In Genesim sermones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.0.1
Τί ἐστι τὸ, Καθ' ὁμοίωσιν, καὶ τίνος ἕνεκεν, τοῦ Θεοῦ εἰπόντος τῶν θηρίων ἡμᾶς ἄρχειν, οὐκ ἄρχομεν, καὶ ὅτι κηδεμονίας τοῦτο πολλῆς.
3.1.1
Ὥσπερ τῶν σπειρόντων ὄφελος οὐδὲν, ὅταν παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτηται· οὕτως οὐδὲ τοῦ λέγοντος ἔσται τι πλέον, ὅταν μὴ πρὸς τὴν τῶν ἀκουόντων διάνοιαν ὁ λόγος φέρηται, ἀλλ' ἁπλῶς εἰς τὸν ἀέρα διαχυθεῖσα τῆς φωνῆς ἡ ἀπήχησις ἀνόνητον καταλιμπάνῃ τὸν ἀκροατήν. Ταῦτα δὲ ὑμῖν οὐχ ἁπλῶς εἴρηκα, ἀλλ' ἵνα μὴ πρὸς τὰ ἁπλούστερα τῶν νοημάτων ἧτε κεχηνότες μόνον, ἀλλὰ καὶ τῶν βαθυτέρων κατατολμήσητε. Εἰ γὰρ μὴ νῦν καταβαίημεν πρὸς τὸ βάθος τῶν Γραφῶν, ὅταν κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα οὐκέτι τῷ πονηρῷ τῆς τρυφῆς ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα, ὥστε μὴ ἀποπνίγεσθαι, πότε καταβησόμεθα; Ὅταν τρυφὴ καὶ ἑστίασις ᾖ καὶ μέθη καὶ τράπεζα ἀδδηφαγίας γέμουσα; Ἀλλὰ τότε οὐδὲ κινηθῆναι ῥᾴδιον, οὕτω τὸ βαρὺ τῆς τρυφῆς φορτίον πιέζει τὴν ψυχήν. Οὐχ ὁρᾶτε ὅτι καὶ οἱ λίθους πολυτελεῖς εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι καὶ τὰ κύματα ἀριθμοῦντες οὕτως εὑρίσκουσι τὸ ζητούμενον, ἀλλ' εἰς αὐτὸ καταδύονται τὸ βάθος· καίτοι πολὺς μὲν ὁ πόνος ἐν τῇ ζητήσει, πολὺς δὲ ὁ κίνδυνος ἐν τῇ εὑρέσει, καὶ μετὰ τὴν εὕρεσιν κέρδος οὐδέν; Τί γὰρ ἂν μέγα εἰσενέγκοι εἰς τὸν βίον τὸν ἡμέτερον λίθων εὕρεσις πολυτελῶν; Εἴθε μὲν οὖν μὴ μεγάλα εἰσήγαγε κακά. Τὸ γὰρ ἀνατρέπον ἡμῶν τὴν ζωὴν καὶ πάντα ἄνω καὶ κάτω ποιοῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἡ τῶν χρημάτων μανία. Ἀλλ' ὅμως καὶ ψυχὴν καὶ σῶμα ἐκεῖνοι προΐενται τῆς ἐφημέρου τροφῆς ἕνεκεν, καὶ τῶν κυμάτων κατατολμῶσιν· ἐνταῦθα δὲ οὐ κίνδυνος, οὐ πόνος οὕτως ἐπιτεταμένος, ἀλλ' ὀλίγος καὶ κοῦφος, καὶ οὗτος διὰ τὴν τῶν εὑρισκομένων φυλακήν. Τὰ γὰρ μετ' εὐκολίας εὑρισκόμενα καὶ εὐκαταφρόνητα πολλοῖς εἶναι δοκεῖ. Οὐκ ἔστι κυμάτων ταραχὴ ἐν τῷ πελάγει τῶν Γραφῶν, ἀλλὰ παντὸς λιμένος εὐδιώτερον τοῦτο τὸ πέλαγος· οὐκ ἔστιν ἀνάγκη πρὸς τοὺς ζοφεροὺς τῆς ἀβύσσου κόλπους κατενεχθῆναι, οὐδὲ ὑδάτων ἀλόγων ῥύμῃ τὴν τοῦ σώματος ἐπιτρέψαι σωτηρίαν· ἀλλὰ πολὺ μὲν ἐνταῦθα τὸ φῶς, καὶ αὐτῶν τῶν ἀκτίνων φαιδρότερον, πολλὴ δὲ ἡ γαλήνη, πᾶσα δὲ ἐκποδὼν ταραχὴ, καὶ τῶν εὑρισκομένων τοσοῦτον τὸ κέρδος, ὅσον οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Μὴ τοίνυν ἀποκάμωμεν, ἀλλ' ἐπιχειρήσωμεν τῇ ζητήσει Ἠκούσατε ὅτι κατ' εἰκόνα Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· καὶ τί ποτέ ἐστι τὸ Κατ' εἰκόνα τοῦτο καὶ καθ' ὁμοίωσιν εἰρήκαμεν· ὅτι οὐκ οὐσίας ἀπαραλλαξία, ἀλλ' ἀρχῆς ὁμοιότης· τὸ δὲ, Καθ' ὁμοίωσιν, τὸ ἥμερον εἶναι καὶ πρᾶον, καὶ εἰς δύναμιν ἐξομοιοῦσθαι τῷ Θεῷ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥς φησιν ὁ Χριστός· Γίνεσθε ὅμοιοι τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καθάπερ γὰρ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ταύτῃ τῶν ζώων τὰ μέν εἰσιν ἀλογώτερα, τὰ δὲ θηριωδέστερα· οὕτω καὶ ἐν τῷ πλάτει τῆς ἡμετέρας ψυχῆς, τῶν λογισμῶν οἱ μὲν εἰσὶν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι. Δεῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο λογισμοῦ θηριώδους, φησί; Τί λέγεις, ἄνθρωπε; Τῶν λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα δυνήσῃ μεταβαλεῖν; Καίτοι τῷ λέοντι μὲν κατὰ φύσιν τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ προσηνὲς, παρὰ φύσιν δὲ ἡ θηριωδία. Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβάλλων, καὶ τὸ παρὰ φύσιν ἐντιθεὶς τῇ τοῦ θηρίου ψυχῇ, ἐν τῇ ἑαυτοῦ ψυχῇ τὸ κατὰ φύσιν οὐ δυνήσῃ διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο ῥᾳθυμίας; Καὶ ἐπὶ μὲν τῆς τῶν λεόντων ψυχῆς καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γάρ ἐστιν ἔρημος ἡ τοῦ θηρίου ψυχή. Ἀλλ' ὅμως ἑωράκατε πολλάκις λέοντας προβάτων ἡμερωτέρους διὰ τῆς ἀγορᾶς ἀγομένους, καὶ πολλοὶ τῶν ἐν τοῖς ἐργαστηρίοις ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι, μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι' ἧς τὸ θηρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια. Μὴ τοίνυν σκήψεις μοι λέγε καὶ προφάσεις. Δυνατὸν γὰρ, ἐὰν θέλῃς, ἥμερόν σε εἶναι καὶ πρᾶον. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων.
3.2.1
Ἐνταῦθα Ἕλληνες ἡμῖν ἐπιφύονται, καί φασι τὸ λόγιον ψεύδεσθαι· οὐ γὰρ ἡμεῖς ἄρχομεν τῶν θηρίων· αὐτὰ ἡμῶν ἄρχει, καὶ πολλὴν ἡμῖν ἐμβάλλει τὴν ἀγωνίαν. Μάλιστα μὲν οὖν τοῦτο οὐκ ἀληθές· ἀρκεῖ γὰρ καὶ ὄψις ἀνθρωπίνη φανεῖσα ἐκποδὼν ποιῆσαι θηρίον· τοσοῦτος αὐτοῖς ἐστι παρ' ἡμῖν ὁ φόβος. Εἰ δέ που πρὸς ἄμυναν ὁρμήσειεν, ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτῶν στενοχωρούντων πολλάκις, καὶ πρὸς ἀνάγκην ἐκβαλλομένων αὐτὰ, τοῦτο οὖν οὐκ ἂν εἴη ἀρχῆς ἀπηρτισμένης. Οὐδὲ γὰρ, εἴ τις ἡμῶν λῃστὰς ἐπιόντας ὁρῶν ὁπλίζοιτο, καὶ πρὸς τὴν ἄμυναν χωροίη, ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰκείας σωτηρίας πολλὴ πρόνοια· πλὴν οὐκ ἐντεῦθεν ποιοῦμαι τὴν ἀπολογίαν, ἀλλ' ἑτέρωθεν, ὅθεν καὶ ὑμῖν χρήσιμον ἀκοῦσαι. Φοβούμεθα τὰ θηρία καὶ δεδοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν· οὐκ ἀντιλέγω· φημὶ καὶ αὐτός· ἀλλ' οὐ τοῦτο ψευδῆ τὸν τοῦ Θεοῦ νόμον δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ' ἐδεδοίκει καὶ ἔτρεμε, καὶ ὑπέκυπτεν, ὡς δεσπότῃ, τῷ ἀνθρώπῳ, ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξεπέσομεν καὶ τῆς τιμῆς, διὰ τοῦτο δεδοίκαμεν αὐτά. Πόθεν τοῦτο δῆλον; Ἤγαγεν ὁ Θεὸς τὰ θηρία πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ οὐκ ἀπεπήδησεν ὁ Ἀδὰμ, καθάπερ δεδοικὼς, ἀλλ' ὥσπερ δούλοις ὑποτεταγμένοις τὰ ὀνόματα ἐπέθηκεν ἅπασι. Τοῦτο δὲ δεσποτείας σύμβολον. Διὸ καὶ ὁ Θεὸς βουλόμενος αὐτῷ καὶ διὰ τούτου δεῖξαι τὸ τῆς ἐξουσίας ἀξίωμα, τὴν τῶν ὀνομάτων αὐτῷ θέσιν ἐπέτρεψε, καὶ τὰ τεθέντα ὀνόματα ἔμεινεν ἐξ ἐκείνου εἰς αὐτά. Πᾶν γὰρ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτοῖς, φησίν. Ἓν δὴ τοῦτο σημεῖον τοῦ μὴ φοβερὰ εἶναι τῷ ἀνθρώπῳ τὰ θηρία παρὰ τὴν ἀρχήν· δεύτερον δὲ καὶ τοῦ πρώτου σαφέστερον, ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διάλεξις. Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τοῖς ἀνθρώποις, οὐκ ἂν ἰδοῦσα τὸν ὄφιν ἔμεινεν ἡ γυνὴ, ἀλλ' ἔφυγεν ἄν· οὐκ ἂν ἐδέξατο συμβουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ' εὐθέως ἂν πρὸς τὴν ὄψιν καὶ ἐξεπλάγη καὶ ἀπεπήδησε· νυνὶ δὲ διαλέγεται, καὶ οὐ φοβεῖται· οὐδέπω γὰρ ἦν ὁ φόβος οὗτος. Ἀλλ' ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀνῃρέθη καὶ τὰ τῆς τιμῆς· καὶ καθάπερ ἐπὶ τῶν οἰκετῶν, οἱ μὲν εὐδοκιμοῦντες φοβεροὶ τοῖς συνδούλοις εἰσὶν, οἱ δὲ προσκεκρουκότες καὶ τοὺς ὁμοδούλους δεδοίκασιν· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου γέγονεν. Ἕως μὲν γὰρ εἶχε πρὸς τὸν Θεὸν παῤῥησίαν, φοβερὸς τοῖς θηρίοις ἦν· ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν ὁμοδούλων δέδοικε λοιπόν. Εἰ δὲ μὴ τοῦτό ἐστι, σύ μοι δεῖξαι πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τοῖς ἀνθρώποις τὰ θηρία ἦν· ἀλλ' οὐκ ἂν ἔχοις. Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ Δεσπότου κηδεμονίας. Εἰ γὰρ τῆς ἐντολῆς τῆς δοθείσης ὑπὸ τοῦ Θεοῦ τῷ ἀνθρώπῳ κινηθείσης καὶ λυθείσης, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ παρὰ τοῦ Θεοῦ ἀκίνητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως. Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλλον, καὶ οὐκ εὐκόλως ἀφίστανται τῆς κακίας. Εἰ γὰρ νῦν φόβων καὶ τιμωριῶν καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπαθον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε δῆλον ὅτι κηδόμενος ἡμῶν καὶ φροντίζων ὁ Θεὸς, ἐξέβαλεν ἡμᾶς τῆς ἀρχῆς. Σὺ δὲ καὶ ἐνταῦθά μοι σκόπει τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ὁ μὲν γὰρ Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολὴν, καὶ παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πάσης ἐξέβαλεν αὐτὸν τῆς ἐξουσίας· ἀλλ' ἐκεῖνα μόνα ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συντελεῖ πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγκαῖα καὶ χρήσιμα καὶ πολλὴν εἰσφέροντα λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ δουλείᾳ. Ἀφῆκε βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν τέμνωμεν, ἵνα τὰ σπέρματακαταβάλλωμεν· ἀφῆκε τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται ἡμῖν τῶν πόνων· ἀφῆκε προβάτων ποίμνια, ἵνα ἔχωμεν εἰς περιβολὰς ἱματίων χορηγίαν ἀρκοῦσαν· καὶ ἕτερα δὲ γένη ζώων εἴασε πολλὴν ἡμῖν ἑτέραν εἰσάγοντα χρείαν. Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ μόχθος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας ταύτης. Καὶ καθάπερ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν ἑαυτοῦ μαστίξας, θεραπείαν τινὰ προσάγει ταῖς μάστιξιν· οὕτω καὶ ὁ Θεὸς καταδίκην ἐπιθεὶς, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ· καὶ γὰρ τὸ δοῦναι τὴν τιμὴν ἡμῖν, καὶ τὸ πάλιν ἀφελεῖν τὴν τιμὴν, καὶ τὸ μὴ πᾶσαν ἀφελεῖν αὐτὴν, καὶ τὸ τὸν φόβον ἡμῖν ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἐξετάζῃ, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολλῆς φιλανθρωπίας· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν διηνεκῶς εἰς δόξαν τοῦ ταῦτα ἐργασαμένου Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.