In illud Dominus regnavit
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
" Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί." Διατί δὲ οὐ πᾶσαι ἀλλὰ πολλαί; αἱ πολλαὶ τῶν ὀρθοδόξων ἐκκλησίαι· αἱ δὲ πίστεως ὀρθῆς ἀμοιροῦσαι, αἱ αἱρετικῶν ἐκκλησίαι εἰσίν· πῶς οὖν εὐφρανθῶσιν, τὸν βασιλέα Χριστὸν ποικίλως ὑβρίζουσαι; Εἴη δὲ κἀκείνας ἐκκλησίας λέγειν, ἀγαπητοὶ, καὶ μὴ ἀλωπέκων καταγώγια, ἐν οἷς εἰσὶν ἀλώπεκες οὐ τῇ τῆς φύσεως μεταβολῇ ἀλλὰ τῆς γνώμης μετατροπῇ.