In Genesim sermones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
7.0.1
Διὰ τί ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, καὶ τί ποτέ ἐστι, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
7.1.1
Πολλὰ παρεκάλεσα χθὲς τὴν ὑμετέραν ἀγάπην μεμνῆσθαι τῶν εἰρημένων, καὶ διπλῆν ἐν ἑσπέρᾳ παραθεῖναι τὴν τράπεζαν, τὴν τῶν βρωμάτων, καὶ τὴν ἀπὸ τῶν λόγων προστιθέντας ἑστίασιν. Τί οὖν; ἐποιήσατε τοῦτο, καὶ παρεθήκατε διπλῆν τὴν τράπεζαν; Οἶδα ὅτι ἐποιήσατε, καὶ οὐκ ἐκείνης μόνον, ἀλλὰ καὶ ταύτης μετέσχετε. Οὐ γὰρ δὴ περὶ τὴν ἐλάττω σπουδάσαντες, τῆς βελτίονος ἐμέλλετε ἀμελεῖν. Καὶ γὰρ βελτίων ἐκείνης αὕτη. Τὴν μὲν γὰρ μαγείρων συνέθηκαν χεῖρες, ταύτην δὲ προφητῶν παρεσκεύασαν γλῶσσαι· καὶ ἡ μὲν τὰ ἀπὸ τῆς γῆς ἔχει βλαστήματα, ἡ δὲ τὸν καρπὸν τὸν ἀπὸ τοῦ Πνεύματος· καὶ ταύτης μὲν τῆς τραπέζης πρὸς φθορὰν ἐπείγεται τὰ σιτία, τὰ δὲ ἐκείνης πρὸς ἀφθαρσίαν· καὶ αὕτη μὲν τὴν παροῦσαν ἡμῶν συγκρατεῖ ζωὴν, ἐκείνη δὲ πρὸς τὴν μέλλουσαν ἡμᾶς ὁδηγεῖ. Ὅτι μὲν οὖν παρεθήκατε μετ' ἐκείνης καὶ ταύτην, οἶδα, οὐκ ἀκόλουθον ὑμῶν ἐρωτήσας, οὐκ οἰκέτην, ἀλλὰ τὸν τούτων σαφέστερον ἄγγελον. Τίνα δὴ τοῦτον; Τὸν κρότον τῶν εἰρημένων, τὸν ἔπαινον τὸν ἐπὶ τῇ διδασκαλίᾳ. Ἐπειδὴ γὰρ εἶπον χθὲς, ὅτι Ἕκαστος ὑμῶν ποιησάτω τὴν οἰκίαν αὐτοῦ ἐκκλησίαν, μέγα ἀνακεκράγατε, δηλοῦντες τὴν ἡδονὴν τὴν ἐπὶ τοῖς εἰρημένοις. Ὁ δὲ μεθ' ἡδονῆς ἀκούων τῶν λεγομένων, οὗτος καὶ πρὸς τὴν τῶν ἔργων ἐπίδειξιν παρεσκεύασται. Διὰ ταῦτα καὶ τήμερον προθυμότερον ἀπεδυσάμην πρὸς τὴν διδασκαλίαν. Ἀλλὰ διεγέρθητε καὶ νῦν. Οὐδὲ γὰρ τὸν λέγοντα διεγηγερμένον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ τοὺς ἀκούοντας ἐναγωνίους εἶναι χρὴ, καὶ τοὺς ἀκούοντας μᾶλλον, ἢ τὸν λέγοντα. Ἡμεῖς μὲν γὰρ μίαν ἔχομεν σπουδὴν, καταβαλεῖν τὰ δεσποτικὰ χρήματα· ὑμῖν δὲ πλείων ὁ πόνος, ὥστε καὶ ὑποδέξασθαι αὐτὰ, καὶ μετὰ πολλῆς τηρῆσαι τῆς ἀσφαλείας. Ἐπίθετε τοίνυν μετὰ τὴν ἀκρόασιν τὰ κλεῖθρα ταῖς θύραις. τοὺς μοχλούς· καὶ λογισμοὺς τοὺς φοβεροὺς, καθάπερ τινὰς φύλακας, πανταχόθεν περιστήσατε τῇ ψυχῇ. Καὶ γὰρ ἀναίσχυντος ὁ κλέπτης ἐστὶ, καὶ διαπαντὸς ἀγρυπνεῖ, καὶ συνεχῶς ἐπιτίθεται, κἂν πολλάκις ἀποτύχῃ, πολλάκις ἐπιχειρεῖ. Ἔστωσαν τοίνυν φοβεροὶ οἱ φύλακες· κἂν ἴδωσι τὸν διάβολον ἐλθόντα καὶ βουλόμενον ἁρπάσαι τι τῶν καταβληθέντων, μετὰ πολλῆς αὐτὸν ἀπελαυνέτωσαν τῆς κραυγῆς· κἂν φροντίδες βιωτικαὶ ἐπίωσι, κωλυέτωσαν· κἂν λήθη παρὰ τῆς φύσεως διενοχλῇ, τῇ μελέτῃ τὴν μνήμην διεγειρέτωσαν. Οὐ γάρ ἐστι μικρὸς ὁ κίνδυνος, ἀπολέσαι χρήματα δεσποτικά. Εἰ γὰρ οἱ ταῦτα τὰ χρήματα ὑποδεχόμενοι, ἐπειδὰν διασκορπίσωσι τὰ πιστευθέντα, θανάτῳ κολάζονται πολλάκις· οἱ τὰ πολλῷ τιμιώτερα τούτων ὑποδεξάμενοι λόγια, εἶτα ἀπολέσαντες, ποίαν οὐχ ὑποστήσονται τιμωρίαν, Ἐπὶ μὲν τούτων τῶν χρημάτων φυλακῆς εἰσιν ὑπεύθυνοι μόνον οἱ δεχόμενοι, ἑτέρου δὲ οὐδενός. Ὅσα γὰρ ὑπεδέξαντο, τοσαῦτα αὐτοὺς καταθεῖναι πᾶσα ἀνάγκη, καὶ πλέον οὐδεὶς οὐδὲν ἀπαιτεῖται παρ' αὐτῶν· ἐπὶ δὲ τῶν τοῦ Θεοῦ λόγων οὐχὶ φυλακῆς ἐσμεν ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ ἐργασίας πολλῆς. Οὐδὲ γὰρ ἅπερ ἐδεξάμεθα μόνον ἀποδοῦναι κελευόμεθα, ἀλλὰ καὶ διπλᾶ ταῦτα τῷ Δεσπότῃ προσενεγκεῖν. Καίτοι εἰ καὶ φυλάξαι προέκειτο μόνον, πολλῆς ἀγωνίας καὶ σπουδῆςἐδεῖτο τὸ πρᾶγμα· ὅταν δὲ καὶ πλεονάσαι αὐτὰ προστάττῃ ἡμῖν ὁ Δεσπότης, ἐννόησον ὅσου πόνου καὶ φροντίδος ἡμῖν δεῖ τοῖς πιστευθεῖσι. Διά τοι τοῦτο πιστευθείς τις πέντε τάλαντα, οὐχ ὅσα ἐνεπιστεύθη προσήνεγκεν, ἀλλὰ καὶ ἕτερα τοσαῦτα. Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ δεσπότου φιλανθρωπίας ἦν· ἔδει δὲ καὶ τὸν οἰκέτην τὴν ἑαυτοῦ σπουδὴν ἐπιδείξασθαι. Ὁμοίως καὶ ὁ τὰ δύο τάλαντα πιστευθεὶς εἰργάσατο ἄλλα δύο, καὶ τούτου ἕνεκα ἠξιώθη τῆς αὐτῆς τιμῆς παρὰ τοῦ ἰδίου δεσπότου. Ἄλλος δέ τις πάλιν ἓν τάλαντον πιστευθεὶς καὶ προσενεγκὼν αὐτὸ ὅπερ ἐπιστεύθη, οὐ μειώσας, οὐκ ἐλαττώσας τὴν παρακαταθήκην, οὐκ ἐξ ἡμισείας ἀποδοὺς, ἐπειδὴ μὴ τὴν πραγματείαν ἀπεδείξατο, μηδὲ διπλοῦν προσήνεγκε τὸ πιστευθὲν, τὴν ἐσχάτην ἔδωκε δίκην· καὶ μάλα εἰκότως. Εἰ γὰρ ἐβουλόμην, φησὶν, αὐτὰ φυλάττεσθαι μόνον, καὶ ἄλλην μὴ γενέσθαι ἐμπορίαν ἐν αὐτοῖς, οὐκ ἂν αὐτὰ ταῖς τῶν δούλων ἔδωκα χερσί. Σὺ δέ μοι θέα τὴν φιλανθρωπίαν τοῦ δεσπότου. Προσήνεγκεν ὁ τὰ πέντε τάλαντα πιστευθεὶς ἄλλα πέντε, καὶ ὁ τὰ δύο, ἄλλα τοσαῦτα· καὶ τῶν αὐτῶν ἑκάτερος ἀπήλαυσεν ἀμοιβῶν. Ὥσπερ γὰρ ἐκείνῳ εἶπεν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· οὕτω καὶ τῷ τὰ δύο προσενεγκόντι φησὶν, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Ἡ πρόσοδος οὐχ ἡ αὐτὴ, καὶ ὁ μισθὸς ὁ αὐτός· οὕτω καὶ τοῦτον τῆς αὐτῆς ἠξίωσε τιμῆς. Τί δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν προσενεχθέντων, ἀλλὰ τῇ δυνάμει τῶν ἐργαζομένων προσεῖχεν ὁ Θεός. Ἐκείνων μὲν γὰρ ἕκαστος τὰ κατὰ δύναμιν ἐπεδείξατο· τὸν πλεονασμὸν δὲ τῶν προσενεχθέντων καὶ τὴν ἐλάττωσιν οὐχ ἡ ῥᾳθυμία ἐκείνου, οὐδὲ ἡ σπουδὴ τούτου, ἀλλ' ἡ διαφορὰ τῆς παρακαταθήκης ἐποίησεν. Ἐκεῖνος πέντε ἔλαβε, καὶ πέντε ἄλλα προσήνεγκεν· οὗτος δύο ἔλαβε, καὶ δύο προσήνεγκε, καὶ κατ' οὐδὲν ἠλάττωται ἐν τῷ τῆς σπουδῆς λόγῳ. Καὶ γὰρ καὶ οὗτος διπλᾶ, κἀκεῖνος διπλᾶ τὰ πιστευθέντα εἰργάσατο· ὁ δὲ ἓν λαβὼν ἁπλοῦν προσήνεγκε· διὸ καὶ ἐκολάζετο.
7.2.1
Ἠκούσατε τοίνυν πόση τιμωρία κεῖται τοῖς μὴ πραγματευομένοις περὶ τὰ χρήματα τὰ δεσποτικά; Οὐκοῦν καὶ φυλάξωμεν, καὶ πραγματευσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα περὶ αὐτὰ τὴν ἐμπορίαν. Μὴ λεγέτω τις· Ἰδιώτης εἰμὶ, μαθητής εἰμι, λόγον οὐκ ἔχω διδασκαλίας, ἀμαθὴς ὢν καὶ οὐδενὸς ἄξιος. Κἂν γὰρ ἰδιώτης ᾖς, κἂν ἀμαθὴς, κἂν ἓν τάλαντον πιστευθῇς, ἐργάζου τὸ ἐγχειρισθὲν, καὶ τὸν αὐτὸν τῷ διδάσκοντι λήψῃ μισθόν. Ἀλλ' ὅτι μὲν φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας κατέχετε, πάνυ πεπίστευκα· ἵνα δὲ μὴ εἰς τοῦτο τὸν λόγον ἅπαντα ἀναλώσωμεν, φέρε καὶ τὰ ἑξῆς τῶν χθὲς ἡμῖν λεχθέντων προσθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τοῦτον τῆς φυλακῆς ὑμῖν ἀποδιδόντες τὸν μισθόν. Ὁ γὰρ τὰ πρότερα πιστευθεὶς καὶ τηρήσας, ἄξιος ἂν εἴη καὶ ἕτερα πάλιν λαβεῖν. Τί οὖν ἦν τὸ διήγημα τὸ χθὲς ἡμῖν προτεθέν; Περὶ τοῦ ξύλου ὁ λόγος ἦν, καὶ ἐδείξαμεν ὅτι ᾔδει ὁ ἄνθρωπος τὸ καλὸν καὶ τὸ πονηρὸν, πρὶν ἢ φαγεῖν ἀπὸ τοῦ ξύλου, καὶ πολλῆς σοφίας ἐπεπλήρωτο, ἀφ' ὧν ἐπέθηκε τὰ ὀνόματα τοῖς θηρίοις, ἀφ' ὧν ἐπέγνω τὴν γυναῖκα τὴν ἑαυτοῦ, ἀφ' ὧν εἶπε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶνὀστέων μου· ἀφ' ὧν περὶ τοῦ γάμου διελέχθη καὶ περὶ παιδοποιίας, καὶ συζυγίας καὶ πατρὸς καὶ μητρὸς, ἀφ' ὧν ἐντολὴν ἔλαβεν. Οὐδὲ γὰρ ἐντολὴν δίδωσί τις καὶ νόμον τοῦ πρακτέου καὶ τοῦ μὴ πρακτέου τῷ τὸ καλὸν καὶ πονηρὸν ἀγνοοῦντι. Σήμερον ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν, εἰ μὴ παρὰ τοῦ ξύλου τὴν γνῶσιν ὁ ἄνθρωπος ἔλαβε, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον εἴρηται· οὐ γὰρ μικρὸν τὸ μαθεῖν, διὰ τί ταύτην τὴν προσηγορίαν ἔχει καὶ ξύλον. Καὶ γὰρ ὁ διάβολος εἶπεν· Ἧ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Πῶς οὖν σὺ λέγεις, φησὶν, ὅτι οὐκ ἐνέθηκε γνῶσιν καλοῦ καὶ πονηροῦ; Τίς γὰρ, εἰπέ μοι, ἐνέθηκεν; ἆρα ὁ διάβολος; Ναὶ, φησὶν, εἰπών· Ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Εἶτα τοῦ ἐχθροῦ μοι φέρεις τὴν μαρτυρίαν καὶ τοῦ ἐπιβούλου; Καίτοι οὗτος εἶπεν, ὅτι Καὶ θεοὶ ἔσεσθε· ἆρα οὖν καὶ θεοὶ ἐγένοντο; Ὥσπερ οὖν οὐκ ἐγένοντο θεοὶ, οὕτως οὔτε γνῶσιν καλοῦ καὶ πονηροῦ τότε ἔλαβον. Ψευστὴς γάρ ἐστιν ἐκεῖνος, καὶ οὐδὲν ἀληθὲς φθέγγεται. Ἐν γὰρ τῇ ἀληθείᾳ, φησὶν, οὐχ ἕστηκε. Μὴ δὴ τοῦ ἐχθροῦ παραγάγωμεν τὴν μαρτυρίαν, ἀλλ' ἴδωμεν ἀπ' αὐτῶν τῶν πραγμάτων, τίνος ἕνεκεν, γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον. Καὶ πρότερον, εἰ δοκεῖ, τί ποτέ ἐστι καλὸν καὶ πονηρὸν ἐπισκεψώμεθα. Τί οὖν ἐστι καλόν; Ἡ ὑπακοή. Τί δὲ πονηρόν; Ἡ παρακοή. Καὶ τέως ἡμῖν, ἵνα μὴ πλανώμεθα περὶ τὴν φύσιν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀπὸ τῶν Γραφῶν ταῦτα διακριβούσθω. Ὅτι γὰρ τοῦτό ἐστι τὸ καλὸν καὶ πονηρὸν, ἄκουσον τί φησιν ὁ προφήτης· Τί καλὸν, καὶ τί Κύριος ὁ Θεὸς ἐκζητεῖ παρὰ σοῦ; Εἰπὲ τί καλόν. Ἀγαπᾷν Κύριον τὸν Θεόν σου. Ὁρᾷςὅτι ἡ ὑπακοὴ καλόν; ἐκ γὰρ τῆς ἀγάπης ἡ ὑπακοή. Καὶ πάλιν· Δύο πονηρὰ, φησὶν, ἐποίησεν ὁ λαός μου οὗτος· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ὁρᾷς ὅτι πονηρὸν ἡ παρακοὴ καὶ ἡ ἐγκατάλειψις; Τέως οὖν τοῦτο τηρῶμεν, ὅτι καλὸν ἡ ὑπακοὴ, καὶ πονηρὸν ἡ παρακοὴ, καὶ οὕτως εἰσόμεθα κἀκεῖνο. Καὶ γὰρ διὰ τοῦτο γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, ἐπειδὴ ἡ ἐντολὴ, ἡ γυμνάζουσα τὴν ὑπακοὴν καὶ τὴν παρακοὴν, περὶ τὸ ξύλον ἐγένετο. Ἤδει μὲν γὰρ καὶ πρὸ τούτου ὁ Ἀδὰμ, ὅτι καλὸν μὲν ἡ ὑπακοὴ, πονηρὸν δὲ ἡ παρακοή· ἔμαθε δὲ ὕστερον σαφέστερον δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ὥσπερ γὰρ καὶ ὁ Κάϊν ᾔδει μὲν ὅτι κακὸν ἡ ἀδελφοκτονία καὶ πρὶν ἢ σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ὅτι γὰρ ᾔδει πονηρὸν ὂν τὸ πρᾶγμα, ἄκουσόν τί φησι· Δεῦρο, ἐξέλθωμεν εἰς τὸ πεδίον. Καίτοι τίνος ἕνεκεν ἕλκεις εἰς τὸ πεδίον ἀπὸ τῶν πατρικῶν ἀποσπάσας ἀγκαλῶν τὸν ἀδελφόν; τί δὲ καθιστᾷς ἐν ἐρημίᾳ; τί δὲ γυμνὸν ποιεῖς τῆς κηδεμονίας; τί πόῤῥω τῆς πατρικῆς ἀπάγεις ὄψεως; τί διακρύπτεις τὴν τόλμαν, εἰ μὴ δέδοικας τὴν ἁμαρτίαν; τί δὲ καὶ μετὰ τὸ ποιῆσαι τὸν φόνον, πάλιν ἐρωτώμενος δυσχεραίνεις καὶ ψεύδῃ; Τοῦγὰρ Θεοῦ εἰπόντος· Ποῦ Ἄβελ, ὁ ἀδελφός σου; εἶπας· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου ἐγώ; Ὅθεν δῆλον ὅτι σαφῶς εἰδὼς ἦλθεν ἐπὶ τὴν ἐργασίαν ταύτην. Ὥσπερ οὖν οὗτος ᾔδει μὲν καὶ πρὸ τῆς πείρας ὅτι κακὸν ὁ φόνος, ἔμαθε δὲ σαφέστερον καὶ μετὰ ταῦτα, ὅτε τὴν τιμωρίαν ἐδέξατο, καὶ ἤκουσε· Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· οὕτω καὶ ὁ πατὴρ τούτου εἶχε τοῦ καλοῦ καὶ τοῦ κακοῦ καὶ πρὸ τοῦ φαγεῖν τὴν γνῶσιν, εἰ καὶ μὴ οὕτω σαφῆ, ὡς μετὰ τὴν τοῦ ξύλου βρῶσιν. Τί λέγω; Τὰ γὰρ κακὰ πάντες οἴδαμεν καὶ πρὶν ἢ πρᾶξαι, σαφέστερον δὲ μανθάνομεν μετὰ τὸ πρᾶξαι· πολλῷ δὲ σαφέστερον, ὅταν κολαζώμεθα. Οὕτω καὶ ὁ Κάϊν ᾔδει μὲν ὅτι κακὸν ἡ ἀδελφοκτονία καὶ πρὸ τούτου· ἔμαθε δὲ ὕστερον διὰ τῆς κολάσεως σαφέστερον· ἐπεὶ καὶ ἡμεῖς οἴδαμεν ὅτι καλὸν ἡ ὑγίεια, καὶ φορτικὸν ἡ νόσος καὶ πρὸ τῆς πείρας· πολλῷ δὲ μᾶλλον, ὅταν εἰς τὴν νόσον ἐμπέσωμεν, ἀμφοτέρων τὴν διαφορὰν γινώσκομεν.
7.3.1
Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Ἀδὰμ ᾔδει μὲν ὅτι καλὸν ἡ ὑπακοὴ, καὶ κακὸν ἡ παρακοή· ὕστερον δὲ σαφέστερον ἔμαθεν, ὅτε τοῦ ξύλου γευσάμενος ἐξεβλήθη τοῦ παραδείσου, καὶ τῆς μακαριότητος ἐκείνης ἐξέπεσεν. Ἐπεὶ οὖν εἰς τιμωρίαν ἐνέπεσεν, ὅτι, τοῦ Θεοῦ κωλύσαντος, ἐγεύσατο τοῦ ξύλου, ἡ τιμωρία αὐτὸν σαφέστερον ἐπαίδευσε διὰ τῆς πείρας, ὅσον κακὸν Θεοῦ παρακούειν, καὶ ὅσον ὑπακούειν καλόν· διὰ τοῦτο γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται. Καὶ τίνος ἕνεκεν, εἰ μὴ αὐτὴ ἡ φύσις τοῦ ξύλου τὴν γνῶσιν εἶχε τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀλλ' ἐκ τῆς τιμωρίας τῆς διὰ τὴν παρακοὴν τὴν ἐπὶ τῷ ξύλῳ σαφέστερον τοῦτο ἔμαθεν ὁ ἄνθρωπος, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται; Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο, ἐπειδὰν τὸ πρᾶγμα γένηται, ἢ ἐν τόποις, ἢ ἐν καιροῖς, ἀπὸ τῶν πραγμάτων καλεῖν καὶ τοὺς τόπους καὶ τοὺς καιρούς. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος ὑμῖν τοῦτο ποιήσω φανερόν. Ὁ Ἰσαάκ ποτε φρέατα ὤρυξε· ταῦτα τὰ φρέατα ἐπεχείρησαν οἱ γείτονες διαφθεῖραι· ἐντεῦθεν ἐγένετό τις ἀπέχθεια, καὶ ἐκάλεσε τὸ φρέαρ Ἔχθραν· οὐκ ἐπειδὴ αὐτὸ τὸ φρέαρ ἤχθρανεν, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἡ ἔχθρα γέγονεν. Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ὁ ἔλεγχος τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Πάλιν ὤρυξε φρέαρ ὁ Ἀβραὰμ, ἐπεβούλευσεν ὁ Ἀβιμέλεχ· συνῆλθον, κατέλυσαν τὴν ἔχθραν, καὶ ὅρκους δόντες ἀλλήλοις, ἐκάλεσαν τὸ φρέαρ ἐκεῖνο Φρέαρ ὅρκου· οὐκ ἐπειδὴ τὸ φρέαρ ὤμοσεν, ἀλλ' ἐπειδὴ περὶ τὸ φρέαρ ὁ ὅρκος ἐγένετο. Ὁρᾷς πῶς οὐχὶ τῶν πραγμάτων οἱ τόποι αἴτιοι γίνονται, εἰ καὶ τῶν πραγμάτων λαμβάνουσι τὰ ὀνόματα; Καὶ γὰρ πολλὴ ἀνάγκη παραγαγεῖν παραδείγματα, ὥστε σαφέστερον γενέσθαι τὸ λεγόμενον. Πάλιν εἶδεν ὁ Ἰακὼβ ἀγγέλους ἀπαντήσοντας αὐτῷ καὶ παρεμβολὴν Θεοῦ, καὶ ἐκάλεσε τὸν τόπον Παρεμβολήν. Καίτοι οὐχ ὁ τόπος ἦν ἡ παρεμβολὴ, ἀλλ' ὅμως ἐκλήθη ὁ τόπος Παρεμβολὴ, ἐπειδὴ ἐκεῖ εἶδε τὴν παρεμβολήν. Ὁρᾷς πῶς ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ τὸν τόπον ὠνόμασεν; Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν καλοῦ καὶ πονηροῦ, ἀλλ' ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ἡ ἀπόδειξις τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, καὶ ἡ γυμνασία τῆς παρακοῆς καὶ τῆς ὑπακοῆς. Πάλιν εἶδε τὸν Θεὸν ὁ Ἰακὼβ, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατὸν ἦν, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ. Διὰ τί· Ὅτι εἶδον τὸν Θεὸν, φησί. Καὶ μὴν οὐχ ὁ τόπος εἶδος Θεοῦ ἦν, ἀλλ' ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ ἡ προσηγορία γέγονεν. Ὁρᾷς διὰ πόσων ἀποδέδεικται, ὅτι ἔθος τῇ Γραφῇ ἀπὸ τῶν πραγμάτων τῶν συμβαινόντων ἐν τοῖς τόποις αὐτοὺς τοὺς τόπους καλεῖν; Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ καιρῶν ποιεῖν εἴωθεν. Ἀλλ' ἵνα μὴ κατατείνωμεν ὑμᾶς, φέρε μεταγάγωμεν τὸν λόγον ἀπὸ τῶν σκυθρωποτέρων ἐπὶ τὰ φαιδρότερα. Καὶ γὰρ ἔκαμεν ὑμῶν ἡ διάνοια τοῖς λεπτοτέροις νοήμασιν ἐνδιατρίβουσα· διόπερ αὐτὴν ἀναπαῦσαι καλὸν, τοῖς ἀφελεστέροις καὶ φαιδροτέροις διαιτῶντας νοήμασιν. Ἐπανίωμεν τοίνυν ἐπὶ τὸ σωτήριον τοῦ σταυροῦ ξύλον. Τοῦτο γὰρ, τοῦτο πάντα ἀνέλυσε τὰ δεινὰ, ὅσα ἐκεῖνο εἰσήγαγε· μᾶλλον δὲ οὐκ ἐκεῖνο εἰσήγαγε τὰ δεινὰ, ἀλλ' ὁ ἄνθρωπος ἅπαντα, ἅπερ μετὰ πολλῆς ὕστερον ἀνέλυσε τῆς περιουσίας ὁ Χριστὸς, πολλῷ μείζονα αὐτῶν εἰσαγαγὼν ἀγαθά. Δι' αὐτὸ τοῦτο ὁ Παῦλός φησιν· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· τουτέστι, μεῖζον τὸ δῶρον τοῦ ἁμαρτήματος. Διὰ τοῦτο πάλιν φησίν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· οὐχ ὅσον ἥμαρτεν ὁ ἄνθρωπος, τοσοῦτον ἐχαρίσατο ὁ Θεός· οὐχ ὅση ἡ ζημία, τοσαύτη καὶ ἡ πραγματεία· οὐχ ὅσον τὸ ναυάγιον, τοσαύτη καὶ ἡ ἐμπορία· ἀλλὰ πλείω τὰ ἀγαθὰ τῶν κακῶν· καὶ εἰκότως. Τὰ μὲν γὰρ κακὰ δοῦλος εἰσήγαγε, καὶ ἐλάττονα ἦν· τὰ δὲ ἀγαθὰ Δεσπότης ἐχαρίσατο, διὸ καὶ πλείονα ἦν. Διὰ τοῦτό φησιν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἶτα ἐπάγει καὶ τὴν διαφοράν· Τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Ἀσαφέστερον τὸ εἰρημένον· οὐκοῦν ἀνάγκη τὴν λύσιν ἐπαγαγεῖν. Τὸ μὲν γὰρ κρῖμα, τουτέστιν ἡ κόλασις, ἡ τιμωρία, ὁ θάνατος· Ἐξ ἑνὸς, τουτέστιν ἁμαρτήματος· Μία γὰρ, φησὶν, ἁμαρτία τοσοῦτον εἰσήγαγε κακόν· τὸ δὲ χάρισμα οὐκ ἐκείνην μόνην τὴν ἁμαρτίαν ἔλυσεν, ἀλλὰ καὶ ἑτέρας πολλάς. Διὰ τοῦτο λέγει· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Διὰ τοῦτο καὶ ὁ Ἰωάννης ὁ βαπτιστὴς ἐβόα· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, οὐχὶ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ Ἀδὰμ, ἀλλ', Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Εἶδες πῶς οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα, ἀλλὰ πλείονα εἰσήγαγε τοῦτο τὸ ξύλον ἀγαθὰ τῶν παρὰ τὴν ἀρχὴν εἰσενεχθέντων κακῶν;
7.4.1
Ταῦτα δὲ εἶπον, ἵνα μὴ νομίσῃς ἐπηρεάζεσθαί σε παρὰ τῶν πρώτων. Ἐξέβαλεν ὁ διάβολος τὸν Ἀδὰμ, εἰσήγαγε τὸν λῃστὴν ὁ Χριστός. Καὶ σκόπει τὸ διάφορον. Ἐκεῖνος οὐκ ἔχοντα ἁμαρτίαν τὸν ἄνθρωπον, ἀλλὰ μίαν κηλῖδα παρακοῆς, ἐξέβαλεν· ὁ Χριστὸς λῃστὴν μυρία φορτία ἁμαρτημάτων βαστάζοντα οὕτως εἰσήγαγεν εἰς τὸν παράδεισον. Ἆρ' οὖν τοῦτο μόνον τὸ θαῦμά ἐστιν, ὅτι λῃστὴν εἰσήγαγεν εἰς παράδεισον, ἄλλο δὲ οὐδέν; Ἔστι καὶ ἄλλο μεῖζον εἰπεῖν. Οὐ γὰρ λῃστὴν εἰσήγαγε μόνον, ἀλλὰ καὶ πρὸ τῆς οἰκουμένης ἁπάσης, καὶ πρὸ τῶν ἀποστόλων· ἵνα μηδεὶς τῶνμετὰ ταῦτα ἀπογνῷ τὴν εἴσοδον, μηδὲ ἀπελπίσῃ τὴν σωτηρίαν τὴν ἑαυτοῦ, τὸν μυρίων γέμοντα κακῶν ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφόμενον ὁρῶν· Ἀλλ' ἴδωμεν, μὴ πόνους ἐπεδείξατο καὶ κατορθώματα καὶ καρποὺς ὁ λῃστής. Οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ' ἀπὸ ψιλοῦ ῥήματος, ἀπὸ πίστεως μόνης πρὸ τῶν ἀποστόλων εἰσεπήδησεν εἰς τὸν παράδεισον, ἵνα μάθῃς ὅτι οὐχ ἡ ἐκείνου εὐγνωμοσύνη τοσοῦτον ἴσχυσεν, ὅσον τοῦ Δεσπότου ἡ φιλανθρωπία τὸ πᾶν ἐποίησε. Τί γὰρ εἶπεν ὁ λῃστής; τί δὲ ἔπραξεν; ἐνήστευσεν; ἐδάκρυσεν; περιεσχίσατο; μετάνοιαν ἐπεδείξατο ἐν πολλῷ τῷ χρόνῳ; Οὐδαμῶς· ἀλλ' ἐν αὐτῷ τῷ σταυρῷ μετὰ τὴν ἀπόφασιν σωτηρίας ἔτυχεν. Ὅρα τάχος· ἀπὸ σταυροῦ εἰς οὐρανὸν, ἀπὸ καταδίκης εἰς σωτηρίαν. Τίνα ἐστὶν ἄρα ἐκεῖνα τὰ ῥήματα; πόσην ἔχει τὴν δύναμιν, ὅτι τοσαῦτα τούτῳ ἐκόμισεν ἀγαθά; Μνήσθητί μου, φησὶν, ἐν τῇ βασιλείᾳ σου. Καὶ τί τοῦτο; Ἤτησε λαβεῖν ἀγαθὰ, οὐ σπουδὴν τὴν δι' ἔργων ἐπεδείξατο· ἀλλ' ὁ τὴν καρδίαν αὐτοῦ εἰδὼς, οὐ τοῖς ῥήμασι προσέσχεν, ἀλλὰ τῇ διαθέσει τῆς διανοίας. Οἱ μὲν γὰρ προφητικῶν ἀπολαύσαντες διδαγμάτων, οἱ τὰ σημεῖα ἰδόντες, οἱ τὰ θαύματα θεασάμενοι, ἔλεγον περὶ τοῦ Χριστοῦ, ὅτι Δαιμόνιον ἔχει, καὶ, Πλανᾷ τὸν ὄχλον· ὁ δὲ λῃστὴς μὴ προφητῶν ἀκούσας, μὴ θαύματα ἰδὼν, ἰδὼν ἐπὶ τοῦ σταυροῦ προσηλωμένον, οὐ προσέσχε τῇ ἀτιμίᾳ, οὐκ εἶδε τὴν ἀδοξίαν, ἀλλ' εἰς τὴν θεότητα αὐτὴν ἰδὼν, Μνήσθητί μου, φησὶν, ἐν τῇ βασιλείᾳ σου. Καινὸν τοῦτο καὶ παράδοξον. Σταυρὸν ὁρᾷς, καὶ βασιλείας μέμνησαι; Τί βασιλείας ἄξιον εἶδες; Ἐσταυρωμένον ἄνθρωπον, ῥαπιζόμενον, χλευαζόμενον, κατηγορούμενον, ἐμπτυόμενον, μαστιζόμενον· ταῦτα οὖν βασιλείας ἄξια, εἰπέ μοι; Ὁρᾷς ὅτι τοῖς τῆς πίστεως ἔβλεπεν ὀφθαλμοῖς, καὶ οὐ τὰ φαινόμενα ἐξήταζε; Διὰ τοῦτο οὔτε ὁ Θεὸς τὰ ῥήματα ἐξήταζε τὰ ψιλὰ, ἀλλ' ὥσπερ οὗτος εἶδεν εἰς τὴν θεότητα, οὕτως ὁ Θεὸς εἶδεν εἰς τὴν καρδίαν τοῦ λῃστοῦ, καί φησι· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐνταῦθα προσέχετε· ζήτημα γὰρ οὐ τὸ τυχὸν ἐπιφύεται. Καὶ γὰρ οἱ Μανιχαῖοι, οἱ κύνες, οἱ ἐννεοὶ καὶ λυττῶντες, τὸ σχῆμα μὲν ἐπιδείκνυνται ἐπιεικείας, τὴν χαλεπὴν δὲ ἔνδον ἔχουσι τῶν κυνῶν μανίαν, καὶ κατακρύπτουσι τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ μὴ τὸ φαινόμενον ἴδῃς, ἀλλὰ τὸ ἔνδον κεκρυμμένον θηρίον ἐξέτασον. Οὗτοι τοίνυν ἐπιλαβόμενοι τοῦ χωρίου τούτου φασίν· Εἶπεν ὁ Χριστός· Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· οὐκοῦν ἀντίδοσις ἤδη γέγονε τῶν ἀγαθῶν, καὶ περιττὴ ἡ ἀνάστασις. Εἰ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπέλαβεν ὁ λῃστὴς τὰ ἀγαθὰ, τὸ δὲ σῶμα αὐτοῦ οὐκ ἀνέστη οὐδέπω καὶ τήμερον, οὐκ ἔσται σωμάτων λοιπὸν ἀνάστασις. Ἆρα ἐνοήσατε τὸ λεχθὲν, ἢ δεύτερον αὐτὸ πάλιν εἰπεῖν ἀνάγκη; Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἰσῆλθεν οὖν, φησὶν, εἰς τὸν παράδεισον ὁ λῃστὴς οὐ μετὰ τοῦ σώματος· πῶς γὰρ, ὁπότε οὐκ ἐτάφη τὸ σῶμα αὐτοῦ, οὐδὲ διελύθη καὶ κόνις ἐγένετο; καὶ οὐδαμοῦ εἴρηται, ὅτι ἀνέστησεν ὁ Χριστὸς αὐτόν. Εἰ δὲ εἰσήγαγε τὸν λῃστὴν, καὶ χωρὶς τοῦ σώματος ἀπέλαυσε τῶν ἀγαθῶν, εὔδηλον ὅτι σώματος οὐκ ἔστιν ἀνάστασις. Εἰ γὰρ ἦν σώματος ἀνάστασις, οὐκ ἂν εἶπε· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, ἀλλ', ἐν τῷ καιρῷ τῆς συντελείας, ὅταν σωμάτων ἀνάστασις ᾖ. Εἰ δὲ ἤδη εἰσήγαγε τὸνλῃστὴν, τὸ δὲ σῶμα αὐτοῦ φθαρὲν ἔμεινεν ἕξω, εὔδηλον ὅτι σωμάτων ἀνάστασις οὐκ ἔστι. Ταῦτα ἐκεῖνοι· δέχεσθε δὲ λοιπὸν καὶ τὰ παρ' ἡμῶν, μᾶλλον δὲ οὐ τὰ παρ' ἡμῶν, ἀλλὰ τὰ παρὰ τῆς θείας Γραφῆς· οὐ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ ἁγίου Πνεύματος. Τί λέγεις; οὐ κοινωνεῖ τῶν στεφάνων ἡ σάρξ; Ἀλλ' ἐν μὲν τοῖς πόνοις ἐκοινώνησεν, ἐν δὲ τοῖς μισθοῖς ἀποστερεῖται; καὶ ὅτε μὲν ἀγωνίζεσθαι ἔδει, τὸ πλέον ἐδέξατο τῶν ἱδρώτων· ὅτε δὲ στεφάνων καιρὸς, μόνη ἡ ψυχὴ στεφανοῦται; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Παραστῆναι ἡμᾶς δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν; Οὐκ ἀκούεις αὐτοῦ λέγοντος πάλιν· Δεῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ θνητὸν, ποῖον; τὴν ψυχὴν, ἢ τὸ σῶμα; Εὔδηλον ὅτι τὸ σῶμα· ἡ γὰρ ψυχὴ φύσει ἀθάνατος, θνητὸν δὲ φύσει τὸ σῶμα. Ἀλλὰ πολλὰ περικόπτουσι τούτων· πλὴν καὶ ἀπ' αὐτῶν τῶν ὑπολελειμμένων τὴν συγγένειαν τῶν περικοπέντων ἐλέγξομεν. Εἰσῆλθεν εἰς τὸν παράδεισον ὁ λῃστὴς, φησί. Καὶ τί τοῦτο; μὴ γὰρ ταῦτά ἐστι τὰ ἀγαθὰ, ἅπερ ὁ Θεὸς ἡμῖν ἐπαγγέλλεται;
7.5.1
Οὐκ ἀκούεις τοῦ Παύλου περὶ τὰ ἀγαθὰ ἐκεῖνα τί φησιν; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουσε, καὶ καρδία ἀνθρώπου ἐδέξατο· περὶ γὰρ αὐτοῦ τοσαύτας ἡμέρας διαλεγόμεθα· πῶς οὖν ἀπέλαβε τὰ ἀγαθὰ ὁ λῃστής; Οὐ γὰρ εἰς παράδεισον ἐπαγγέλλεται εἰσαγαγεῖν ἡμᾶς ὁ Θεὸς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν· οὐδὲ βασιλείαν παραδείσου, ἀλλὰ βασιλείαν οὐρανῶν ἐκήρυξεν. Ἤρξατο γὰρ, φησὶ, κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ, οὐχ ἡ βασιλεία τοῦ παραδείσου, ἀλλ', ἡ βασιλεία τῶν οὐρανῶν. Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι ὁ Θεὸς τὸν οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος. Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν· κατεδικάσθης πόνῳ προσκαίρῳ, καὶ ἐτιμήθης ζωῇ αἰωνίῳ. Ἐκέλευσε τῇ γῇ ἀκάνθας καὶ τριβόλους ἀνενεγκεῖν, καὶ ἐβλάστησέ σοι καρπὸν Πνεύματος ἡ ψυχή. Ὁρᾷς πῶς μείζων ἡ εὐπορία τῆς ζημίας; πῶς πλείων ὁ πλοῦτος; Οἶόν τι λέγω· ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ ὕδατος, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. Οὐκ ἐγένετο χρήσιμος ὁ πλασθεὶς, ἀλλὰ διεστράφη. Οὐκέτι λοιπὸν ἀπὸ γῆς καὶ ὕδατος αὐτὸν ἀναπλάττει, ἀλλ' ἐξ ὕδατος καὶ Πνεύματος· καὶ οὐκ ἔτι παράδεισον ἐπαγγέλλεται πρὸς αὐτὸν, ἀλλὰ βασιλείαν οὐρανῶν. Καὶ ὅπως, ἄκουε. Νικοδήμου γὰρ τοῦ ἄρχοντος τῶν Ἰουδαίων καταπεσόντος, καὶ τὴν ἐνταῦθα γέννησιν ἐπιζητοῦντος καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὅρα πῶς ὁ Χριστὸς σαφέστερον αὐτῷ ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον. Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐδύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Εἰ τοίνυν βασιλείαν οὐρανῶν ἐπηγγείλατο, εἰς παράδεισον δὲ εἰσήγαγε τὸν λῃστὴν, οὐδέπω ἀπέδωκεν αὐτῷ τὰ ἀγαθά. Ἀλλ' ἕτερόν τι πρὸς τοῦτο λέγουσι. Τὸν παράδεισον, φασὶν, ἐνταῦθα, οὐ τὸν παράδεισον εἶπεν, ἀλλὰ τῷ τοῦ παραδείσου ὀνόματι τὴν βασιλείαν τῶν οὐρανῶν ὠνόμασεν. Ἐπειδὴ γὰρ πρὸς λῃστὴν διελέγετο, ἄνθρωπον οὐδὲν ἀκηκοότα τῶν ὑψηλῶν δογμάτων, οὐδὲ εἰδότα περὶ προφητείας, ἀλλὰ πάντα τὸν χρόνον ἐν ἐρημίαις διατρίψαντα, καὶ φόνους ἐργασάμενον, καὶ μηδὲ παρακύψαντά ποτε εἰς ἐκκλησίαν, μήτε μετασχόντα θείας ἀκροάσεως, μὴ εἰδότα τί ποτέ ἐστι βασιλεία τῶν οὐρανῶν, τοῦτο ἔλεγε· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· τῷ γνωριμωτέρῳ καὶ συνηθεστέρῳ ὀνόματι τοῦ παραδείσου τὴν βασιλείαν τῶν οὐρανῶν δηλοῖ, καὶ περὶ ἐκείνης αὐτῷ διαλέγεται ὁ Χριστός. Δέχομαι. Οὐκοῦν, φησὶν, εἰσῆλθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πόθεν δῆλον; Ἐξ ὧν εἶπε, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἰ δὲ βιαιοτέρα ἡ λύσις αὕτη, τὴν σαφεστέραν ἐπάξομεν. Τί οὖν ἐστιν αὕτη; Εἶπεν ὁ Χριστὸς, Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, ἤδη κέκριται. Τί οὖν; ἤδη κέκριται; Καίτοι οὔπω ἀνάστασις, οὔπω κόλασις καὶ τιμωρία· πῶς οὖν ἤδη κέκριται; Ἀπὸ τῆς ἁμαρτίας. Καὶ πάλιν, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, φησὶ, μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Καὶ οὐκ εἶπε, μεταβήσεται, ἀλλ', ἤδη μεταβέβηκε· καὶ οὗτος πάλιν ἀπὸ τοῦ κατορθώματος, κἀκεῖνος πάλιν ἀπὸ τοῦ ἁμαρτήματος. Ὥσπερ οὖν ἐκεῖνος κέκριται, μηδέπω κρινόμενος, κἀκεῖνος μεταβέβηκεν εἰς τὴν ζωὴν, μηδέπω μεταβὰς, καὶ πρὸς ἐκεῖνον ἀπὸ τοῦ κατορθώματος, καὶ πρὸς τοῦτον ἀπὸ τοῦ ἁμαρτήματος, ὡς γεγενημένων δὴ πραγμάτων οὔπω γεγενημένων διαλέγεται· οὕτω καὶ πρὸς τὸν λῃστὴν ἔλεγε. Καὶ γὰρ οἱ ἰατροὶ, ἐπειδὰν ἴδωσί τινα ἀπεγνωσμένον, λέγουσιν, ὅτι ἤδη τέθνηκε καὶ νεκρός ἐστι, καίτοι γε ἔτι ἐμπνέοντα βλέποντες. Ἀλλ' ὥσπερ ἐκεῖνος, ἐπειδὴ ἐλπίδα σωτηρίας οὐκ ἔχει, τέθνηκε παρὰ τοῖς ἰατροῖς· οὕτω καὶ ὁ λῃστὴς, ἐπειδὴ προσδοκίαν οὐκέτι εἶχεν ὑποστροφῆς εἰς ἀπώλειαν, εἰσελήλυθεν εἰς τὸν οὐρανόν. Οὕτω καὶ ὁ Ἀδὰμ ἤκουσεν, Ἧ δ' ἂν ἡμέρᾳ φάγητεἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Τί οὖν, αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανεν; Οὐδαμῶς· ἀλλ' ἔζησεν ἔτη ἐννεακόσια καὶ ἐπέκεινα μετὰ τὴν ἡμέραν ἐκείνην. Πῶς οὖν ἔλεγεν ὁ Θεὸς, ὅτι Τῇ αὐτῇ ἡμέρᾳ ἀποθανεῖσθε; Τῇ ἀποφάσει, οὐ τῇ πείρᾳ. Οὕτω καὶ ὁ λῃστὴς εἰσῆλθεν εἰς τὸν οὐρανόν. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος, δηλῶν ὅτι οὐδεὶς οὐδέπω τῶν ἀγαθῶν ἀπέλαβε τὴν ἀντίδοσιν· περὶ γὰρ τῶν προφητῶν καὶ τῶν δικαίων διαλεγόμενος ἐπήγαγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν εἰδότες αὐτὰς καὶ ἀσπασάμενοι, τοῦ Θεοῦ κρεῖσσόν τι περὶ ἡμῶν προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Ταῦτα κατέχετε, καὶ μέμνησθε, καὶ τοὺς οὐκ ἀκηκοότας διδάσκετε· ταῦτα καὶ ἐν ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ μελετάτω ἕκαστος. Οὐδὲν γὰρ ἡδύτερον ἀκροάσεως θείας. Ἄκουσον γοῦν τί φησι περὶ ταύτης ὁ Προφήτης· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Τοῦτο τοίνυν παρατίθει τὸ κηρίον ἐπὶ τῆς τραπέζης τῆς ἑσπερινῆς, ὥστε πᾶσαν αὐτὴν ἡδονῆς πληρῶσαι πνευματικῆς. Οὐχ ὁρᾶτε τοὺς εὐπόρους τῶν ἀνθρώπων, πῶς μετὰ τὰ σιτία κιθαρῳδοὺς καὶ αὐλητὰς ἐπεισάγουσι; Θέατρον ἐκεῖνοι ποιοῦσι τὴν ἑαυτῶν οἰκίαν σὺ ποίησον τὴν οἰκίαν τὴν σὴν οὐρανόν· ποιήσεις δὲ, οὐχὶ τοὺς τοίχους ἀμείβων, οὐδὲ μεταλλάττων τὰ θεμέλια, ἀλλ' αὐτὸν τὸν τῶν οὐρανῶν Δεσπότην ἐπὶ τὴν τράπεζαν καλῶν τὴν σήν. Οὐκ ἐπαισχύνεται τὰ τοιαῦτα δεῖπνα ὁ Θεός. Ἔνθα γὰρ διδασκαλία πνευματικὴ, ἐκεῖ καὶ σωφροσύνη, καὶ σεμνότης, καὶ ἐπιείκεια· ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παιδία, καὶ ὁμόνοια καὶ φιλία, καὶ τοῖς τῆς ἀρετῆς συνδεδεμένοι δεσμοῖς, ἐκεῖ μέσος ὁ Χριστός. Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρμάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐμορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν καὶ ἐλεημοσύνης καρποὺς ἔχουσαν. Κἂν ἴδῃ τοιαύτην τράπεζαν, ταχέως κοινωνεῖ τοῦ συλλόγου, καὶ παραγίνεται. Καὶ γὰρ αὐτός ἐστιν ὁ εἰρηκώς· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν Δεσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ διδοὺς ἄρτον εἰς βρῶσιν, καὶ σπέρμα τῷ σπείροντι, πληθύνοι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσειε τὰ γεννήματα τῆς δικαιοσύνης ἐν πᾶσιν ὑμῖν, τὴν παρ' αὐτοῦ χάριν διδοὺς, καὶ καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.