In Genesim sermones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
8.0.1
Εἰς τὴν ἡμέραν χειμέριον οὖσαν, καὶ εἰς τὴν σύνοδον τῶν ἐπισκόπων, καὶ εἰς τὴν δόσιν τῆς ἐντολῆς πρὸς τὸν Ἀδὰμ, καὶ ὅτι πολλῆς κηδεμονίας τὸν νόμον λαβεῖν.
8.1.1
Ἡ μὲν τῶν νεφῶν συνδρομὴ τὴν ἡμέραν ἡμῖν κατηφεστέραν ἐποίησεν· ἡ δὲ παρουσία τοῦ διδασκάλου φαιδροτέραν αὐτὴν εἰργάσατο. Οὐ γὰρ οὕτως ἥλιος ἐκ μέσης τῶν οὐρανῶν τῆς κορυφῆς τὰς ἀκτῖνας ἀφιεὶς, καταλάμπει τὰ σώματα, ὡς ὄψις πατρικῆς φιλοστοργίας ἀκτῖνας ἀφιεῖσα ἐκ μέσου τοῦ θρόνου, καταυγάζει τὰς ἡμετέρας ψυχάς. Ὅπερ οὖν καὶ αὐτὸς συνιδὼν, οὐχὶ μόνος ἡμῖν παραγέγονεν, ἀλλὰ καὶ φωστήρων χορὸν ἔχων ἦλθε μεθ' ἑαυτοῦ, ὥστε πλέον γενέσθαι τὸ φῶς. Διὸ καὶ ἡ ἐκκλησία ἡμῖν ἀγάλλεται, καὶ σκιρτᾷ τὰ ποίμνια, καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας τῶν λόγων ἁπτόμεθα. Ὅπου γὰρ συνδρομὴ ποιμένων, ἐκεῖ καὶ προβάτων ἀσφάλεια. Οὕτω καὶ ναῦται χαίρουσι, κυβερνητῶν αὐτοῖς παρόντων πολλῶν· καὶ γὰρ γαλήνης οὔσης καὶ νηνεμίας, τὸν τῆς κωπηλασίας πόνον αὐτοῖς ἐπικουφίζουσι διὰ τῶν οἰάκων· καὶ τῆς θαλάσσης στασιαζούσης, τῇ τέχνῃ καὶ τῇ πολυχειρίᾳ τὴν τῶν ὑδάτων καταστέλλουσι μάχην. Διὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες, τὸν λόγονεἰς διδασκαλίαν προτείνομεν, ταῖς εὐχαῖς αὐτῶν τὸ πᾶν ἐπιῤῥίψαντες. Ὥστε δὲ εὐμαθεστέραν καὶ σαφεστέραν ὑμῖν γενέσθαι τὴν ἀκρόασιν, καὶ τῶν χθὲς ὑμῖν εἰρημένων ἀναμνήσωμεν ἐν βραχεῖ. Εἶπον ὅτι πρὸ τῆς τοῦ ξύλου βρώσεως ᾔδει τὸ καλὸν καὶ τὸ πονηρὸν ὁ ἄνθρωπος, καὶ ὅτι οὐ μετὰ τὴν γεῦσιν ταύτην ἔλαβε τὴν γνῶσιν. Εἶπον τίνος ἕνεκεν ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ἐλέγετο, καὶ πῶς ἔθος τῇ Γραφῇ, ἐπειδάν τι πρᾶγμα συμβῇ περὶ τόπον ἢ καιρὸν, ἀπὸ τοῦ πράγματος ὀνομάζειν καὶ τὸν τόπον καὶ τὸν καιρόν. Σήμερον ἀναγκαῖον αὐτὴν ἀναγνῶναι τὴν ἐντολὴν, δι' ἧς ἐκώλυσε τοῦ ξύλου τὴν βρῶσιν. Τίς οὖν ἐστιν αὕτη; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ, λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. Θεῖος ὁ νόμος, ἀλλὰ προσέχωμεν. Εἰ γὰρ βασιλικὰ ἀναγινώσκοντες γράμματα ἄνθρωποι, ὁλόκληρον ἀνιστῶσι θέατρον· πολλῷ μᾶλλον ἡμᾶς οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ νόμους ἀναγινώσκειν μέλλοντας διανίστασθαι χρὴ τῇ διανοίᾳ, καὶ προσέχειν τοῖς λεγομένοις. Οἶδα ὅτι κατηγοροῦσί τινες τοῦ νομοθέτου, καὶ τὸν νόμον αἴτιον εἶναί φασι τοῦ παραπτώματος. Πρὸς τοῦτο οὖν ἀνάγκη στῆναι πρότερον, καὶ δεῖξαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχὶ μισῶν τὸν ἄνθρωπον, οὐδὲ ὑβρίσαι βουλόμενος τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ φιλῶν καὶ κηδόμενος, τὸν νόμον ἔδωκεν. Ὅτι γὰρ εἰς συμμαχίαν ἡμῖν αὐτὸν ἔδωκεν, ἄκουσον τί φησιν Ἡσαΐας· Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν. Ὁ δὲ μισῶν, οὐ βοηθεῖ. Πάλιν ὁ Προφήτης βοᾷ· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὁ δὲ μισῶν, οὐ λύει τὸ σκότος διὰ τοῦ λύχνου, οὐδὲ ὁδηγεῖ μετὰ φωτὸς τὸν πεπλανημένον. Πάλιν ὁ Σολομών· Λύχνος ἐντολὴ νόμου, καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος καὶ παιδεία. Ἰδοὺ οὐχὶ βοήθεια μόνον, οὐδὲ λύχνος μόνον, ἀλλὰ καὶ φῶς καὶ ζωή· ταῦτα δὲ οὐκ ἔστι μισοῦντος, οὐδὲ ἀπολέσαι βουλομένου, ἀλλὰ χεῖρα ὀρέγοντος καὶ διανιστῶντος. Διὰ τοῦτο καὶ ὁ Παῦλος πρὸς τὸν Ἰουδαῖον ἀποτεινόμενος, καὶ δεικνὺς ὅσον εἰσήνεγκε κέρδος ὁ νόμος, καὶ ὅτι ἀνάπαυσις, οὐ βάρησις τῆς φύσεως ἡμῶν ἐστιν, ἔλεγεν· Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ. Ὁρᾷς ὅτι οὐχὶ βαρῶν ἡμῶν τὴν φύσιν, ἀλλ' ἀναπαύων, τὸν νόμον ἔδωκεν ὁ Θεός; Βούλει μαθεῖν ὅτι καὶ τιμῶν; Μάλιστα μὲν οὖν καὶ ταῦτα ἱκανὰ δεῖξαι τὴν τιμὴν καὶ τὴν κηδεμονίαν, πλὴν καὶ ἀφ' ἑτέρων μαρτυριῶν αὐτὸ τοῦτο ποιήσομαι φανερόν. Ἐπαίνει, φησὶν, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἔν σοι· ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Εἶτα εἰπὼν καὶ τὴν διὰ τῆς ἄλλης κτίσεως εὐεργεσίαν παρὰ τοῦ Θεοῦ χορηγουμένην, ἐπήγαγε τὴν ἐξαίρετον καὶ μείζονα, οὑτωσὶ λέγων· Ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ὅρα πόσα κατέλεξεν ἀγαθά. Ἀσφάλειαν πόλεως. Ἐνίσχυσε γὰρ, φησὶ, τοὺς μοχλοὺς τῶν πυλῶν σου· ἀπαλλαγὴν πολέμων· Ὁ τιθεὶς γὰρ, φησὶ, τὰ ὅριά σου εἰρήνην· ἀφθονίαν τῶν ἀναγκαίων· Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ἀλλ' ὅμως πάντων τούτων τὴν τοῦ νόμου δόσιν τιμιωτέραν ἀπέφηνεν. Ὅτι γὰρ καὶ ἀσφαλείας, καὶ εἰρήνης, καὶ ἀπαλλαγῆς πολέμων, καὶ εὐπαιδίας, καὶ πολυπαιδίας, καὶ τῆς τῶν ἀναγκαίων ἀφθονίας πολλῷ μεῖζον δῶρόν ἐστι τὸ νόμον λαβεῖν, καὶ τὰ δικαιώματα τοῦ Θεοῦ μαθεῖν, πάντων ὕστερον αὐτὸ θεὶς ὡς κεφάλαιον καὶ σύνδεσμον τῶν ἀγαθῶν, ἐπήγαγε λέγων· Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Οὕτω, πῶς; Καὶ μὴν καὶ ἀφθονίας, καὶ τῶν ἄλλων τῶν ἀπηριθμημένων πολλοὶ πολλάκις ἀπέλαυσαν, Ἀλλ' οὐ περὶ τῶν προειρημένων λέγω, φησὶν, ἀλλὰ περὶ τοῦ νόμου, ὅτι Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Καὶ διὰ τοῦτο ἐπήγαγε· Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ὁρᾷς πῶς τῶν ἀπηριθμημένων ἁπάντων ἀγαθῶν μεῖζον ὁ νόμος.
8.2.1
Τοῦτο καὶ Ἱερεμίας ἐνέφηνε· τοὺς γὰρ ἐν αἰχμαλωσίᾳ ὄντας θρηνῶν, ἔλεγε, Τί ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; Τὴν πηγὴν τῆς σοφίας ἐγκατέλιπες, τὸν νόμον λέγων. Καθάπερ ἡ πηγὴ πολλοὺς πανταχόθεν ἀφίησι ῥύακας, οὕτω καὶ ὁ νόμος πολλὰς πανταχόθεν ἀφίησι τὰς ἐντολὰς, ἄρδων ἡμῶν τὴν ψυχήν. Εἶτα δηλῶν τὸ ἐξαίρετον τῆς τιμῆς τῆς διὰ τοῦ νόμου γενομένης, ἔλεγεν· Οὐκ ἠκούσθη ἐν Χαναὰν αὕτη ἡ σοφία, οὐδὲ ὤφθη ἐν Θαιμὰν, οὐδὲ υἱοὶ Ἅγαρ, οἱ ἔμποροι, καὶ οἱ ἐκζητηταὶ ἔγνωσαν τὰς ὁδοὺς αὐτῆς, οὐδὲ ἐμνήσθησαν τῶν τρίβων αὐτῆς. Καὶ δεικνὺς ὅτι πνευματική τίς ἐστι καὶ θεία, Τίς ἀνέβη, φησὶν, εἰς τὸν οὐρανὸν, καὶ κατεβίβασεν αὐτήν; Εἶτα ἐπήγαγεν· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Δαυῒδ ἔλεγεν· Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Τοῦτο γοῦν καὶ Παῦλος αἰνιττόμενος ἔγραφε· Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Ὁρᾷς πῶς καὶ οὗτος ἡρμήνευσε τὸ, Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς; Εἰ γὰρ τὸ περισσὸν τοῦ Ἰουδαίου τοῦτό ἐστιν, ὅτι αὐτοὶ μόνοι τῶν ἄλλων ἀνθρώπων ἐτιμήθησαν τῇ δόσει τοῦ γραπτοῦ νόμου, οὐκ ἄρα βαρῶν ἡμῶν τὴν φύσιν, ἀλλὰ τιμῶν, τὸν νόμον ἔδωκεν ὁ Θεός. Καὶ οὐ τούτῳ μόνον ἐτίμησε, τῷ δοῦναι τὸν νόμον, ἀλλὰ καὶ τῷ δι' ἑαυτοῦ δοῦναι· καὶ γὰρ καὶ τοῦτο μέγιστον εἶδος τιμῆς, τὸ μὴ μόνον παρασχεῖν. Ὅτι γὰρ μέγα τοῦτό ἐστι τὸ δῶρον, ἄκουσον καὶ τοῦ Παύλου τοῦτο ἐνδεικνυμένου. Ὁρῶν γὰρ τοὺς Ἰουδαίους πεφυσιωμένους ἐν τῷ τοὺς προφήτας πρὸς αὐτοὺς ἐλθεῖν, καὶ καταστέλλων αὐτῶν τὸ φρόνημα, δεικνὺς ὅτι μείζονος ἡμεῖς ἀπηλαύσαμεν τῆς τιμῆς, οὐ διὰ δούλου, ἀλλὰ διὰ Δεσπότου τῆς διδασκαλίας τυχόντες, οὑτωσί πώς φησι πρὸς Ἑβραίους γράφων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ τὴν καταλλαγὴν ἐλάβομεν. Ὁρᾷς αὐτὸν οὐκ ἐπὶ τῇ καταλλαγῇ καυχώμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Χριστοῦ λαβεῖν τὴν καταλλαγήν; Καὶ πάλιν τὴν ἀνάστασιν σεμνύνων, φησίν· Αὐτὸς ὁ Κύριος καταβήσεται ἐξ οὐρανοῦ. Ὅρα κἀκεῖ διὰ τοῦ Δεσπότου τὸ πᾶν γινόμενον· καὶ ἐνταῦθα οὐ δι' οἰκέτου τινὸς, οὐ δι' ἀγγέλου καὶ ἀρχαγγέλου, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ ἐνετείλατο τῷ Ἀδὰμ, διπλῇ τιμῇ τὸν ἄνθρωπον τιμῶν, καὶ τῷ δοῦναι τὸν νόμον, καὶ τῷ δι' ἑαυτοῦ δοῦναι. Πῶς οὖν ὠλίσθησεν ἐκεῖνος; Παρὰ τὴν ἑαυτοῦ ῥᾳθυμίαν· καὶ δηλοῦσιν ὅσοι νόμον ἔλαβον, καὶ οὐκ ὤλισθον, ἀλλὰ καὶ πλείω τῶν ἐπιτεταγμένων ἐποίησαν. Ἀλλ' ἐπειδὴ τὸν καιρὸν ἡμᾶς ὁρῶ συνελαύνοντα τοῦτον, εἰς ἑτέραν διάλεξιν ἀναβαλοῦμαι τὸν λόγον· ὑμεῖς δὲ τὰ εἰρημένα τέως φυλάττετε, καὶ μέμνησθε, καὶ τοὺς οὐκ ἀκηκοότας διδάσκετε, καὶ ταῦτα καὶ ἐν ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ μελετάτω ἕκαστος. Οὐδὲν γὰρ ἡδύτερον ἀκροάσεως θείας. Ἄκουσον γοῦν τί φησι περὶ ταύτης ὁ Προφήτης, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Τοῦτο τοίνυν παρατίθει τὸ κηρίον ἐπὶ τῆς τραπέζης τῆς ἑσπερινῆς, ὥστε πᾶσαν αὐτὴν ἡδονῆς πληρῶσαι πνευματικῆς. Οὐχ ὁρᾶτε τοὺς εὐπόρους τῶν ἀνθρώπων, πῶς μετὰ τὰ σιτία κιθαρῳδοὺς καὶ αὐλητὰς ἐπεισάγουσι; Θέατρον ἐκεῖνοι ποιοῦσι τὴν ἑαυτῶν οἰκίαν· σὺ ποίησον τὴν οἰκίαν τὴν σὴν οὐρανόν· ποιήσεις δὲ οὐχὶ τοὺς τοίχους ἀμείβων, οὐδὲ μεταλλάττων τὰ θεμέλια, ἀλλ' αὐτὸν τὸν τῶν οὐρανῶν Δεσπότην ἐπὶ τὴν τράπεζαν καλῶν τὴν σήν. Οὐκἐπαισχύνεται τὰ τοιαῦτα δεῖπνα ὁ Θεός. Ἔνθα γὰρ διδασκαλία πνευματικὴ, ἐκεῖ καὶ σωφροσύνη καὶ σεμνότης καὶ ἐπιείκεια· ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ ὁμόνοια καὶ φιλία. καὶ τοῖς τῆς ἀρετῆς συνδεδεμένοι δεσμοῖς, ἐκεῖ μέσος ὁ Χριστός. Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρμάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐμορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν, καὶ ἐλεημοσύνης καρποὺς ἔχουσαν. Κἂν ἴδῃ τοιαύτην τράπεζαν, ταχέως κοινωνεῖ τοῦ συλλόγου, καὶ παραγίνεται. Καὶ γὰρ αὐτός ἐστιν ὁ εἰρηκώς· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν Δεσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας. Ὁ δὲ Θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης, ὁ διδοὺς ἄρτον εἰς βρῶσιν, καὶ σπέρμα τῷ σπείροντι, πληθύνοι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσειε τὰ γεννήματα τῆς δικαιοσύνης ἐν πᾶσιν ὑμῖν, τὴν παρ' αὐτοῦ χάριν διδοὺς, καὶ καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν, ἧς γένοιτο πάντα ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.