ἀνθρώπων ταῦτα λογικῶν, ψυχὴν οὕτω τιμίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν. Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κριτήριον φοβερόν; Ἄνοιξόν σου τὰς θύρας τοῦ συνειδότος, καὶ βλέπε τὸν ἐν τῇ διανοίᾳ σου καθήμενον δικαστήν. Εἰ δὲ σὺ σαυτὸν κατακρίνεις, καίτοι γε φίλαυτος ὢν, καὶ οὐκ ἂν ἀνάσχοιο μὴ δικαίαν τὴν κρίσιν ἐνεγκεῖν· οὐ πολλῷ μᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων οἴσει ψῆφον, ἀλλ' ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ καὶ φιλόσοφοι, καὶ πᾶν ἀνθρώπων γένος συμφωνοῦσιν ἐν τούτοις ἡμῖν, εἰ καὶ μὴ ὁμοίως, καί φασιν εἶναί τινα δικαστήρια ἐν ᾅδου· οὕτω φανερὸν καὶ ὡμολογημένον τὸ πρᾶγμά ἐστι. Καὶ τίνος ἕνεκεν οὐκ ἐνταῦθα κολάζει; φησίν. Ἵνα τὴν μακροθυμίαν ἐπιδείξηται τὴν αὑτοῦ, καὶ τὴν ἐκ μετανοίας ἡμῖν παράσχῃ σωτηρίαν, καὶ μὴ τότε τὸ γένος ἡμῶν ἀνάρπαστον ἐργάσηται, τούς τε ἐκ μεταβολῆς ἀρίστης δυναμένους σωθῆναι μὴ προεξαρπάσῃ τῆς σωτηρίας. Εἰ γὰρ εὐθέως ἐκόλαζε παρὰ τὰ ἁμαρτήματα καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος, πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουμένης διδάσκαλοι; πῶς ἂν ὁ Δαυῒδ τὴν ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους; Διά τοι τοῦτο οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκας, ἀλλ' ἐκ τῶν πάντων ἐνίους, οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν μὲν ἐνταῦθα, τὸν δὲ ἐκεῖ, ἵνα καὶ τοὺς σφόδρα ἀναισθήτους διεγείρῃ δι' ὧν κολάζει, καὶ τὰ μέλλοντα προσδοκᾷν ποιήσῃ δι' ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς ἐνταῦθα κολαζομένους πολλοὺς, οἷον ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας, ὡς ἐκείνους ὧν τὸ αἷμα ταῖς θυσίαις ἀνέμιξεν ὁ Πιλᾶτος, ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων ἀναξίως μετασχεῖν, ὡς τὸν Φαραὼ, ὡς τῶν Ἰουδαίων τοὺς ὑπὸ τῶν βαρβάρων κατασφαγέντας, ὡς ἑτέρους πολλοὺς, καὶ τότε καὶ νῦν καὶ διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἁμαρτόντες, ἀπῆλθον μὴ δόντες ἐνταῦθα δίκην· ὡς ὁ πλούσιος ὁ ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί.
9.4.1
Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς διαπιστοῦντας τοῖς μέλλουσι διεγείρων, καὶ τοὺς πιστεύοντας καὶ ῥᾳθυμοῦντας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ τῇ μακροθυμίᾳ παραχρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυμήσει λοιπὸν, ἀλλ' εὐθέως ἐπάξει τὴν δίκην. Μὴ τοίνυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονήσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει; Ἐνταῦθα μὲν γὰρ ἰσομοιρία καὶ πόνων καὶ κέρδους· πολλάκις δὲ τοὔμπαλιν, ὁ μὲν πόνος ἄπειρος, ὁ δὲ καρπὸς ὀλίγος· ἢ οὐδὲ ὀλίγος πολλάκις· ἐπὶ δὲ τῆς βασιλείας ἀντιστρόφως, ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον. Σκόπει δέ· ὁ γεωργὸς δι' ὅλου πονεῖ τοῦ ἔτους, καὶ πρὸς αὐτῷ τῷ τέλει τῆς ἐλπίδος ἐκπίπτει πολλάκις τοῦ καρποῦ τῶν πολλῶν πόνων. Ὁ κυβερνήτης πάλιν καὶ ὁ στρατιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθεν, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ μετὰ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι, ἐν μὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτιμῶντες, ἵνα μικρὸν ἀναπαυσώμεθα, ἢ οὐδὲ μικρόν (καὶ γὰρ ἄδηλος ἡ ἐλπίς)· ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; Διὸ παρακαλῶ πάντας ὑμᾶς ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖς, οὐ φίλος, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ' ἂν ὑπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται, καὶ ἀπολούμεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; Ἀλλ' ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν Ἀβραάμ. Χάος μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι ἐκεῖ. Πόσα παρεκάλεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁμήλικας ὑπὲρ ὀλίγου ἐλαίου; Ἀλλ' ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μήποτε οὐ μὴ ἀρκέσῃ ὑμῖν καὶ ἡμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόμενοι καὶ ἡμεῖς ἐπιμελώμεθα τῆς ἡμετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ' ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα μὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε μάλιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως· ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ἀμφότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ, καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστικαιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸν ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους ἐκείνας δυνάμεις διαφύγωμεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας τοὺς τοῖς ἄρχουσι διακονουμένους, πῶς ἕλκουσι, πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς λαμπάδας ταῖς βασάνοις προσάγουσι, πῶς ἀποτέμνουσιν; Ἀλλὰ πάντα ταῦτα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας. Καὶ γὰρ πρόσκαιροι αὗται αἱ κολάσεις· ἐκεῖ δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα ἄφθαρτόν ἐστιν. Ἀλλὰ μὴ γένοιτο πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερά· μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐνταῦθα σωφρονισθῆναι. Πόσα τότε ἐροῦμεν, ἑαυτῶν κατηγοροῦντες; πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; Ἀλλ' οὐδὲν ὄφελος λοιπόν· ἐπεὶ οὐδὲ οἱ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαί τι δύναιντ' ἂν λοιπόν· οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος· ἀλλ' ἐροῦσι μὲν πολλάκις, ὅτι Τὸ καὶ τὸ ποιῆσαι ἐχρῆν, πάντα δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἀλλ' οὐδὲν ταύτης ἀπόνασθαι δυνήσονται τῆς φωνῆς, εἰς τὸ τὴν κόλασιν διαφυγεῖν· ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ἐπὶ τῆς πολιτείας τοῦτο πάθωμεν, ἐντεῦθεν ἤδη μεταβαλλώμεθα, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πάσης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note