Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Genesim sermones
John ChrysostomSerm 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.0.1
Ὅτι οὐ διὰ τὸν Ἀδὰμ κολαζόμεθα, καὶ ὅτι μείζονα τῶν δι' ἐκείνου εἰσενεχθέντων λυπηρῶν τὰ χρηστὰ, ἐὰν ἑαυτοῖς προσέχωμεν· καὶ κατὰ τῶν παρατρεχόντων τοὺς πένητας.
5.1.1
Ὑμεῖς μὲν ἴσως νομίζετε τὸν περὶ τῆς δεσποτείας ἡμῖν ἅπαντα ἀπηρτίσθαι λόγον· ἐγὼ δὲ ἔτι πολὺν ὁρῶ τὸν καρπὸν ἐν αὐτῷ φαινόμενον. Ἀλλὰ μὴ ἀποκάμητε, παρακαλῶ, ἕως αὐτὸν ἅπαντα ἐκτρυγήσωμεν. Καὶ γὰρ οἱ φιλόπονοι τῶν γεωργῶν ὅταν ἴδωσιν ἄμπελον πολλοῖς μὲν τοῖς φύλλοις κομῶσαν, πολλῷ δὲ τῷ καρπῷ βριθομένην, οὐχὶ τοὺς ἔξωθεν βότρυας ἐκτέμνουσι μόνον, ἀλλὰ καὶ ἐνδοτέρω χωροῦσι τὰ κλήματα ἀνακλῶντες, καὶ τὰ φύλλα ἀναστέλλοντες, ὥστε μηδὲ μικρὰς σταφυλῆς ῥᾶγας ὑπὸ τοῖς πετάλοις κρυπτομένας λαθεῖν. Μὴ τοίνυν ἐκείνων φανῆτε ῥᾳθυμότεροι, μηδὲ ἀποστῆτε, ἕως ἂν τὸ πᾶν λάβητε· καὶ μάλιστα, ὅτι ὁ μὲν πόνος ἐμὸς, ὁ δὲ καρπὸς ὑμέτερος. Κατηγορήσαμεν χθὲς τῶν γυναικῶν, μᾶλλον δὲ οὐχὶ τῶν γυναικῶν, ἀλλὰ τῆς Εὔας, ὅτι διὰ τῆς ἁμαρτίας τὴν δουλείαν εἰσήγαγεν. Εἴποιεν ἂν αἱ γυναῖκες ἡμῖν Τίνος οὖν ἕνεκεν, ἐκείνης ἁμαρτησάσης, ἡμεῖς κατεδικάσθημεν, καὶ τὸ μὲν παράπτωμα γέγονεν ἑνὸς προσώπου, τὸ δὲ ἔγκλημα κοινὸν τῆς φύσεως ἁπάσης; Τοῦτο καὶ δοῦλοι εἴποιεν ἄν· Τί δήποτε, τοῦ Χαναὰν εἰς τὸν πατέρα ὑβρίσαντος, τὰ τῆς τιμωρίας εἰς ἅπαν διέβη τὸ γένος; Καὶ οἱ τοὺς ἄρχοντας δὲ φοβούμενοι τοῦτο ἂν αἰτιάσαιντο· Τί δήποτε, ἑτέρων ἐν πονηρίᾳ ζησάντων, αὐτοὶ τῷ ζυγῷ τῆς ἀρχῆς παρεδόθησαν; Τί οὖν ἂν εἴποιμεν ἡμεῖς πρὸς τούτους ἅπαντας; Μία γὰρ ἔσται πάντων ζητημάτων ἡ λύσις· ὅτι ἥμαρτον μὲν οἱ πρότεροι, καὶ διὰ τῆς οἰκείας παρακοῆς τὴν δουλείαν εἰσήγαγον· εἰσαχθεῖσαν δὲ οἱ μετὰ ταῦτα ταῖς παρ' ἑαυτῶν ἐκύρωσαν ἁμαρτίαις. Εἰ μὲν γὰρ ἔχοιεν ἑαυτοὺς δεῖξαι διαπαντὸς ἁμαρτημάτων ὄντας καθαροὺς, ἴσως ἂν εἴη αὐτοῖς καλῶς δοκεῖν ἀντιλέγειν· εἰ δὲ καὶ αὐτοὶ πολλοῖς εἰσιν ἐπιτιμίοις ὑπεύθυνοι, περιττὰ τὰ τῆς ἀπολογίας ταύτης ἐστίν. Ἐγὼ γὰρ οὐκ εἶπον, ὅτι ἤδη μὲν ἡ ἁμαρτία δουλείαν οὐκ εἰσάγει, ἀλλ' ὅτι πᾶσα ἁμαρτία δουλείᾳ συγκεκλήρωται, καὶ φύσιν ἁμαρτίας, οὐ διαφορὰν ἁμαρτίας ᾐτιασάμην μόνον. Ὥσπερ οὖν ἅπαντα μὲν τὰ ἀνίατα νοσήματα εἰς θάνατον ἄγει, οὐχ ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως· οὕτω καὶ τὰ ἁμαρτήματα ἅπαντα μὲν δουλείαν τίκτει, οὐχ ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως. Ἥμαρτεν ἡ Εὔα ἁψαμένη τοῦ ξύλου, καὶ κατεκρίθη δι' αὐτό. Διὰ τοῦτο μὴ ἁμαρτήσῃς σὺ πάλιν ἑτέραν ἴσως ἐκείνης ἁμαρτίαν χαλεπωτέραν. Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἄξιον εἰπεῖν, τοῦτο καὶ ἐπὶ τῶν ἀρχομένων, ὅτι εἰσήγαγον μὲν οἱ πρῶτοι τὴν ἁμαρτίαν, οἱ δὲ μετ' ἐκείνους διαδεξάμενοι κατέσχον τῆς δεσποτείας τὴν δύναμιν δι' ὧν ἐπλημμέλησαν. Ἔχω καὶ ἑτέρως ἀπολογήσασθαι· ὅτι πολλοὶ πρὸς ἀρετὴν ἐπανελθόντες, ἀπηλλάγησαν τῆς δεσποτείας. Καὶ πρότερον, εἰ δοκεῖ, ἐπὶ τῶν γυναικῶν τὸν λόγον γυμνάσωμεν, ἵν' ἴδῃς πῶς ὁ μακάριος Παῦλος, ὁ περιθεὶς αὐταῖς τὰ δεσμὰ, αὐτὸς αὐτὰ πάλιν ἀνῆκε. Εἴ τις γυνὴ, φησὶν, ἄνδρα ἔχει ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Διὰ τί; Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ πῶς, φησὶ, δύναται σῶσαι γυνή; Διδάσκουσα, κατηχοῦσα, ἐνάγουσα πρὸς τὸν τῆς εὐσεβείας λόγον. Καίτοι χθὲς, ὦ μακάριε Παῦλε, ἔλεγες, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω. Πῶς οὖν πάλιν διδάσκαλον αὐτὴν ποιεῖς τοῦ ἀνδρός; Οὐχὶ μαχόμενος ἐμαυτῷ τοῦτο ποιῶ, ἀλλὰ καὶ σφόδρα συμφωνῶν. Ἄκουε γοῦν καὶ τίνος ἕνεκεν αὐτὴν ἐξέβαλε, καὶ τίνος ἕνεκεν αὐτὴν πάλιν ἐπανάγει πρὸς τὸν τῆς διδασκαλίας θρόνον, ἵνα μάθῃς τὴν Παύλου σοφίαν. Διδασκέτω, φησὶν, ὁ ἀνήρ. Διὰ τί; Οὐκ ἠπατήθη γάρ. Ἀδὰμ γὰρ, φησὶν, οὐκ ἠπατήθη. Μανθανέτω, φησὶν, ἡ γυνή. Διὰ τί; Ἠπατήθη γάρ. Ἡ γυνὴ γὰρ, φησὶν, ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν. Ἐνταῦθα δὲ τὸ ἐναντίον. Ὅταν μὲν γὰρ ἄπιστος ᾖ ὁ ἀνὴρ, πιστὴ δὲ ἡ γυνὴ, διδασκέτω, φησὶν, ἡ γυνή. Διὰ τί; Ὅτι οὐκ ἠπάτηται· πιστὴ γάρ ἐστι. Μανθανέτω τοίνυν ὁ ἀνήρ· ἠπατήθη γάρ· ἄπιστος γάρ ἐστιν. Ἀντεστράφη, φησὶ, τὰ τῆς διδασκαλίας· ἀντεστράφθω λοιπὸν καὶ τὰ τῆς δεσποτείας. Εἶδες πῶς πανταχοῦ οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀπάτῃ καὶ τῇ ἁμαρτίᾳ δείκνυσι τὴν δουλείαν ἀκολουθοῦσαν; Ἦλθε τοίνυν πρὸς τὴν γυναῖκα ἡ ἀπάτη παρὰ τὴν ἀρχὴν, ἠκολούθησε τῇ ἀπάτῃ ἡ ὑποταγή· μετέστη μετὰ ταῦτα πρὸς τὸν ἄνδρα ἡ ἀπάτη, μετέστη καὶ ἡ ὑποταγή. Καὶ καθάπερ ἐν ἀρχῇ τῷ ἀνδρὶ τὴν σωτηρίαν τῆς γυναικὸς ἐνεπίστευσεν, ἐπειδὴ οὐκ ἠπάτητο, οὑτωσὶ λέγων, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· οὕτω καὶ ἐνταῦθα ἐπὶ τῆς πιστῆς τῆς τὸν ἄπιστον ἄνδρα ἐχούσης, τὴν σωτηρίαν τοῦ ἀνδρὸς ἐμπιστεύει τῇ γυναικὶ, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Τί ταύτης τῆς ἀποδείξεως σαφέστερον γένοιτ' ἂν, τοῦ μὴ τῇ φύσει τὴν δουλείαν, ἀλλὰ τῇ ἁμαρτίᾳ ἕπεσθαι; Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἔστιν εἰπεῖν. Δοῦλος ἐκλήθης; Μή σοι μελέτω. Ὁρᾷς πῶς πάλιν δείκνυσι ψιλὸν ὄνομα τὴν δουλείαν οὖσαν, ὅταν ἀρετὴ παρῇ; Ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι, τουτέστι, μᾶλλον μένε ἐν τῇ δουλείᾳ. Διὰ τί; Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν. Εἶδες μέχρι προσηγορίας τὴν δουλείαν, ἐν τῷ πράγματι δὲ τὴν ἐλευθερίαν; Τίνος δὲ ἕνεκεν ἀφῆκε μένειν δοῦλον; Ἵνα τῆς ἐλευθερίας μάθῃς τὴν περιουσίαν. Ὥσπερ γὰρ τοῦ σβέσαι τὴν κάμινον τὴν ἐπὶ τῶν τριῶν παίδων πολὺ θαυμαστότερον ἦν τὸ μενούσης αὐτῆς ἀσινῆ διατηρῆσαι τὰ σώματα· οὕτω τοῦ λῦσαι τὴν δουλείαν τὸ μενούσης αὐτῆς δεῖξαι τὴν ἐλευθερίαν πολλῷ μεῖζόν ἐστι καὶ θαυμαστότερον. Διὰ τοῦτό φησιν· Εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, μένε δοῦλος· τὴν γὰρ ἀληθεστάτην ἔχεις ἐλευθερίαν.
5.2.1
Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Βασιλεὺς ἦν ὁ Ναβουχοδονόσορ, καὶ τὴν κάμινον ἀνῆψε μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ τοὺς τρεῖς παῖδας εἰς μέσον παρήγαγε, νέους, ἐρήμους, οὐδεμίαν ἔχοντας προστασίαν, δούλους, αἰχμαλώτους, ἀπόλιδας. Καὶ τί φησιν; Εἰ ἀληθῶς, Σεδρὰκ, Μισὰκ, Ἀβδεναγὼ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνιτῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε; Τί οὖν ἐκεῖνοι; Θέασαι πῶς αὐτοὺς ἡ ἀρετὴ αἰχμαλώτους ὄντας βασιλικωτέρους ἐποίησε τοῦ βασιλέως, καὶ ὑψηλότερον αὐτῶν ἔδειξε τὸ φρόνημα. Οὐ γὰρ ὡς βασιλεῖ διαλεγόμενοι, ἀλλ' ὥσπερ πρὸς ὑπήκοον τὸν λόγον ἔχοντες, οὕτω μετὰ παῤῥησίας ἀπεκρίνοντο. Οὐ χρεία, φασὶν, ἐστὶν ἡμῖν περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναι τῷ βασιλεῖ. Οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ποιησόμεθα τὴν ἀπόδειξιν. Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς. Ἀνέμνησαν αὐτὸν τῆς ἐπὶ τοῦ Δανιὴλ εὐεργεσίας, αὐτὰ τὰ ῥήματα εἰπόντες, ἅπερ ὁ προφήτης εἶπε τότε. Τί γὰρ ἐκεῖνος ἔλεγεν; Οὐκ ἔστι μάγων Γαζαρηνῶν, Χαλδαίων τὸ ῥῆμα, ὃ ὁ βασιλεὺς ἀπαιτεῖ· ἀλλ' ἔστι Θεὸς ἐν οὐρανοῖς ἀποκαλύπτων μυστήρια. Ταύτης οὖν αὐτὸν ἀναμιμνήσκουσι τῆς φωνῆς, ὥστε ποιῆσαι ἐπιεικέστερον. Εἶτά φησι· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ὅρα σοφίαν τῶν νέων ἐκείνων. Ἵνα μὲν γὰρ μὴ καταγνῶσιν ἀσθένειαν τοῦ Θεοῦ οἱ τότε παρόντες, εἰ συμβαίη ἐμπεσόντας αὐτοὺς εἰς τὴν κάμινον ἀποθανεῖν, προλαβόντες ὡμολόγησαν αὐτοῦ τὴν δύναμιν, εἰπόντες, ὅτι Ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς δύναται ἐξελέσθαι ἡμᾶς· ἵνα δὲ μὴ πάλιν διαφυγόντες τὴν φλόγα, νομισθῶσιν ἐπὶ μισθῷ καὶ ἀμοιβῇ τῷ Θεῷ δουλεύειν, ἐπήγαγον, ὅτι Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ὁμοῦ καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἀνακηρύττοντες, καὶ τὸ παράστημα τῆς ἑαυτῶν δεικνύντες ψυχῆς, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος συκοφαντῶν, τοῦτό τις καὶ περὶ τούτων εἴπῃ. Τί δὲ περὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος; ὅτι Οὐ δωρεὰν σέβεταί σε Ἰώβ· περιέφραξας γὰρ αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω. Ἵν' οὖν μὴ καὶ περὶ τούτων ἔχῃ τις τοῦτο λέγειν, ἐκεῖνοι προλαβόντες ἐνέφραξαν τὸ ἀναίσχυντον στόμα. Ἀλλ' ὅπερ ἔλεγον, κἂν αἰχμάλωτος ᾖ τις, κἂν δοῦλος, κἂν ξένος, κἂν ἐπὶ τῆς ἀλλοτρίας διατρίβῃ γῆς, καὶ τὴν ἀρετὴν ἔχῃ μεθ' ἑαυτοῦ, πάντων βασιλέων βασιλικώτερος ἔσται. Εἶδες καὶ τὴν τῶν γυναικῶν δουλείαν λυθεῖσαν, καὶ τὴν τῶν οἰκετῶν, καὶ τὴν τῶν ἀρχομένων; Δεῦρό σοι δείξω λοιπὸν καὶ τὸν τῶν θηρίων φόβον ἐκβεβλημένον. Ἐνέβαλον τὸν Δανιὴλ εἰς τὸν λάκκον ἐπὶ τῆς αὐτῆς Βαβυλῶνός ποτε· ἀλλ' οὐκ ἐτόλμων ἅψασθαι οἱ λέοντες αὐτοῦ. Τὴν ἀρχαίαν γὰρ καὶ βασιλικὴν εἰκόνα διαλάμπουσαν εἶδον ἐν αὐτῷ, ἐκείνους τοὺς χαρακτῆρας ἔβλεπον, οὓς ἑώρων ἐπὶ τοῦ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας. Καὶ γὰρ μετὰ τῆς αὐτῆς ὑποταγῆς ἐλθόντες πρὸς τὸν Ἀδὰμ, τὰ ὀνόματα ἐδέξαντο τότε. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου τοῦτο γέγονε. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν βαρβάρων νῆσον ἐκπεσὼν, παρεκάθητο πυρᾷ θερμαινόμενος· εἶτα ἀπὸ τῶν φρυγάνων ἐκπηδήσασα ἔχις καθίκετο αὐτοῦ τῆς χειρός. Τί οὖν μετὰ ταῦτα ἐγίνετο; Ἐξέπεσε τὸ θηρίον εὐθέως. Ἐπειδὴ γὰρ ἁμαρτίαν οὐχ εὗρεν, οὐδὲ δακεῖν ἴσχυσεν· ἀλλ' ὥσπερ ἡμεῖς, ἐπειδάν τινα σκόπελον λεῖον βουλώμεθα ἀναβῆναι, μηδαμόθεν εὑρίσκοντες ἀντιλαβὰς, καταπίπτομεν εὐθέως, κἂν πέλαγος ὑποκείμενον ᾖ, κἂν βάραθρον· οὕτω καὶ τὸ θηρίον ἐκεῖνο, καὶ ταῦτα πυρᾶς ὑποκειμένης, οὐχ εὑρὸν τῆς ἁμαρτίας τὴν ἀντιλαβὴν, οὐδὲ ὅπου τοὺςὀδόντας ἀπερείσῃ, κατέπεσεν εἰς τὴν πυρὰν, καὶ διεφθάρη. Βούλει καὶ τρίτον εἴπω σοι τρόπον ἀπολογίας; Εἷς μέν ἐστι, τὸ μὴ τοὺς προτέρους ἡμαρτηκέναι μόνον, ἀλλὰ καὶ τοὺς μετ' ἐκείνους· δεύτερος, τὸ τοὺς κατωρθωκότας, καὶ ταῦτα ἐν τῷ παρόντι διατρίβοντας βίῳ, κουφοτέρας πειραθῆναι τῆς δουλείας· μᾶλλον δὲ ὁλοκλήρου ταύτης ἀπαλλαγῆναι, καθάπερ οὖν καὶ ἐπὶ τῶν γυναικῶν, καὶ ἐπὶ τῶν ἀρχομένων, καὶ ἐπὶ τῶν θηρίων ἐδείξαμεν. Τρίτος μετ' ἐκείνους, τὸ μείζονα τῶν ἀγαθῶν, ὧν οἱ παρὰ τὴν ἀρχὴν ἁμαρτόντες ἡμᾶς ἐξέβαλον, παραγενόμενον ἡμῖν ὑποσχέσθαι τὸν Χριστὸν ἀγαθὰ νῦν. Τί γὰρ θρηνεῖς, εἰπέ μοι; ὅτι σε ἁμαρτὼν ὁ Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου; Κατόρθωσον, καὶ ζήλωσον σὺ ἀρετήν· καὶ οὐχὶ παράδεισον, ἀλλ' αὐτὸν ἀνοίγω σοι τὸν οὐρανὸν, καὶ οὐδὲν ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς ἀφίημί σε παθεῖν δεινόν. Θρηνεῖς ὅτι σε τῆς ἀρχῆς τῶν θηρίων παρέλυσεν; Ἰδού σοι καὶ δαίμονας ὑποτάττω, ἐὰν προσέχῃς. Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οὐκ εἶπεν, ἄρχετε, καθάπερ ἐπὶ τῶν θηρίων, ἀλλὰ, Πατεῖτε, ἐπιτεταμένην εἰσάγων τὴν ἀρχήν.
5.3.1
Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐκ εἶπεν, Ὁ Θεὸς ὑποτάξει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν, ἀλλ' Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν. Οὐκέτι, καθάπερ πρότερον, Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ αὐτοῦ τηρήσεις πτέρναν· ἀλλ' ὁλόκληρος ἡ νίκη, καθαρὸν τὸ τρόπαιον, παντελὴς ἀφανισμὸς τοῦ πολεμίου, καὶ συντριβὴ, καὶ ἀπώλεια. Ὑπέταξέ σε τῷ ἀνδρὶ ἡ Εὔα· ἀλλ' ἐγώ σε οὐκ ἀνδρὸς ὁμότιμον μόνον, ἀλλὰ καὶ αὐτῶν ποιῶ τῶν ἀγγέλων, ἐὰν ἐθέλῃς. Ἀπεστέρησέ σε τῆς παρούσης ζωῆς· ἐγὼ δέ σοι καὶ τὴν μέλλουσαν χαρίζομαι, τὴν ἀγήρω καὶ ἀθάνατον, καὶ μυρίων γέμουσαν ἀγαθῶν. Μηδεὶς τοίνυν διὰ τοὺς προτέρους ἐπηρεάσθαι νομιζέτω· καὶ γὰρ ἂν θελήσωμεν ἅπασιν, οἷς παρέχειν μέλλει, ἐπεξελθεῖν, πολλῷ μείζονα τὰ δοθέντα, ὧν ἀπωλέσαμεν, εὑρήσομεν. Ἀπὸ δὲ τῶν εἰρημένων καὶ τὰ λοιπὰ δῆλα. Βίον ἐπίμοχθον εἰσήγαγεν ὁ Ἀδάμ· ὁ Χριστὸς ὑπέσχετο ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν χαριεῖσθαι ἐπαγγέλλεται. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρός με. Ἆρα οὖν ἀκουσόμεθα καὶ ἡμεῖς τῆς μακαρίας ἐκείνης φωνῆς; Οὐ σφόδρα ἂν ἰσχυρισαίμην ἐγώ· πολλὴ γὰρ παρ' ἡμῖν τῶν πενήτων ἡ ὑπεροψία. Νηστείας καιρὸς, παραίνεσις τοσαύτη καὶ διδασκαλία σωτηρίων διδαγμάτων, εὐχαὶ συνεχεῖς, σύλλογοι καθημερινοὶ, καὶ τί μετὰ τὴν τοσαύτην ἐπιμέλειαν ὄφελος; Οὐδέν. Ἀναχωροῦμεν γὰρ ἐντεῦθεν ὁρμαθοὺς πενήτων ὁρῶντες στοιχηδὸν ἑκατέρωθεν ἑστηκότων· καὶ ὥσπερ κίονας βλέποντες, ἀλλ' οὐκ ἀνθρώπινα σώματα, οὕτως ἀνηλεῶς παρατρέχομεν. Ὥσπερ οὖν ἀνδριάντας ἀψύχους, ἀλλ' οὐκ ἐμπνέονταςἀνθρώπους βλέποντες, οὕτως οἴκαδε ἐπειγόμεθα. Τὸ γὰρ πεινῇν καταναγκάζει, φησί. Καὶ μὴν τὸ πεινῇν πειθέτω μένειν· αἱ μὲν γὰρ ἐμπεπλησμέναι γαστέρες, κατὰ τὴν παροιμίαν, τὰς πεινώσας ἀγνοοῦσιν· αἱ δὲ πεινῶσαι ἐκ τῆς οἰκείας ἀνάγκης καὶ τὴν ἀλλοτρίαν ἐπιγινώσκουσι· μᾶλλον δὲ οὐδὲ οὕτω δυνατὸν πᾶσαν αὐτὴν κατιδεῖν. Σὺ μὲν γὰρ ἐπὶ παρεσκευασμένην τρέχεις τράπεζαν, καὶ οὐδὲ μικρὸν ἀναμεῖναι ἀνέχῃ· ὁ δὲ πένης ἕστηκε μέχρι τῆς ἑσπέρας αὐτῆς, σπεύδων καὶ ἐπειγόμενος τὴν ἐφήμερον τροφὴν ἀπαρτίσαι· καὶ ὁρῶν τὴν μὲν ἡμέραν πληρωθεῖσαν, τὸ δὲ ἀργύριον οὐδέπω πληρωθὲν ἅπαν, τὸ πρὸς τροφὴν ἀρκοῦν ἐφήμερον, ὀδυνᾶται καὶ ἐμπίπραται, καὶ μείζονα τῆς οἰκείας δυνάμεως τολμᾷν ἀναγκάζεται. Διὰ τοῦτο ἐν ἑσπέρᾳ σφοδρότερον ἡμῖν ἐπιτίθενται, ὀμνύντες, ὁρκοῦντες, θρηνοῦντες, ὀλοφυρόμενοι, τὰς χεῖρας ἐκτείνοντες, μυρία ἕτερα ἀναισχυντεῖν ἀναγκαζόμενοι. Δεδοίκασι γὰρ μὴ, πάντων οἴκαδε ἀναχωρησάντων, ὡς ἐν ἐρήμῳ, τῇ πόλει πλανᾶσθαι μέλλωσι. Καὶ καθάπερ οἱ ναυαγίῳ περιπεσόντες ἐν ἡμέρᾳ, ἐπειδὰν ἐπιλάβωνται σανίδος, πρὸ τῆς ἑσπέρας τὸν λιμένα καταλαβεῖν ἐπείγονται, μήποτε τῆς νυκτὸς ἐπελθούσης ἔξω μείναντες χαλεπωτέρου πειραθῶσι τοῦ ναυαγίου· οὕτω καὶ οἱ πένητες, καθάπερ ναυάγιον δεδοικότες τὸν λιμὸν, σπεύδουσι πρὸ τῆς ἑσπέρας τὸ πρὸς τροφὴν αὐτοῖς ἀργύριον ἀρκοῦν συναγαγεῖν, ἵνα μὴ, πάντων ἀποδημησάντων οἴκαδε, ἔξω τοῦ λιμένος μείνωσι. Λιμὴν γὰρ αὐτοῖς αἱ τῶν ἀντιλαμβανομένων χεῖρές εἰσιν.
5.4.1
Ἡμεῖς δὲ οὔτε ἐν ἀγορᾷ πρὸς τὰς ἐκείνων ἐκκαμπτόμεθα συμφορὰς, οὔτε οἴκαδε ἀπελθόντες· ἀλλὰ καὶ τῆς τραπέζης ἡμῖν παρακειμένης, πολλάκις καὶ μυρίων γενούσης ἀγαθῶν (εἴγε ἀγαθὰ χρὴ καλεῖν, ἃ ἐπὶ κατακρίσει τῆς ἡμῶν ἀπανθρωπίας ἐσθίομεν), πλὴν ἀλλὰ καὶ τῆς τραπέζης παρακειμένης, ἀκούοντες κάτωθεν διὰ τῶν στενωπῶν βαδιζόντων ἐκείνων, καὶ μεγάλα βοώντων ἐν τοῖς ἀμφόδοις, ὀδυνωμένων ἐν βαθυτάτῳ σκότῳ, ἐν ἐρημίᾳ πολλῇ, οὐδὲ οὕτως ἐπικαμπτόμεθα· ἀλλὰ καὶ ἐμπλησθέντες, καὶ πρὸς ὕπνον βαδίζοντες, καὶ ἐν ἐκείνῳ πάλιν τῷ καιρῷ μεγάλα κάτωθεν ὀδυρομένων ἀκούοντες, ὥσπερ κυνὸς λυττῶντος, ἀλλ' οὐκ ἀνθρωπίνης ἀκούοντες φωνῆς οὕτω παρατρέχομεν· καὶ οὔτε πρὸς τὸν καιρὸν ἐπιστρεφόμεθα, ὅτι ἀωρὶ λοιπὸν τῶν νυκτῶν καθευδόντων ἁπάντων ἐκεῖνος ὀδύρεται μόνος, οὔτε πρὸς τὸ κοῦφον τῆς αἰτήσεως, ὅτι ἄρτου πλέον οὐδὲν ἡμᾶς ἀπαιτεῖ, ἢ ἀργύριον ὀλίγον, οὔτε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς, ὅτι λιμῷ παλαίει διηνεκεῖ, οὔτε πρὸς τὴν ἐπιείκειαν τοῦ ἱκέτου, ὅτι τοσαύτῃ κατεχόμενος ἀνάγκῃ, οὐ πρὸς τὰς θύρας ἐλθεῖν, οὐκ ἐγγὺς γενέσθαι τολμᾷ, ἀλλὰ κάτωθεν ἐκ πολλοῦ τοῦ διαστήματος ποιεῖται τὴν ἱκετηρίαν. Κἂν μὲν λάβῃ, μυρίας δίδωσι τὰς εὐχάς· ἂν δὲ μὴ λάβῃ, οὐδὲ οὕτω πικρὸν ἐκβάλλει ῥῆμα, οὐδὲ λοιδορεῖται καὶ βλασφημεῖ τοὺς δυναμένους δοῦναι, καὶ μὴ παρέχοντας· ἀλλ' ὥσπερ τις ὑπὸ δημίου τινὸς ἐπὶ κόλασιν ἀγόμενος ἀφόρητον, εἶτα τοὺς παριόντας ἅπαντας παρακαλῶν, ἱκετεύων, καὶ μηδεμιᾶς τυγχάνων ἀντιλήψεως, μετὰ πολλῆςτῆς ἀπανθρωπίας πρὸς τὴν κόλασιν ἄγεται· οὕτω καὶ οὗτος, καθάπερ ὑπὸ δημίου τοῦ λιμοῦ πρὸς τὴν νύκτα ἑλκόμενος καὶ τὴν ἀφόρητον ἀγρυπνίαν, ἐκτείνει μὲν τὰς χεῖρας, μετὰ σφοδρᾶς τῆς βοῆς τοὺς ἐν ταῖς οἰκίαις ἄνω καθημένους παρακαλῶν, οὐδεμιᾶς δὲ φιλανθρωπίας τυγχάνων, ἀνηλεῶς ἀποπέμπεται καὶ μετὰ πολλῆς τῆς ὠμότητος. Ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἐπικάμπτει, ἀλλὰ μετὰ τοσαύτην ἀπανθρωπίαν εἰς τὸν οὐρανὸν ἐκτεῖναι τὰς χεῖρας τολμῶμεν, καὶ περὶ ἐλέου διαλεχθῆναι τῷ Θεῷ, καὶ συγγνώμην αἰτῆσαι τῶν οἰκείων ἁμαρτημάτων· καὶ οὐ δεδοίκαμεν μὴ κεραυνὸς μετὰ τὴν τοιαύτην εὐχὴν κατενεχθῇ, μετὰ τὴν τοσαύτην ὠμότητα καὶ ἀπανθρωπίαν. Πῶς πρὸς ὕπνον, εἰπέ μοι, βαδίζομεν καὶ ἀνάπαυσιν, καὶ οὐ δεδοίκαμεν μὴ κατ' ὄναρ αὐτὸς οὗτος ὑμῖν ὁ πένης ἐπιστὰς, αὐχμῶν, ῥυπῶν ῥάκια περιβεβλημένος, ὀδύρηται καὶ θρηνήσῃ, τὴν ὠμότητα ἐγκαλῶν; Καὶ γὰρ πολλῶν πολλάκις ἤκουσα λεγόντων, ὅτι μεθ' ἡμέραν ὑπεριδόντες τῆς τῶν πτωχῶν ἀντιλήψεως, ἐν νυκτὶ σχοινία περιβεβλημένους ἑαυτοὺς εἶδον καὶ ἑλκομένους ὑπὸ τῆς τῶν πενήτων χειρὸς, σπαραττομένους, μυρία πάσχοντας πράγματα. Ἀλλὰ ταῦτα μὲν ὕπνος καὶ ὄναρ, καὶ πρόσκαιρος τιμωρία· ἡμεῖς δὲ οὐ δεδοίκαμεν, εἰπέ μοι, μήποτε τὸν πένητα τοῦτον τὸν ὀδυρόμενον καὶ βοῶντα καὶ ὀλοφυρόμενον ἐν τοῖς κόλποις ἴδωμεν τοῦ Ἀβραὰμ, καθάπερ ποτὲ τὸν Λάζαρον ὁ πλούσιος ἐκεῖνος; Τὰ δὲ ἐντεῦθεν ἀφίημι ὑμῶν τῷ συνειδότι, τὰ πικρὰ καὶ ἀπαραμύθητα ἐκεῖνα κολαστήρια, πῶς ᾔτησεν ὕδωρ, πῶς οὐδὲ σταγόνος ἔτυχε, πῶς ἡ γλῶττα ἀπετηγανίζετο, πῶς πολλὴν τὴν ἱκετηρίαν θεὶς, οὐδεμιᾶς συγγνώμης ἀπέλαυσε, καὶ πῶς ἀθάνατα ἐκολάζετο. Ἀλλὰ γὰρ μὴ γένοιτο ἡμᾶς ταῦτα διὰ τῆς πείρας μαθεῖν, ἀλλὰ διὰ τῶν λόγων ἀκούσαντας φυγεῖν τὴν διὰ τῶν ἔργων ἀπειλὴν, καὶ τῆς τοῦ προπάτορος Ἀβραὰμ φιλοφροσύνης ἀξίους ἀποδειχθέντας, εἰς τὸν αὐτὸν ἐκείνῳ χωρῆσαι τόπον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ τιμὴ, δόξα, κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note