In Genesim sermones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.0.1
Τί δήποτε ἐπὶ μὲν ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ καὶ τῶν ἄλλων εἶπε, Γενηθήτω· ἐπὶ δὲ τοῦ ἀνθρώπου, Ποιήσωμεν; καὶ τί ποτέ ἐστι τὸ, Κατ' εἰκόνα.
2.1.1
Ἆρα μέμνησθε τῶν ζητημάτων τῶν πρώην προτεθέντων ὑμῖν; Εἰς τοσοῦτον γὰρ ἡμᾶς ἀπονοίας καὶ τόλμης ἐπήρατε, ὡς καὶ ζητημάτων ἤδη κατατολμᾷν· μᾶλλον δὲ οὐκ ἂν εἴη τόλμης, οὐδὲ ἀπονοίας τοῦτο. Οὐ γὰρ οἰκείᾳ δυνάμει θαῤῥήσαντες, ἀλλὰ ταῖς εὐχαῖςτῶν προέδρων καὶ ταῖς ὑμετέραις τὸ πᾶν ἐπιῤῥίψαντες ἀπεδυσάμεθα πρὸς τὸ στάδιον. Εὐχὴ δὲ Ἐκκλησίας τοσοῦτον δύναται, ὡς εἰ καὶ λίθων ἦμεν ἀφωνότεροι, πτεροῦ παντὸς κουφοτέραν ἡμῖν τὴν γλῶτταν ἐργάσασθαι. Ὥσπερ γὰρ ζέφυρος εἰς μέσα τῆς νηὸς ἐμπεσὼν τὰ ἱστία, βέλους ὀξύτερον παραπέμπει τὸ σκάφος· οὕτω καὶ Ἐκκλησίας εὐχὴ εἰς τὴν τοῦ λέγοντος ἐμπεσοῦσα γλῶτταν, ζεφύρου σφοδρότερον παραπέμπει τὸν λόγον. Διὸ καὶ ἡμεῖς καθ' ἑκάστην ἡμέραν θαῤῥοῦντες ἀποδυόμεθα. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων δέκα τις μόνον, ἢ εἴκοσι ἔχων ἐραστὰς ἐν δήμῳ τοσούτῳ, μετὰ προθυμίας εἰς τὸν ἀγῶνα κάτεισι· πολλῷ μᾶλλον ἡμεῖς, ὅπου οὐ δέκα, οὐδὲ εἴκοσι μόνον, ἀλλ' ἅπαν ἡμῖν τὸ θέατρον ἐξ ἀδελφῶν καὶ πατέρων σύγκειται, θαῤῥοῦντες τοῦτο ποιήσομεν. Καίτοι γε ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδὲν ἂν μέγα καρπώσαιτο ὁ ἀγωνιστὴς παρὰ τοῦ θεατοῦ, ἀλλ' ἢ ὅσον βοῆσαι ἐκεῖνον, καὶ θαυμάσαι τὰ γεγενημένα, καὶ φιλονεικῆσαι τοῖς ἀντιλέγουσιν ἄνω καθήμενον· καταβῆναι δὲ εἰς τὸ στάδιον, καὶ χεῖρα ὀρέξαι, καὶ ἑλκύσαι πόδα τοῦ ἀνταγωνιζομένου, ἢ ἄλλο τι τοιοῦτον ἐπιδείξασθαι, τούτοις οὐ θέμις. Οἱ γὰρ τοὺς ἀγῶνας ἐκείνους ἐξ ἀρχῆς διαταξάμενοι, σκόλοπας πήξαντες ὀξεῖς, καὶ σχοινία κύκλῳ περιβαλόντες, οὕτω τῶν θεατῶν τὴν μανίαν εἴργουσι. Καὶ τί θαυμαστὸν, εἰ θεατῇ καταβῆναι οὐ θέμις, ὅπουγε καὶ τὸν παιδοτρίβην ἔξω παρὰ τὴν κόνιν καθίσαντες, πόῤῥωθεν τὴν ἀπὸ τῆς διδασκαλίας συμμαχίαν εἰσάγειν τοῖς ἀγωνιζομένοις κελεύουσι, πλησίον δὲ οὐκ ἐῶσιν ἐλθεῖν; Ἀλλ' οὐκ ἐνταῦθα οὕτως· ἀλλὰ καὶ διδασκάλῳ καὶ θεατῇ καταβῆναι πρὸς ἡμᾶς ἔνι, καὶ ἐγγὺς στῆναι τῇ διαθέσει, καὶ διὰ τῶν εὐχῶν ἡμῖν συγκροτῆσαι τὴν δύναμιν. Δεῦρο γοῦν κατ' αὐτοὺς ἐκείνους τοὺς ἀθλητὰς τῶν παλαισμάτων ἁψώμεθα. Καὶ γὰρ ἐπειδὰν ἐκεῖνοι μέσους ἑαυτοὺς κατασχόντες, ὑπὸ τῆς βίας τῶν ἁμμάτων πρὸς τὸν ἔξωθεν αὐτοὺς περιεστῶτα ἐξακοντισθῶσιν ὄχλον διὰ τὴν τοῦ τόπου στενοχωρίαν, λύσαντες τὰ ἅμματα, πρὸς τὸν τῆς ἀγωνίας πάλιν ἐπανέρχονται τόπον· εἶτα ἐπανελθόντες οὐκ ὀρθοὶ συμπλέκονται πάλιν, ἀλλ' ἐν ἐκείνῳ τῷ τρόπῳ τῶν δεσμῶν ἑαυτοὺς καταστήσαντες, ἐν ᾧ καὶ ὄντες διελύθησαν. Ἐπεὶ οὖν καὶ ἡμᾶς ἡ τόπου στενοχωρία καταλῦσαι τὸν λόγον ἠνάγκασε, φέρε πρὸς τὸν τόπον τῆς ἀγωνίας ἐπανελθόντες, τὰ ἅμματα λύσωμεν ἀπὸ τῶν τήμερον ἀναγνωσθέντων ἡμῖν. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Ἓν πρῶτον τοῦτο ἄξιον ζητῆσαι, τί δήποτε, ὅτε μὲν ὁ οὐρανὸς ἐγίνετο, οὐδαμοῦ τὸ, Ποιήσωμεν, εἴρηται, ἀλλὰ, Γενηθήτω οὐρανὸς, Γενηθήτω φῶς, καὶ καθ' ἕκαστον τῆς κτίσεως μέρος οὕτως· ἐνταῦθα δὲ τὸ, Ποιήσωμεν, πρόσκειται μόνον, βουλὴ καὶ σκέψις καὶ πρὸς ἕτερόν τινα ὁμότιμον ἀνακοίνωσις; Τίς ποτε ἄρα ἐστὶν ὁ δημιουργεῖσθαι μέλλων, ὅτι τοσαύτης ἀπολαύει τιμῆς; Ἄνθρωπός ἐστι, τὸ μέγα ζῶον καὶ θαυμαστὸν, καὶ τῆς κτίσεως ἁπάσης τῷ Θεῷ τιμιώτερον, δι' ὃν οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ τὸ λοιπὸν ἅπαν τῆς κτίσεως σῶμα· ἄνθρωπος, οὗ τῆς σωτηρίας οὕτως ὁ Θεὸς ἠράσθη, ὡς μηδὲ τοῦ Μονογενοῦς φείσασθαι δι' αὐτόν· οὐ γὰρ ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως αὐτὸν ἀναγαγὼν ἐκάθισεν ἐν δεξιᾷ ἑαυτοῦ. Καὶ βοᾷ Παῦλος λέγων· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἑαυτοῦ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Διὰ τοῦτο βουλὴ καὶ σκέψις καὶ ἀνακοίνωσις, οὐκ ἐπειδὴ ὁ Θεὸς βουλῆς δεῖται· μὴ γένοιτο· ἀλλὰ τῷ σχήματι τῶν ῥημάτων τὴν εἰς τὸν γενόμενον ἡμῖν ἐνδείκνυται τιμήν. Καὶ πῶς, φησὶν, εἰ τοῦ κόσμου τιμιώτερός ἐστι παντὸς, ὕστερον τοῦ κόσμου παράγεται; Δι' αὐτὸ τοῦτο, ἐπειδὴ τοῦ κόσμου τιμιώτερός ἐστιν. Ὥσπερ γὰρ βασιλέως εἰς τινα πόλιν ἐλαύνειν μέλλοντος, στρατηγοὶ καὶ ὕπαρχοι καὶ δορυφόροι καὶ πάντες οἱ δοῦλοι προφθάνουσιν, ἵνα τὰ βασίλεια παρασκευάσαντες, καὶ πᾶσαν τὴν ἄλλην εὐτρεπίσαντες θεραπείαν, μετὰ πολλῆς τῆς τιμῆς ὑποδέξωνται τὸν βασιλέα· οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ βασιλέως εἰσάγεσθαι μέλλοντος, προέφθασεν ὁ ἥλιος, προέδραμεν ὁ οὐρανὸς, προεισῆλθε τὸ φῶς, ἅπαντα γέγονε καὶ εὐτρεπίσθη, καὶ τότε ὁ ἄνθρωπος μετὰ πολλῆς ὕστερον εἰσάγεται τῆς τιμῆς. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα. Ἀκουέτω ὁ Ἰουδαῖος. Πρὸς τίνα φησὶν ὁ Θεὸς, Ποιήσωμεν; Μωϋσέως ἐστὶ τὰ γράμματα, Μωϋσέως, ᾧ πιστεύειν ψευδόμενοί φασι. Καὶ ὅτι ψεύδονται καὶ οὐ πιστεύουσιν, ἄκουε τοῦ Χριστοῦ διελέγχοντος αὐτοὺς καὶ λέγοντος· Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Νῦν δὲ παρ' ἐκείνοις μὲν τὰ βιβλία, παρ' ἡμῖν δὲ τῶν βιβλίων ὁ θησαυρός· παρ' ἐκείνοις τὰ γράμματα, παρ' ἡμῖν καὶ τὰ γράμματα καὶ τὰ νοήματα. Πρὸς τίνα οὖν, εἰπὲ, λέγει, Ποιήσωμεν ἄνθρωπον; Πρὸς ἄγγελον, φησὶν, ἢ πρὸς ἀρχάγγελον ἁπλῶς φθέγγεται. Καθάπερ γὰρ οἱ μαστιγίαι τῶν οἰκετῶν παρὰ τῶν δεσποτῶν ἐγκαλούμενοι, καὶ ἐξ εὐθείας οὐκ ἔχοντες ἀποκρίνασθαι, τὸ ἐπελθὸν ἅπαν προσφέρουσιν· οὕτω δὴ καὶ ὑμεῖς, Πρὸς ἄγγελον, φατὲ, καὶ ἀρχάγγελον εἶπε. Ποῖον ἄγγελον; ποῖον ἀρχάγγελον; Οὐ γὰρ ἀγγέλων ἐστὶ τὸ δημιουργεῖν, οὐδὲ ἀρχαγγέλων τὸ ἐργάζεσθαι ταῦτα. Τίνος δὲ ἕνεκεν, ὅτε μὲν τὸν οὐρανὸν ἐποίησεν, οὐκ εἶπεν ἀγγέλῳ καὶ ἀρχαγγέλῳ, ἀλλὰ δι' ἑαυτοῦ παρήγαγεν; ὅτε δὲ τὸ τιμιώτερον οὐρανοῦ καὶ παντὸς κόσμου παρήγαγε ζῶον, τὸν ἄνθρωπον, τότε τοὺς δούλους κοινωνοὺς λαμβάνει τῆς δημιουργίας;
2.1
Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ἀγγέλων γὰρ τὸ παρεστάναι, οὐ τὸ δημιουργεῖν· ἀρχαγγέλων τὸ λειτουργεῖν, οὐχὶ τὸ γνώμης κοινωνεῖν καὶ βουλῆς. Ἄκουσον τί φησιν Ἡσαΐας περὶ τῶν Σεραφὶμ δυνάμεων, τῶν ἀνωτέρω τῶν ἀρχαγγέλων· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ παρειστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ἀποτειχίζουσαι δηλονότι τὰς ὄψεις, διὰ τὸ μὴ δύνασθαι τὴν ἐκ τοῦ θρόνου φερομένην ἀστραπὴν ὑποδέξασθαι. Τί λέγεις; Τὰ μὲν Σεραφὶμ παρεστήκασι, καὶ ἐν θαύματι τοσούτῳ εἰσὶ καὶ ἐκπλήξει, καὶ ταῦτα συγκατάβασιν Θεοῦ βλέποντα· ἄγγελοι δὲ καὶ γνώμης κοινωνοῦσιν αὐτῷ, καὶ σκέψεως μετέχουσιν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Ἀλλὰ τίς ἐστι πρὸς ὅν φησι, Ποιήσωμεν ἄνθρωπον; Ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσιαστὴς, ὁ Θεὸς ὁ ἰσχυρὸς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός. Πρὸς ἐκεῖνον τοίνυν λέγει, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν. Οὐδὲ γὰρ εἶπε τὴν ἐμὴν καὶ τὴν σὴν, ἢ τὴν ἐμὴν καὶ τὴν ὑμῶν, ἀλλὰ, Κατ' εἰκόνα ἡμετέραν, μίαν δηλῶν τὴν εἰκόνα καὶ μίαν τὴν ὁμοίωσιν· Θεοῦ δὲ καὶ ἀγγέλων οὐκ ἔστιν εἰκὼν μία, οὐδὲ ὁμοίωσις μία. Πῶς γὰρ ἂν εἴη τοῦ Δεσπότου καὶ τῶν λειτουργῶν εἰκὼν μία καὶ ὁμοίωσις; Ὥστε πάντοθεν ὑμῖν ὁ λόγος ἐλήλεγκται· καὶ γὰρ ἀρχῆς εἰκόνα ἐδήλωσεν ἐνταῦθα, καθὼς καὶ τὸ ἑξῆς δηλοῖ. Εἰπὼν γὰρ Κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης· ἀρχὴ δὲ Θεοῦ καὶ ἀγγέλων οὐκ ἂν εἴη μία. Πῶς γὰρ, τῶν δούλων καὶ τοῦ Δεσπότου, τῶν λειτουργῶν καὶ τοῦ κελεύοντος; Ἀλλὰ καὶ ἕτεροι πάλιν ἡμῖν ἐπιφύονταί τινες λέγοντες, ὅτι εἰκόνα ὁ Θεὸς ἔχει τοιαύτην, οἵαν καὶ ἡμεῖς, κακῶς νοοῦντες τὸ εἰρημένον. Οὐ γὰρ οὐσίας εἶπεν εἰκόνα, ἀλλὰ ἀρχῆς εἰκόνα, καθὼς δηλώσομεν ἐκ τῶν ἑξῆς ἐπαγομένων. Ὅτι γὰρ οὐκ ἔστι τὸ Θεῖον ἀνθρωπόμορφον, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι· διὸ ὀφείλει, φησὶ, κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς. Καὶ μὴν εἰ εἰκόνα ἐνταῦθα τοῦτο εἶπε, τὸ ἀπαράλλακτον τῆς μορφῆς τῆς πρὸς τὸν Θεὸν δηλῶν, καὶ διὰ τοῦτο εἰκὼν ἄνθρωπος Θεοῦ καλεῖται, ὅτι ὁ Θεὸς οὕτω διατετύπωται· οὐκοῦν κατ' ἐκείνους οὐκ ἐχρῆν μόνον τὸν ἄνδρα εἰκόνα λέγεσθαι, ἀλλὰ καὶ τὴν γυναῖκα. Γυναικὸς γὰρ καὶ ἀνδρὸς εἷς ὁ τύπος καὶ ὁ χαρακτὴρ, καὶ ἡ ὁμοίωσις μία. Τίνος οὖν ἕνεκεν ὁ ἀνὴρ εἰκὼν τοῦ Θεοῦ λέγεται, ἡ γυνὴ δὲ οὐκέτι; Ὅτι οὐ τὴν εἰκόνα τὴν ἐν τῇ μορφῇ λέγει, ἀλλὰ τὴν εἰκόνα τὴν κατὰ τὴν ἀρχὴν, ἣν ὁ ἀνὴρ ἔχει μόνος, οὐκέτι δὲ καὶ ἡ γυνή. Οὗτος μὲν γὰρ οὐδενὶ ὑποτέτακται· ἐκείνη δὲ ὑπὸ τοῦτον γέγονε, καθὼς ὁ Θεός φησι· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Διὰ τοῦτο ὁ μὲν ἀνὴρ εἰκὼν τοῦ Θεοῦ, ἐπειδὴ οὐδένα ἔχει ἀνώτερον, καθάπερ οὐδὲ τοῦ Θεοῦ ἀνώτερός τίς ἐστιν, ἀλλὰ πάντων ἄρχει· ἡ γυνὴ δὲ δόξα τοῦ ἀνδρὸς, ἐπειδὴ τῷ ἀνδρὶ ὑποτέτακται. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Οὐκ ὀφείλομεν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρώπου νομίζειν τὸ Θεῖον εἶναι ὅμοιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον τοὺς ὁρωμένους τύπους ἐκβέβηκε, φησὶ, τὸ Θεῖον, ἀλλ' οὐδὲ διάνοια διατυπῶσαι τὸ τοιοῦτον δύναιτ' ἂν, ὁποῖός ἐστιν ὁ Θεός. Πῶς οὖν ἀνθρώπου Θεὸς μορφὴν ἔχειν δύναιτ' ἂν, ὁπότε ὁ Παῦλος μηδὲ διάνοιαν εἶναι μηδεμίαν τὴν δυναμένην τυπῶσαι παρ' ἑαυτῇ λέγει τοῦ Θεοῦ τὴν οὐσίαν; Τὴν γὰρ ἡμετέραν μορφὴν καὶ τὸν τύπον ἅπαντες ῥᾳδίως παρ' ἑαυτοῖς ἀνατυπώσαιμεν ἂν κατὰ τοὺς λογισμούς. Πάλιν τοὺς περὶ ἐλεημοσύνης ἐπαγαγεῖν λόγους καὶ νῦν ἐβουλόμην, ἀλλ' ὁ καιρὸς ἡμᾶς οὐκ ἀφίησι· διὸ πρὸς σιγὴν τρέψωμεν λοιπὸν ἑαυτοὺς, ἐκεῖνο παρεγγυήσαντες ὑμῖν, μετὰ ἀκριβείας ἅπαντα κατέχειν τὰ εἰρημένα, καὶ πολλὴν τῆς ὀρθῆς πολιτείας ποιεῖσθαι τὴν πρόνοιαν, ἵνα μὴμάτην καὶ εἰκῆ ἐνταῦθα συλλεγώμεθα. Κἂν γὰρ δογμάτων ὀρθότητα διατηρῶμεν, τῆς τῶν ἔργων ἀρετῆς μὴ προσούσης, πάντως ἐκπεσούμεθα τῆς αἰωνίου ζωῆς. Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ποιῶμεν οὖν τὸ θέλημα τοῦ Θεοῦ μετὰ σπουδῆς ἁπάσης καὶ προθυμίας, ἵνα δυνηθῶμεν εἰς τοὺς οὐρανοὺς εἰσελθεῖν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.