Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In illud Apparuit gratia dei omnibus hominibus
John ChrysostomHomi 21 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Βούλει μαθεῖν καὶ ἑτέρωθεν πῶς καὶ χάρις ἐστὶν καὶ παίδευσις, πῶς καὶ ἐχαρίσατο καὶ ἐπαίδευσεν ὁ Χριστός; Εἶδεν τὸν παραλελυμένον, συνέπηξεν αὐτοῦ τὰ νεῦρα, διωρθώσατο τῆς φύσεως αὐτοῦ τὴν ἀσθένειαν, ἐπανήγαγεν πρὸς τὴν προτέραν ὑγείαν τὸ σῶμα, εἶτα ὕστερον ἰδὼν αὐτὸν ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγοναςτοῦτο χάριςμηκέτι ἁμαρτάνει, τοῦτο παιδείας καὶ διδασκαλίας. Καὶ τοῖς μαθηταῖς ἀμφότερα ἐνεχείρισεν· εἰπὼν μὲν γὰρ πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τὴν χάριν ἐδήλωσεν, τὴν ἄφεσιν τῶν παραπτωμάτων· ἐπαγαγὼν δὲ διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τὴν παιδείαν ἐνέφηνεν. Ἃ δὴ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.

Intertext edge

Open linked passage

Note