In illud Dominus regnavit
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
" Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα." Ὁ πατὴρ τῷ υἱῷ· καθὸ φῶς ἐστὶν ἡμέρα καὶ ὁ υἱός." Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου"·" ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα". Ἔγγισον τῷ Ἰορδάνῃ, κἀκεῖ ὄψῃ πῶς ἡ ἄνωθεν ἡμέρα τῇ κάτω ἑστηκυίᾳ" ἐρεύγεται ῥῆμα"· λέγει γὰρ οὕτως·" οὗτος γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα." Ἀλλ' ἵνα μὴ νομίσῃς ὅτι ὁ προφήτης τὸ πνεῦμα τὸ ἅγιον παρέλειπεν εἰρηκώς·" ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα", μάνθανε, ἀγαπητὲ, ὅτι τὴν τριάδα ὡμολόγησεν· ἡμέρα γὰρ ὁ πατήρ· ἡμέρα ὁ υἱός· ῥῆμα τὸ ἐν μέσῳ τῷ ἄερι ἐν εἴδει περιστερᾶς διιπτάμενον πνεῦμα. Ὅτι δὲ ῥῆμα τὸ πνεῦμα τὸ ἅγιον μαρτυρησάτω Παῦλος·" λάβετε τὴν μάχαιραν τοῦ ἁγίου πνεύματος· ὅ ἐστιν ῥῆμα θεοῦ."