In Matthaeum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
48.0.1
Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.
48.1.1
Τίνος ἕνεκεν εἶπε, ταύτας; Ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν. Τίνος δὲ ἕνεκεν καὶ μεταβαίνει; Πανταχοῦ τὸν λόγον σπεῖραι βουλόμενος. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. Καὶ ποίαν πατρίδα αὐτοῦ καλεῖ νῦν; Ἐμοὶ δοκεῖ, τὴν Ναζαρέτ. Οὐ γὰρ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, φησίν· ἐν δὲ Καπερναοὺμ ἐποίησε σημεῖα· διὸ καὶ ἔλεγε· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Ἐλθὼν δὲ ἐκεῖ, τῶν μὲν σημείων καθυφίησιν, ὥστε μὴ εἰς πλείονα αὐτοὺς φθόνον ἐκκαῦσαι, μηδὲ κατακρῖναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης· διδασκαλίαν δὲ προτείνεται τῶν σημείων οὐκ ἔλαττον θαῦμα ἔχουσαν. Οἱ γὰρ πάντα ἀνόητοι, δέον θαυμάσαι καὶ ἐκπλαγῆναι τῶν λεγομένων τὴν δύναμιν, οὗτοι δὲ τοὐναντίον ἐξευτελίζουσιν αὐτὸν ἀπὸ τοῦ δοκοῦντος εἶναι πατρός· καίτοιγε πολλὰ τούτων παραδείγματα ἔχοντες τοῖς ἔμπροσθεν χρόνοις, καὶ πατέρων ἀσήμων γενναίους ἑωρακότες παῖδας. Καὶ γὰρ ὁ Δαυῒδ εὐτελοῦς τινος ἦν γεωργοῦ τοῦ Ἰεσσαί· καὶ ὁ Ἀμὼς αἰπόλου παῖς καὶ αὐτὸς αἰπόλος· καὶ ὁ Μωϋσῆς δὲ ὁ νομοθέτης σφόδρα αὐτοῦ ἀποδέοντα ἔσχε πατέρα. Δέον οὖν διὰ τοῦτο μάλιστα προσκυνεῖν καὶ ἐκπλήττεσθαι, ὅτι τοιούτων ὢν τοιαῦτα ἐφθέγγετο· εὔδηλον γὰρ, ὅτι οὐκ ἐξ ἀνθρωπίνης ἐπιμελείας ἦν, ἀλλὰ θείας χάριτος· οἱ δὲ ἀφ' ὧν ἔδει θαυμάζειν, ἀπὸ τούτων καταφρονοῦσι. Συνεχῶς δὲ ταῖς συναγωγαῖς ἐπιχωριάζει, ἵνα μὴ διαπαντὸς ἐπὶ τῆς ἐρήμου διατρίβοντος αὐτοῦ μᾶλλον κατηγορήσωσιν, ὡς ἀποσχίζοντος καὶ τῇ πολιτείᾳ μαχομένου. Ἐκπληττόμενοι τοίνυν καὶ ἐν ἀπορίᾳ ὄντες ἔλεγον· Πόθεν αὕτη ἡ σοφία τούτῳ, καὶ αἱ δυνάμεις; ἤτοι τὰ σημεῖα δυνάμεις καλοῦντες, ἢ καὶ αὐτὴν τὴν σοφίαν. Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐκοῦν μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ ἔκπληξις. Οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι παρ' ἡμῖν εἰσι; Πόθεν τούτῳ ταῦτα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁρᾷς ὅτι ἐν τῇ Ναζαρὲτ διελέγετο; Οὐχὶ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνά εἰσι; Καὶ τί τοῦτο; Ἐντεῦθεν γὰρ ὑμᾶς μάλιστα εἰς πίστιν ἐνάγεσθαι ἔδει. Ἀλλὰ γὰρ πονηρὸν ὁ φθόνος, καὶ ἑαυτῷ περιπίπτει πολλάκις. Ἃ γὰρ ἦν παράδοξα καὶ θαυμαστὰ, καὶ ἱκανὰ αὐτοὺς ἐφελκύσασθαι, ταῦτα ἐκείνους ἐσκανδάλιζε. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτούς; Οὐκ ἔστι προφήτης, φησὶν, ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησε, φησὶ, δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. Ὁ δὲ Λουκᾶς φησι· Καὶ οὐκ ἐποίησεν ἐκεῖ σημεῖα πολλά. Καίτοι ποιῆσαι εἰκὸς ἦν. Εἰ γὰρ τὸ θαυμάζεσθαι αὐτῷ προεχώρει (καὶ γὰρ καὶ τότε ἐθαυμάζετο), τίνος ἕνεκεν οὐκ ἐποίησεν; Ὅτι οὐ πρὸς ἐπίδειξιν ἔβλεπε τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὸ ἐκείνοις συμφέρον. Τούτου τοίνυν μὴ προχωροῦντος, παρεῖδε τὸ ἑαυτοῦ, ὥστε μὴ τὴν κόλασιν αὐτοῖς αὐξῆσαι. Καίτοι ὅρα μετὰ πόσον πρὸς αὐτοὺς ἦλθε χρόνον, καὶ πόσην σημείωνἐπίδειξιν· ἀλλ' οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλὰ πάλιν ἐξεκαίοντο τῷ φθόνῳ. Τίνος οὖν ἕνεκεν καὶ ὀλίγα ἐποίησε σημεῖα; Ἵνα μὴ λέγωσιν· Ἰατρὲ, θεράπευσον σεαυτόν· ἵνα μὴ λέγωσι, Πολέμιος ἡμῖν ἐστι καὶ ἐχθρὸς, καὶ τοὺς οἰκείους ὑπερορᾷ· ἵνα μὴ λέγωσιν, ὅτι Εἰ ἐγεγόνει σημεῖα, καὶ ἡμεῖς ἐπιστεύσαμεν ἄν. Διὰ τοῦτο καὶ ἐποίησε, καὶ ἐπέσχε· τὸ μὲν, ἵνα τὸ αὐτοῦ πληρώσῃ· τὸ δὲ, ἵνα μὴ ἐκείνους μειζόνως κατακρίνῃ. Ἐννόησον δὲ τῶν λεγομένων τὴν δύναμιν, ὅπου γε καὶ ὑπὸ φθόνου κατεχόμενοι ὁμοίως ἐθαύμαζον. Ἀλλ' ὥσπερ ἐπὶ τῶν ἔργων οὐ τὸ γινόμενον μέμφονται, ἀλλ' αἰτίας πλάττουσιν οὐκ οὔσας, λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια· οὕτω καὶ ἐνταῦθα, οὐ τὴν διδασκαλίαν αἰτιῶνται, ἀλλ' ἐπὶ τὴν εὐτέλειαν καταφεύγουσι τοῦ γένους. Σὺ δέ μοι σκόπει τὴν ἐπιείκειαν τοῦ Διδασκάλου, πῶς αὐτοὺς οὐχ ὑβρίζει, ἀλλὰ μετὰ πολλῆς τῆς ἡμερότητός φησιν· Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προσέθηκε, Καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ· ἐμοὶ δοκεῖ καὶ τοὺς ἀδελφοὺς αἰνιττόμενος τοὺς ἑαυτοῦ τοῦτο προστεθεικέναι.
48.2.1
Ἐν δὲ τῷ Λουκᾷ καὶ παραδείγματα τούτου τίθησι λέγων, ὅτι οὐδὲ Ἠλίας ἦλθε πρὸς τοὺς οἰκείους, ἀλλὰ πρὸς τὴν ἀλλόφυλον χήραν· οὐδὲ παρ' Ἐλισσαίου ἄλλος τις ἐθεραπεύθη λεπρὸς, ἀλλ' ἢ ὁ ἀλλόφυλος Νεεμάν· Ἰσραηλῖται δὲ οὔτε εὖ ἔπαθον, οὔτε εὖ ἐποίησαν, ἀλλ' οἱ ξένοι. Ταῦτα δὲ λέγει, πανταχοῦ δεικνὺς τὴν πονηρὰν αὐτῶν συνήθειαν, καὶ ὅτι οὐδὲν ἐπ' αὐτοῦ γίνεται καινόν. Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ. Ὁ γὰρ βασιλεὺς Ἡρώδηςὁ τούτου πατὴρ τετελευτηκὼς ἦν, ὁ τὰ παιδία ἀνελών. Οὐχ ἁπλῶς δὲ τὸν καιρὸν ἐπισημαίνεται ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα μάθῃς τὸν τῦφον τοῦ τυράννου καὶ τὴν ὀλιγωρίαν. Οὐδὲ γὰρ ἐν προοιμίοις ἔμαθε τὰ κατ' αὐτὸν, ἀλλὰ μετὰ χρόνον ἄπειρον. Τοιοῦτοι γὰρ οἱ ἐν δυναστείαις καὶ πολὺν τὸν ὄγκον περιβεβλημένοι· ὀψὲ ταῦτα μανθάνουσι, διὰ τὸ μὴ πολὺν αὐτῶν ποιεῖσθαι λόγον. Σὺ δέ μοι σκόπει ἡλίκον ἡ ἀρετή· ὅτι καὶ τετελευτηκότα αὐτὸν δέδοικε, καὶ ὑπὸ τοῦ φόβου καὶ περὶ ἀναστάσεως φιλοσοφεῖ. Εἶπε γὰρ, φησὶ, τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπέκτεινα· οὗτος ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Εἶδες τὸν φόβον ἐπιτεταμένον; Οὐδὲ γὰρ τότε ἐξειπεῖν ἐτόλμησεν ἔξω, ἀλλὰ καὶ τότε τοῖς οἰκέταις λέγει τοῖς ἑαυτοῦ. Ἀλλ' ὅμως καὶ αὕτη ἡ δόξα στρατιωτικὴ καὶ παράλογος. Καὶ γὰρ καὶ πολλοὶ ἀνέστησαν ἀπὸ νεκρῶν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον εἰργάσατο. Δοκεῖ δέ μοι καὶ φιλοτιμίας εἶναι καὶ φόβου τὰ ῥήματα. Τοιοῦτον γὰρ αἱ ἄλογοι ψυχαί· ἐναντίων μίξιν δέχονται παθῶν πολλάκις. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι οἱ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἠλίας, ἢ Ἱερεμίας, ἢ τῶν προφητῶν εἷς τῶν ἀρχαίων· οὗτος δὲ, ὡς δή τι τῶν ἄλλων σοφώτερον λέγων, τοῦτο εἴρηκεν. Εἰκὸς δὲ αὐτὸν πρότερον μὲν πρὸς τοὺς λέγοντας αὐτὸν εἶναι τὸν Ἰωάννην (πολλοὶ γὰρ καὶ τοῦτο ἔλεγον) ἀρνεῖσθαι, καὶ λέγειν, ὅτι Ἐγὼ αὐτὸν ἀπέκτεινα, φιλοτιμούμενον καὶ ἐναβρυνόμενον. Τοῦτο γὰρ καὶ ὁ Μάρκος καὶ ὁ Λουκᾶς φησιν, ὅτι ἔλεγεν, ὅτι Ἐγὼ Ἰωάννην ἀπεκεφάλισα. Τῆς δὲ φήμης ἀρθείσης, λοιπὸν καὶ αὐτὸς τὰ αὐτὰ λέγει τοῖςπολλοῖς. Εἶτα καὶ τὴν ἱστορίαν ἡμῖν ὁ εὐαγγελιστὴς διηγεῖται. Καὶ τί δήποτε οὐ προηγουμένως αὐτὴν εἰσήγαγεν; Ὅτι καὶ ἡ πᾶσα πραγματεία αὐτοῖς, τὰ περὶ τοῦ Χριστοῦ εἰπεῖν· καὶ οὐδὲν ἐποιοῦντο τούτου πάρεργον ἕτερον, πλὴν εἰ μὴ πάλιν εἰς τὸ αὐτὸ συντελεῖν ἔμελλεν. Οὐκοῦν οὐδ' ἂν νῦν ἐμνημόνευσαν τῆς ἱστορίας, εἰ μὴ διὰ τὸν Χριστὸν, καὶ διὰ τὸ λέγειν Ἡρώδην, ὅτι ἀνέστη ἐκεῖνος. Ὁ δὲ Μάρκος φησὶν, ὅτι σφόδρα ἐτίμα τὸν ἄνδρα ὁ Ἡρώδης, καὶ ταῦτα ἐλεγχόμενος. Τοσοῦτόν ἐστιν ἡ ἀρετή. Εἶτα διηγούμενος οὕτω φησίν· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν, καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Καὶ τίνος ἕνεκεν οὐδὲν ἐκείνῃ διαλέγεται, ἀλλὰ τῷ ἀνδρί; Ὅτι κυριώτερος οὗτος ἦν. Ὅρα δὲ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν κατηγορίαν, ὡς ἱστορίαν διηγούμενος μᾶλλον, ἢ κατηγορίαν εἰσάγων. Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρώδου, φησὶν, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ. Ὢ συμπόσιον διαβολικόν! ὢ θέατρον σατανικόν! ὢ παράνομος ὄρχησις, καὶ μισθὸς ὀρχήσεως παρανομώτερος! Φόνος γὰρ ὁ πάντων φόνων ἐναγέστερος ἐτολμᾶτο, καὶ ὁ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι ἄξιος ἐν τῷ μέσῳ κατεσφάττετο· καὶ τὸ τῶν δαιμόνων τρόπαιον ἐπὶ τῆς τραπέζης ἵστατο. Καὶ ὁ τρόπος δὲ τῆς νίκης τῶν γενομένων ἄξιος. Ὠρχήσατο γὰρ, φησὶν, ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσε τῷ Ἡρώδῃ. Ὅθεν μεθ' ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἂν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, Δός μοι, φησὶν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Διπλοῦν τὸ ἔγκλημα, καὶ ὅτι ὠρχήσατο, καὶ ὅτι ἤρεσε, καὶ οὕτως ἤρεσεν ὡς καὶ φόνον λαβεῖν τὸν μισθόν. Εἶδες πῶς ὠμός; πῶς ἀναίσθητος; πῶς ἀνόητος; Ἑαυτὸν μὲν γὰρ ὅρκῳ ὑπεύθυνον ποιεῖ· ἐκείνην δὲ κυρίαν τῆς αἰτήσεως καθίστησιν. Ἐπειδὴ δὲ εἶδε τὸ κακὸν ὅτι ἐξέβη, ἐλυπήθη, φησί· καίτοιγε ἐξ ἀρχῆς ἔδησεν αὐτόν. Τίνος οὖν ἕνεκεν λυπεῖται; Τοιοῦτον ἡ ἀρετή; καὶ παρὰ τοῖς κακοῖς θαύματος καὶ ἐπαίνων ἀξία. Ἀλλ' ὢ τῆς μαινομένης! δέον καὶ αὐτὴν θαυμάζειν, δέον προσκυνεῖν, ὅτι ἤμυνεν ὑβριζομένῃ, ἡ δὲ καὶ συγκατασκευάζει τὸ δρᾶμα, καὶ παγίδα τίθησι, καὶ αἰτεῖ χάριν σατανικήν. Ὁ δὲ ἔδεισε διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνανακειμένους. Καὶ πῶς τὸ χαλεπώτερον οὐκ ἔδεισας; Εἰ γὰρ τὸ μάρτυρας ἔχειν ἐπιορκίας ἐδεδοίκεις, πολλῷ μᾶλλον φοβηθῆναι ἐχρῆν σφαγῆς οὕτω παρανόμου μάρτυρας ἔχειν τοσούτους.
48.3.1
Ἐπειδὴ δὲ πολλοὺς ἡγοῦμαι καὶ τοῦ ἐγκλήματος, ὅθεν ὁ φόνος ἐτέχθη, τὴν ὑπόθεσιν ἀγνοεῖν, ἀναγκαῖον καὶ τοῦτο ἐξειπεῖν, ἵνα μάθητε τοῦ νομοθέτου τὴν σύνεσιν. Τίς οὖν ἦν ὁ παλαιὸς νόμος, ὃν κατεπάτησε μὲν ὁ Ἡρώδης, ἐξεδίκησε δὲ ὁ Ἰωάννης; Τοῦ τελευτήσαντος ἄπαιδος τὴν γυναῖκα τῷ ἀδελφῷ δίδοσθαι ἔδει. Ἐπειδὴγὰρ ἀπαραμύθητον κακὸν ὁ θάνατος ἦν, καὶ πάντα ὑπὲρ ζωῆς ἐπραγματεύετο, νομοθετεῖ γαμεῖν τὸν ζῶντα ἀδελφὸν, καὶ ἐπ' ὀνόματι τοῦ τετελευτηκότος τὸ τικτόμενον καλεῖν παιδίον, ὥστε μὴ διαπεσεῖν τὴν οἰκίαν τὴν ἐκείνου. Εἰ γὰρ μηδὲ παῖδας ἔμελλε καταλιμπάνειν ὁ τετελευτηκὼς, ὅπερ μεγίστη τοῦ θανάτου ἐστὶ παραμυθία, ἀνήκεστον ἔμελλεν εἶναι τὸ πένθος. Διὰ δὴ τοῦτο ἐπενόησε τὴν παραψυχὴν ταύτην ὁ νομοθέτης τοῖς ἐκ φύσεως παίδων ἀπεστερημένοις, καὶ τὸ τικτόμενον ἐκέλευσεν ἐκείνῳ λογίζεσθαι. Ὄντος δὲ παιδὸς, οὐκέτι ἐφεῖτο οὗτος ὁ γάμος. Καὶ τίνος ἕνεκεν; φησίν· εἰ γὰρ ἑτέρῳ ἐξῆν, πολλῷ μᾶλλον τῷ ἀδελφῷ. Οὐδαμῶς. Βούλεται γὰρ ἐκτείνεσθαι τὴν συγγένειαν, καὶ πολλὰς εἶναι τὰς ἀφορμὰς τῆς πρὸς ἀλλήλους οἰκειώσεως. Διατί οὖν καὶ ἄπαιδος τελευτήσαντος, οὐκ ἄλλος ἐγάμει; Ὅτι οὐκ ἂν οὕτως ἐνομίσθη τοῦ ἀπελθόντος εἶναι τὸ παιδίον· νυνὶ δὲ τοῦ ἀδελφοῦ σπείροντος, πιθανὸν τὸ σόφισμα ἐγίνετο. Ἄλλως τε οὐδὲ ἀνάγκην εἶχεν ἕτερος τὴν οἰκίαν στῆσαι τοῦ τετελευτηκότος· οὗτος δὲ τὸ ἀπὸ τῆς συγγενείας ἐκέκτητο δικαίωμα. Ἐπεὶ οὖν ὁ Ἡρώδης παιδίον ἔχουσαν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἔγημε, διὰ τοῦτο ἐγκαλεῖ ὁ Ἰωάννης, καὶ ἐγκαλεῖ συμμέτρως, μετὰ τῆς παῤῥησίας καὶ τὴν ἐπιείκειαν ἐπιδεικνύμενος. Σὺ δέ μοι σκόπει, ὅπως τὸ θέατρον ὅλον σατανικόν. Πρῶτον μὲν γὰρ ἀπὸ μέθης καὶ τρυφῆς συνειστήκει, ὅθεν οὐδὲν ἂν γένοιτο ὑγιές. Δεύτερον, τοὺς θεατὰς διεφθαρμένους εἶχε, καὶ τὸν ἑστιάτορα ἁπάντων παρανομώτερον. Τρίτον, ἡ τέρψις ἡ παράλογος. Τέταρτον, ἡ κόρη, δι' ἣν παράνομος ἦν ὁ γάμος, ἣν καὶ κρύπτεσθαι ἔδει, ὡς ὑβριζομένης αὐτῇ τῆς μητρὸς, ἐπεισέρχεται ἐμπομπεύουσα, καὶ πόρνας ἁπάσας ἀποκρύπτουσα ἡ παρθένος. Καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν εἰς κατηγορίαν συντελεῖ τῆς παρανομίας ταύτης. Ὅτε γὰρ αὐτὸν εὐχαριστεῖν ἐχρῆν τῷ Θεῷ, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην εἰς φῶς αὐτὸν ἤγαγε, τότε τὰ παράνομα ἐκεῖνα τολμᾷ· ὅτε λῦσαι ἐχρῆν δεδεμένον, τότε σφαγὴν τοῖς δεσμοῖς προστίθησιν. Ἀκούσατε, τῶν παρθένων, μᾶλλον δὲ καὶ τῶν γεγαμημένων, ὅσαι ἐν τοῖς ἑτέρων γάμοις τοιαῦτα ἀσχημονεῖν καταδέχεσθε, ἁλλόμεναι καὶ πηδῶσαι, καὶ τὴν κοινὴν καταισχύνουσαι φύσιν. Ἀκούσατε καὶ, ἄνδρες, ὅσοι τὰ πολυτελῆ συμπόσια καὶ μέθης γέμοντα διώκετε· καὶ δείσατε τοῦ διαβόλου τὸ βάραθρον. Καὶ γὰρ οὕτω κατὰ κράτος εἷλε τὸν ἄθλιον ἐκεῖνον τότε, ὡς ὀμόσαι καὶ τὰ ἡμίση δοῦναι τῆς βασιλείας. Τοῦτο γὰρ ὁ Μάρκος φησὶν, ὅτι Ὤμοσεν αὐτῇ, ὅτι ὃ ἐάν με αἰτήσῃς, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Τοσούτου τὴν ἀρχὴν ἐτιμᾶτο τὴν ἑαυτοῦ, οὕτω καθάπαξ αἰχμάλωτος ὑπὸ τοῦ πάθους ἐγένετο, ὡς δι' ὄρχησιν αὐτῆς παραχωρῆσαι. Καὶ τί θαυμάζεις, εἰ τότε ταῦτα ἐγίνετο, ὅπου γε καὶ νῦν, μετὰ τοσαύτην φιλοσοφίαν, ὀρχήσεως ἕνεκεν τῶν μαλακιζομένων τούτων νέων πολλοὶ καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόασιν, οὐδὲ ἀνάγκην ἔχοντες ὅρκου; Ὑπὸ γὰρ τῆς ἡδονῆς αἰχμάλωτοι γινόμενοι, καθάπερ βοσκήματα ἄγονται, ᾗπερ ἂν ὁ λύκος σύρῃ. Ὃ δὴ καὶ τότε ἔπασχεν ὁ παραπλὴξ ἐκεῖνος, δύο τὰ ἔσχατα παραφρονήσας, τότε ἐκείνην κυρίαν ποιῆσαι οὕτω μαινομένην καὶ μεθύουσαν τῷ πάθει, καὶ οὐδὲν παραιτουμένην· τό τε ἀνάγκῃ ὅρκου καταδῆσαι τὸ πρᾶγμα. Ἀλλ' οὕτως ὄντος ἐκείνου παρανόμου, παρανομώτερον ἁπάντων τὸ γύναιον ἦν, καὶ τῆς κόρης καὶ τοῦ τυράννου. Καὶ γὰρ ἡ τῶν κακῶν ἁπάντων ἀρχιτέκτων καὶ τὸ πᾶν ὑφάνασα δρᾶμα αὕτη ἦν ἣν μάλιστα χάριν εἰδέναι ἐχρῆν τῷ προφήτῃ. Καὶ γὰρ ἡ θυγάτηρ αὐτῇ πεισθεῖσα καὶ ἠσχημόνησε, καὶ ὠρχήσατο, καὶ τὸν φόνον ᾔτησε· καὶ ὁ Ἡρώδης ὑπ' αὐτῆς ἐσαγηνεύθη. Ὁρᾷς πῶς δικαίως ἔλεγεν ὁ Χριστός· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος; Εἰ γὰρ αὕτη τὸν νόμον τοῦτον ἐτήρησεν, οὐκ ἂν τοσούτους παρέβη νόμους, οὐκ ἂν τὴν μιαιφονίαν ταύτην εἰργάσατο. Τί γὰρ τῆς θηρωδίας ταύτης χεῖρον γένοιτ' ἄν; φόνον ἐν χάριτος αἰτεῖν μέρει, φόνον παράνομον, φόνον μεταξὺ δείπνου, φόνον δημοσίᾳ καὶ ἀναισχύντως; Οὐ γὰρ ἰδίᾳ προσελθοῦσα διελέχθη περὶ τούτων, ἀλλὰ δημοσίᾳ, καὶ τὸ προσωπεῖον ῥίψασα, γυμνῇ τῇ κεφαλῇ, καὶ τὸν διάβολον λαβοῦσα συνήγορον, οὕτω φησὶν ὅ φησι. Καὶ γὰρ ἐκεῖνος αὐτὴν καὶ εὐδοκιμῆσαι ἐποίησεν ὀρχουμένην, καὶ τὸν Ἡρώδην τότε ἑλεῖν. Ἔνθα γὰρ ὄρχησις, ἐκεῖ διάβολος. Οὐδὲ γὰρ εἰς τοῦτο ἔδωκεν ἡμῖν πόδας ὁ Θεὸς, ἀλλ' ἵνα εὔτακτα βαδίζωμεν· οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα κατὰ τὰς καμήλους πηδῶμεν (καὶ γὰρ καὶ ἐκεῖναι ἀηδεῖς ὀρχούμεναι, μήτιγε δὴ γυναῖκες). ἀλλ' ἵνα σὺν ἀγγέλοις χορεύωμεν. Εἰ γὰρ τὸ σῶμα αἰσχρὸν τοιαῦτα ἀσχημονοῦν, πολλῷ μᾶλλον ἡ ψυχή. Τοιαῦτα ὀρχοῦνται οἱ δαίμονες· τοιαῦτα ἐπιτωθάζουσιν οἱ τῶν δαιμόνων διάκονοι.
48.4.1
Σκόπει δὲ καὶ αὐτὴν τὴν αἴτησιν. Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Εἶδες τὴν ἀπηρυθριασμένην, τὴν ὅλην τοῦ διαβόλου γεγενημένην; Καὶ τοῦ ἀξιώματος μέμνηται, καὶ οὐδὲ οὕτως ἐγκαλύπτεται, ἀλλ' ὡς περί τινος ἐδέσματος διαλεγομένη, οὕτω τὴν ἱερὰν ἐκείνην καὶ μακαρίαν αἰτεῖ κεφαλὴν ἐπὶ πίνακος εἰσενεχθῆναι. Καὶ οὐδὲ αἰτίαν τίθησιν· οὐδὲ γὰρ εἶχεν εἰπεῖν· ἀλλ' ἁπλῶς τιμηθῆναι ταῖς ἑτέρων ἀξιοῖ συμφοραῖς. Καὶ οὐκ εἶπεν, Εἰσάγαγε αὐτὸν ἐνταῦθα, καὶ κατάσφαξον· οὐδὲ γὰρ μέλλοντος τελευτᾷν τὴν παῤῥησίαν ἤνεγκεν ἄν. Καὶ γὰρ ἐδεδοίκει καὶ κατασφαττομένου τῆς φρικτῆς ἀκοῦσαι φωνῆς· οὐδὲ γὰρ ἀποτέμνεσθαι μέλλων ἐσίγησεν ἄν. Διὰ τοῦτό φησι· Δός μοι ὧδε ἐπὶ πίνακι· ἰδεῖν γὰρ ἐπιθυμῶ τὴν γλῶτταν ἐκείνην σιγῶσαν. Οὐδὲ γὰρ ἀπαλλαγῆναι τῶν ἐλέγχων ἔσπευδε μόνον, ἀλλὰ καὶ ἐπιβῆναι καὶ ἐπιτωθάσαι κειμένῳ. Ὁ δὲ Θεὸς ἠνέσχετο, καὶ οὔτε κεραυνὸν ἀφῆκεν ἄνωθεν, καὶ τὴν ἀναίσχυντον κατέφλεξεν ὄψιν· οὔτε τῇ γῇ διαστῆναι ἐκέλευσε, καὶ τὸ πονηρὸν ἐκεῖνο συμπόσιον δέξασθαι· ὁμοῦ καὶ τὸν δίκαιον μειζόνως στεφανῶν, καὶ τοῖς μετὰ ταῦτα ἀδίκως τι πάσχουσι πολλὴν καταλιμπάνων παραμυθίαν. Ἀκούσωμεν τοίνυν ὅσοι δεινὰ πάσχομεν ἐν ἀρετῇ ζῶντες παρὰ πονηρῶν ἀνθρώπων. Καὶ γὰρ καὶ τότε ὁ Θεὸς ἠνείχετο τὸν ἐν ἐρήμῳ, τὸν ἐν τῇ ζώνῃ τῇ δερματίνῃ, τὸν ἐν τριχίνῳ ἱματίῳ, τὸν προφήτην, τὸν τῶν προφητῶν μείζονα, τὸν μηδένα μείζονα ἔχοντα ἐν γεννητοῖς γυναικῶν, καὶ κατασφαγῆναι, καὶ ὑπὸ κόρης ἀκολάστου καὶ διεφθαρμένης πόρνης, καὶ ταῦτα νόμοις ἀμύνοντα θείοις. Ταῦτα τοίνυν λογιζόμενοι, φέρωμεν πάντα γενναίωςὅσα ἂν πάσχωμεν. Καὶ γὰρ καὶ τότε ἡ μιαιφόνος καὶ παράνομος αὕτη, ὅσον ἀμύνασθαι ἐπεθύμησε τὸν λελυπηκότα, τοσοῦτον ἴσχυσε, καὶ τὸν θυμὸν ἅπαντα ἐνέπλησε, καὶ ὁ Θεὸς συνεχώρει. Καίτοιγε πρὸς αὐτὴν οὐδὲν εἶπεν, οὐδὲ κατηγόρησεν, ἀλλὰ τῷ ἀνδρὶ μόνῳ ἐνεκάλει. Ἀλλὰ τὸ συνειδὸς πικρὸς κατήγορος ἦν. Διὸ καὶ εἰς μείζονα ἐξεβακχεύετο κακὰ, ἀλγοῦσα καὶ δακνομένη, καὶ κατῄσχυνεν ὁμοῦ πάντας, ἑαυτὴν, τὴν θυγατέρα, τὸν ἀπελθόντα ἄνδρα, τὸν ζῶντα μοιχὸν, καὶ τοῖς προτέροις ἐπηγωνίζετο. Εἰ γὰρ ἀλγεῖς, φησὶν, ὅτι μοιχεύει, ἐγὼ αὐτὸν ἐργάζομαι καὶ ἀνδροφόνον, καὶ ποιῶ σφαγέα τοῦ ἐγκαλοῦντος. Ἀκούσατε, ὅσοι πρὸς γυναϊκάς ἐστε ἐπτοημένοι παρὰ τὸ δέον. Ἀκούσατε, ὅσοι ἐπ' ἀδήλοις ὅρκους προτείνετε, καὶ ἑτέρους κυρίους ποιεῖτε τῆς ὑμετέρας ἀπωλείας, καὶ βάραθρον ἑαυτοῖς κατορύττετε. Καὶ γὰρ καὶ οὗτος οὕτως ἀπώλετο. Καὶ γὰρ προσεδόκησεν ἀξίαν τινὰ τῶν δείπνων αὐτὴν αἰτεῖν αἴτησιν, καὶ κόρην οὖσαν, καὶ ἐν ἑορτῇ καὶ συμποσίῳ καὶ πανηγύρει χάριν αἰτοῦσαν φαιδράν τινα καὶ ἐπίχαριν, οὐ μὴν κεφαλὴν αἰτεῖν· καὶ ἠπατήθη. Ἀλλ' ὅμως οὐδὲν τούτων αὐτοῦ προστήσεται. Εἰ γὰρ καὶ ἐκείνη θηριομάχων ἀνδρῶν ψυχὴν ἐκτήσατο, ἀλλ' αὐτὸν παραλογισθῆναι οὐκ ἔδει, οὐδὲ τυραννικοῖς οὕτω διακονήσασθαι ἐπιτάγμασι. Πρῶτον μὲν γὰρ τίς οὐκ ἂν ἔφριξε τὴν ἱερὰν ἐκείνην κεφαλὴν αἷμα στάζουσαν ὁρῶν ἐπὶ τοῦ δείπνου προκειμένην; Ἀλλ' οὐχ ὁ παράνομος Ἡρώδης, οὐδὲ ἡ ἐναγεστέρα τούτου γυνή. Τοιαῦται γὰρ αἱ πορνευόμεναι γυναῖκες· ἁπάντων εἰσὶν ἰταμώτεραι καὶ ὠμότεραι. Εἰ γὰρ ἡμεῖς ἀκούοντες ταῦτα φρίττομεν, τί εἰκὸς ἦν ἐκείνην τὴν ὄψιν τότε ἐργάσασθαι; τί παθεῖν τοὺς συνανακειμένους νεοσφαγοῦς κεφαλῆς αἷμα στάζον ὁρῶντας ἐν μέσῳ τῷ συμποσίῳ; Ἀλλ' οὐχ ἡ αἱμοβόρος ἐκείνη καὶ ἐρινύων ἀγριωτέρα ἔπαθέ τι πρὸς τὴν θεωρίαν ταύτην, ἀλλὰ καὶ ἐνηβρύνετο· καίτοιγε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ τῆς ὄψεως μόνης εἰκὸς ἦν ναρκῆσαι λοιπόν. Ἀλλ' οὐδὲν τοιοῦτον ἔπαθεν ἡ μιαιφόνος καὶ αἱμάτων διψῶσα προφητικῶν. Τοιοῦτον γὰρ ἡ πορνεία· οὐκ ἀσελγεῖς μόνον, ἀλλὰ καὶ μιαιφόνους ποιεῖ. Αἱ γοῦν μοιχευθῆναι ἐπιθυμοῦσαι, καὶ πρὸς σφαγήν εἰσι παρεσκευασμέναι τῶν ἀδικουμένων ἀνδρῶν· καὶ οὐχ ἕνα μόνον, οὐδὲ δύο, ἀλλὰ καὶ μυρίους ἕτοιμαι τολμῆσαι φόνους. Καὶ τούτων πολλοὶ μάρτυρές εἰσι τῶν δραμάτων. Ὃ δὴ καὶ ἐκείνη τότε ἐποίησε, προσδοκῶσα λήσεσθαι λοιπὸν καὶ ἀποκρύψειν τὸ τόλμημα. Οὗ τοὐναντίον ἅπαν ἐξέβαινε· καὶ γὰρ μειζόνως μετὰ ταῦτα ἐβόησεν ὁ Ἰωάννης.
48.5.1
Ἀλλὰ πρὸς τὸ παρὸν ἡ κακία μόνον ὁρᾷ, καθάπερ οἱ πυρέττοντες, ὅταν ψυχρὸν ἀκαίρως αἰτῶσι. Καὶ γὰρ εἰ μὴ ἔσφαξε τὸν κατήγορον, οὐκ ἂν οὕτως ἐξεκαλύφθη τὸ τόλμημα. Οἱ γοῦν μαθηταὶ, ὅτε αὐτὸν εἰς τὸ δεσμωτήριον ἐνέβαλεν, οὐδὲν τοιοῦτον εἶπον· ὅτε δὲ ἀπέκτεινε, τότε ἠναγκάσθησαν καὶ τὴν αἰτίαν εἰπεῖν. Τὴν γὰρ μοιχαλίδα κρύπτειν ἐβούλοντο, καὶ οὐκ ἤθελον ἐκπομπεύειν τὰς τῶν πλησίον συμφοράς· ἐπειδὴ δὲ εἰς ἀνάγκην ἐνέπεσον τῆς ἱστορίας, τότε λέγουσι τὸ τόλμημα ἅπαν. Ἵνα γὰρ μὴ πονηράν τις ὑποπτεύσῃ τῆς σφαγῆς τὴν αἰτίαν, καθάπερ ἐπὶ Θευδᾶ καὶ Ἰούδα, ἀναγκάζονται καὶ τὴν πρόφασιν εἰπεῖν τοῦ φόνου. Ὥστε ὅσῳ ἂν βουληθῇς ἁμαρτίαν συσκιάσαι τῷ τρόπῳ τούτῳ, τοσούτῳμᾶλλον αὐτὴν ἐκπομπεύεις. Ἁμαρτία γὰρ οὐχ ἁμαρτίας προσθήκῃ κρύπτεται, ἀλλὰ μετανοίᾳ καὶ ἐξομολογήσει. Θέα δὲ τὸν εὐαγγελιστὴν, πῶς ἀνεπαχθῶς πάντα διηγεῖται, καὶ ὡς οἷόν τέ ἐστιν αὐτῷ καὶ ἀπολογίαν συντίθησιν. Ὑπὲρ μὲν γὰρ τοῦ Ἡρώδου φησί· διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, καὶ ὅτι ἐλυπήθη· περὶ δὲ τῆς κόρης, ὅτι προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, καὶ ὅτι ἤνεγκε τῇ μητρὶ τὴν κεφαλήν· ὡσανεὶ ἔλεγεν, Ἐκείνης τὸ πρόσταγμα ἐπλήρου. Οὐ γὰρ ὑπὲρ τῶν κακῶς πασχόντων, ἀλλ' ὑπὲρ τῶν ποιούντων ἀλγοῦσιν οἱ δίκαιοι πάντες, ἐπειδὴ καὶ οὗτοι μάλιστα οἱ πάσχοντές εἰσι κακῶς. Οὐδὲ γὰρ Ἰωάννης ἠδίκητο, ἀλλ' οὗτοι οἱ ταῦτα κατασκευάσαντες οὕτω. Τούτους καὶ ἡμεῖς μιμώμεθα, καὶ μὴ ἐπεμβαίνωμεν ταῖς τῶν πλησίον ἁμαρτίαις, ἀλλ' ὅσον ἂν δέῃ, συσκιάζωμεν. Ἀναλάβωμεν φιλόσοφον ψυχήν. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς ὑπὲρ πόρνης καὶ μιαιφόνου γυναικὸς διαλεγόμενος ἀνεπαχθὴς ἐγένετο, ὡς οἷόν τε ἦν. Οὐδὲ γὰρ εἶπεν, Ὑπὸ τῆς μιαιφόνου καὶ ἐναγοῦς, ἀλλὰ, Προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπὸ τῶν εὐφημοτέρων καλῶν ὀνομάτων. Σὺ δὲ καὶ ὑβρίζεις καὶ κακηγορεῖς τὸν πλησίον, καὶ οὐκ ἂν ἀνάσχοιό ποτε λελυπηκότος οὕτως ἀδελφοῦ μνησθῆναι, ὡς ἐκεῖνος τῆς πόρνης, ἀλλὰ μετὰ πολλῆς τῆς θηριωδίας καὶ τῶν ὀνειδῶν, τὸν πονηρὸν, τὸν κακοῦργον, τὸν ὕπουλον, τὸν ἀνόητον, καὶ πολλὰ ἕτερα χαλεπώτερα τούτων καλῶν. Καὶ γὰρ ἐκθηριούμεθα μᾶλλον, καὶ ὡς περὶ ἀλλογενοῦς ἀνθρώπου διαλεγόμεθα, κακίζοντες, λοιδορούμενοι, ὑβρίζοντες. Ἀλλ' οὐχ οἱ ἅγιοι οὕτως· ἀλλὰ θρηνοῦσι μᾶλλον τοὺς ἁμαρτάνοντας, ἢ καταρῶνται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ δακρύωμεν τὴν Ἡρωδιάδα, καὶ τοὺς ἐκείνην ζηλοῦντας. Πολλὰ γὰρ καὶ νῦν τοιαῦτα συμπόσια γίνεται· κἂν μὴ Ἰωάννης ἀναιρῆται, ἀλλὰ τοῦ Χριστοῦ τὰ μέλη, καὶ πολλῷ χαλεπώτερον. Οὐ γὰρ κεφαλὴν αἰτοῦσιν ἐπὶ πίνακι οἱ νῦν ὀρχούμενοι, ἀλλὰ τὰς ψυχὰς τῶν ἀνακειμένων. Ὅταν γὰρ δούλους αὐτοὺς ποιῶσι, καὶ εἰς παρανόμους ἔρωτας ἄγωσι, καὶ πόρνας ἐπιτειχίζωσιν, οὐχὶ τὴν κεφαλὴν ἀναιροῦσιν, ἀλλὰ τὴν ψυχὴν σφάττουσι, μοιχοὺς ἐργαζόμενοι καὶ θηλυδρίας καὶ πόρνους. Οὐ γὰρ δή μοι ἐρεῖς, ὡς οἰνωμένος καὶ μεθύων, καὶ γυναῖκα ὀρχουμένην καὶ αἰσχρολογοῦσαν ὁρῶν, οὐ πάσχεις τι πρὸς αὐτὴν, οὐδὲ ἐκφέρῃ πρὸς ἀσωτίαν ὑπὸ τῆς ἡδονῆς ἡττώμενος. Καὶ πάσχεις ἐκεῖνο τὸ φρικτὸν, τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιῶν. Εἰ γὰρ καὶ μὴ ἡ θυγάτηρ Ἡρωδιάδος πάρεστιν, ἀλλ' ὁ δι' ἐκείνης ὀρχησάμενος τότε διάβολος καὶ διὰ τούτων χορεύει νῦν, καὶ τὰς ψυχὰς τῶν ἀνακειμένων αἰχμαλώτους λαβὼν ἄπεισιν. Εἰ δὲ ὑμεῖς δύνασθε μέθης μένειν ἐκτὸς, ἀλλ' ἑτέρας κοινωνεῖτε ἁμαρτίας χαλεπωτάτης· καὶ γὰρ πολλῶν ἁρπαγῶν τὰ τοιαῦτα γέμει συμπόσια. Μὴ γάρ μοι τὰ παρακείμενα κρέα ἴδῃς, μηδὲ τοὺς πλακοῦντας· ἀλλὰ πόθεν συνείλεκται ἐννόει, καὶ ὄψει ὅτι ἐξ ἐπηρείας καὶ πλεονεξίας καὶ βίας καὶ ἁρπαγῆς. Ἀλλ' οὐκ ἔστιν ἐκ τούτων ταῦτα, φησί. Μὴ γένοιτο· οὐδὲ γὰρ ἐγὼ βούλομαι. Πλὴν εἰ καὶ τούτων καθαρεύοι, οὐδὲ οὕτως ἐγκλημάτων τὰ πολυτελῆ δεῖπνα ἀπήλλακται. Ἄκουσον γοῦν καὶ χωρὶς τούτων πῶς ἐγκαλεῖ ὁ προφήτης, οὕτω λέγων· Οὐαὶ οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Ὁρᾷς πῶς καὶτρυφῆς κατηγορεῖ; Οὐδὲ γὰρ πλεονεξίαν ἐνταῦθα αἰτιᾶται, ἀλλ' ἀσωτίαν μόνον. ʹ. Καὶ σὺ μὲν εἰς ἀμετρίαν ἐσθίεις, ὁ δὲ Χριστὸς οὐδὲ εἰς χρείαν· σὺ μὲν πλακοῦντας διαφόρους, ἐκεῖνος δὲ οὐδὲ ἄρτον ξηρόν· σὺ Θάσιον οἶνον, ἐκείνῳ δὲ οὐδὲ ψυχρὸν ἐπέδωκας ποτήριον διψῶντι· σὺ μὲν ἐπὶ στρωμνῆς ἁπαλῆς καὶ πεποικιλμένης, ὁ δὲ ὑπὸ τοῦ κρυμοῦ διαφθείρεται. Διὸ κἂν πλεονεξίας καθαρὰ ᾖ τὰ δεῖπνα, καὶ οὕτως ἐστὶν ἐναγῆ, ὅτι σὺ μὲν ὑπὲρ τὴν χρείαν πάντα ποιεῖς, ἐκείνῳ δὲ οὐδὲ τὴν χρείαν δίδως, καὶ ταῦτα ἐντρυφῶν τοῖς αὐτοῦ. Ἀλλ' εἰ παιδὸς μὲν ἐπετρόπευες, καὶ λαβὼν τὰ αὐτοῦ, περιεώρας αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα, μυρίους ἂν ἔσχες κατηγόρους, καὶ τὴν ἀπὸ τῶν νόμων ἔδωκας ἂν δίκην· τὰ δὲ τοῦ Χριστοῦ λαβὼν, καὶ οὕτω μάτην ἀναλίσκων, οὐχ ἡγῇ δώσειν εὐθύνας; Καὶ ταῦτα οὐ περὶ τῶν τὰς πόρνας ταῖς τραπέζαις αὐτῶν ἐπεισαγόντων λέγω· (πρὸς γὰρ ἐκείνους οὐδείς μοι λόγος, ὥσπερ οὐδὲ πρὸς τοὺς κύνας·) οὐδὲ περὶ τῶν πλεονεκτούντων καὶ ἑτέρους γαστριζόντων· (οὐδὲ γὰρ πρὸς αὐτούς ἐστί τί μοι κοινὸν, ὥσπερ οὐδὲ πρὸς τοὺς χοίρους καὶ τοὺς λύκους·) ἀλλὰ περὶ τῶν ἀπολαυόντων μὲν τῆς ἰδίας οὐσίας, οὐ μεταδιδόντων δὲ ἑτέροις, περὶ τῶν τὰ πατρῷα καταναλισκόντων ἁπλῶς. Οὐδὲ γὰρ οὗτοι κατηγορίας ἐκτός. Πῶς γὰρ, εἰπέ μοι, διαφεύξῃ κατηγορίαν καὶ ἐγκλήματα, ὅταν ὁ μὲν παράσιτός σου γαστρίζηται καὶ ὁ κύων παρεστὼς, ὁ δὲ Χριστὸς μηδὲ τούτων ἄξιός σοι φαίνηται; ὅταν ὁ μὲν ὑπὲρ γέλωτος τοσαῦτα λαμβάνῃ, ὁ δὲ ὑπὲρ βασιλείας οὐρανῶν οὐδὲ τὸ πολλοστὸν τούτων; καὶ ὁ μὲν ἵνα τι εἴπῃ ἀστεῖον ἐμπλησθεὶς ἀπῆλθεν, οὗτος δὲ διδάξας ἡμᾶς, ἃ μὴ μαθόντες οὐδὲν ἂν τῶν κυνῶν διεφέρομεν, οὐδὲ τῶν αὐτῶν ἀξιοῦται ἐκείνῳ; Φρίττεις ἀκούων; Οὐκοῦν φρῖξον ἐπὶ τῶν ἔργων. Ἔκβαλε τοὺς παρασίτους, καὶ ποίησον συγκατακλίνεσθαί σοι τὸν Χριστόν. Ἂν ἁλῶν κοινωνήσῃ καὶ τραπέζης, ἥμερος ἔσται σοι δικάζων· οἶδεν αἰδεῖσθαι τράπεζαν. Εἰ γὰρ λῃσταὶ ἴσασι, πολλῷ μᾶλλον ὁ Δεσπότης. Ἐννόησον γοῦν τὴν πόρνην ἐκείνην πῶς ἀπὸ τραπέζης ἐδικαίωσε, καὶ Σίμωνι ὀνειδίζει λέγων· Φίλημά μοι οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ποιοῦντά σε ταῦτα τρέφει, πολλῷ μᾶλλον ποιοῦντα ἀμείψεται. Μὴ πρὸς τὸν πένητα ἴδῃς, ὅτι ῥυπῶν προσέρχεται καὶ αὐχμῶν· ἀλλ' ἐννόησον, ὅτι ὁ Χριστὸς δι' ἐκείνου ἐπιβαίνει τῆς σῆς οἰκίας, καὶ παῦσαι τῆς ὠμότητος καὶ τῶν ἀπηνῶν ῥημάτων, οἷς ἀεὶ πλύνεις τοὺς προσιόντας, ἐπιθέτας, ἀργοὺς, καὶ ἕτερα χαλεπώτερα τούτων καλῶν. Καὶ λογίζου, ὅταν ταῦτα λέγῃς, οἱ παράσιτοι ποῖα ἔργα κατασκευάζουσι; τί τὴν οἰκίαν ὠφελοῦσι τὴν σήν; Ἡδὺ πάντως σοι ποιοῦσι τὸ ἄριστον; Καὶ πῶς ἡδὺ, ῥαπιζόμενοι καὶ αἰσχρὰ λέγοντες; Καὶ τί τούτου ἀηδέστερον, ὅταν τὸν κατ' εἰκόνα Θεοῦ γενόμενον τύπτῃς, καὶ ἐκ τῆς εἰς ἐκεῖνον ὕβρεως τέρψιν ἑαυτῷ συνάγῃς, θέατρον ποιῶν τὴν οἰκίαν, καὶ μίμων πληρῶν τὸ συμπόσιον, καὶ τοὺς ἐπὶ τῆς σκηνῆς ἐξυρημένους μιμούμενος ὁ εὐγενὴς καὶ ἐλεύθερος; Καὶ γὰρ καὶ ἐκεῖ γέλως καὶ ῥαπίσματα. Ταῦτα οὖν ἡδονὴν καλεῖς, εἰπέ μοι, ἃ πολλῶν ἄξια δακρύων ἐστὶν, ἃ πολλῶν θρήνων καὶ οἰμωγῶν; καὶ δέον εἰς βίον αὐτοὺς ἐμβαλεῖν σπουδαῖον, δέον παραινέσαι τὰ δέοντα, σὺ δὲ εἰς ἐπιορκίας καὶ ῥήματα ἄτακτα ἐνάγεις, καὶ τέρψιν τὸ πρᾶγμα καλεῖς, καὶ τὸγεέννης πρόξενον ἡδονῆς εἶναι ὑπόθεσιν νομίζεις; Καὶ γὰρ ὅταν ἀπορήσωσιν ἀστείων ῥημάτων, ὅρκοις καὶ ἐπιορκίαις τὸ πᾶν διαλύονται. Ταῦτα οὖν γέλωτος ἄξια, ἀλλ' οὐκ ὀδυρμῶν καὶ δακρύων; Καὶ τίς ἂν ταῦτα εἴποι νοῦν ἔχων;
48.7.1
Καὶ ταῦτα λέγω, οὐ κωλύων τρέφεσθαι αὐτοὺς, ἀλλὰ μὴ ἐπὶ τοιαύτῃ αἰτίᾳ. Φιλανθρωπίας γὰρ ἡ τροφὴ τὴν ὑπόθεσιν ἐχέτω, μὴ ὠμότητος· ἔλεον, μὴ ὕβριν. Ὅτι πένης ἐστὶ, θρέψον, ὅτι Χριστὸς τρέφεται, θρέψον μὴ ἐπειδὴ σατανικὰ εἰσάγει ῥήματα, καὶ τὴν ἑαυτοῦ καταισχύνει ζωήν. Μὴ ἴδῃς αὐτὸν ἔξωθεν γελῶντα, ἀλλὰ τὸ συνειδὸς ἐξέτασον, καὶ τότε ὄψει μυριάκις αὐτὸν ἑαυτῷ καταρώμενον, καὶ στένοντα, καὶ ὀδυρόμενον. Εἰ δὲ οὐκ ἐπιδείκνυται, καὶ τοῦτο διὰ σέ. Ἔστωσαν τοίνυν ἄνθρωποι πένητες καὶ ἐλεύθεροι οἱ σύσσιτοί σου, μὴ ἐπίορκοι, μηδὲ μῖμοι. Εἰ δὲ βούλει καὶ τῆς τροφῆς αὐτοὺς ἀμοιβὴν ἀπαιτῆσαι, κέλευσον, ἂν ἴδωσί τι τῶν ἀτόπων γινόμενον, ἐπιπλῆξαι, παραινέσαι, συναντιλαβέσθαι τῆς κατὰ τὴν οἰκίαν ἐπιμελείας, τῆς τῶν οἰκετῶν προστασίας. Παῖδας ἔχεις; Κοινοὶ πατέρες ἔστωσαν ἐκείνων, μετὰ σοῦ τὴν προστασίαν διανεμέσθωσαν, κέρδη σοι φερέτωσαν τὰ τῷ Θεῷ φίλα. Εἰς ἐμπορίαν αὐτοὺς ἔμβαλε πνευματικήν. Κἂν ἴδῃς δεόμενον προστασίας, ἐπίταξον βοηθῆσαι, κέλευσον διακονήσασθαι. Διὰ τούτων θήρευε τοὺς ξένους, διὰ τούτων ἔνδυε τοὺς γυμνοὺς, διὰ τούτων εἰς δεσμωτήριον πέμπε, τὰς ἀνάγκας λύε τὰς ἀλλοτρίας. Ταύτην σοι διδότωσαν τῆς τροφῆς τὴν ἀμοιβὴν, τὴν καὶ σὲ καὶ ἐκείνους, ὠφελοῦσαν, καὶ οὐδεμίαν κατάγνωσιν ἔχουσαν. Διὰ τούτων καὶ ἡ φιλία σφίγγεται μᾶλλον. Νῦν μὲν γὰρ κἂν δοκῶσι φιλεῖσθαι, ἀλλ' ὅμως αἰσχύνονται, ὡς εἰκῆ ζῶντες παρὰ σοί· ἂν δὲ ταῦτα ἀνύωσι, καὶ αὐτοὶ ῥᾴδιον διακείσονται, καὶ σὺ ἥδιον θρέψεις, ἅτε οὐ μάτην δαπανῶν, κἀκεῖνοι μετὰ παῤῥησίας σοι συνέσονται καὶ τῆς προσηκούσης ἐλευθερίας, καὶ ἡ οἰκία σου ἀντὶ θεάτρου ἐκκλησία σοι γενήσεται, καὶ ὁ διάβολος δραπετεύσει, καὶ ὁ Χριστὸς εἰσελεύσεται καὶ ὁ τῶν ἀγγέλων χορός. Ὅπου γὰρ ὁ Χριστὸς, ἐκεῖ καὶ οἱ ἄγγελοι· ὅπου δὲ ὁ Χριστὸς καὶ οἱ ἄγγελοι, ἐκεῖ ὁ οὐρανὸς, ἐκεῖ φῶς τοῦ ἡλιακοῦ τούτου φαιδρότερον. Εἰ δὲ καὶ ἑτέραν βούλει δι' αὐτῶν καρποῦσθαι παράκλησιν, κέλευσον, σχολὴν ἄγων, βιβλία λαβόντας τὸν θεῖον νόμον ἀναγινώσκειν. Ἥδιόν σοι ταῦτα ὑπηρετήσονται, ἢ ἐκεῖνα. Ταῦτα μὲν γὰρ καὶ σὲ κἀκείνους ποιεῖ σεμνοτέρους· ἐκεῖνα δὲ ἅπαντας ὁμοῦ καταισχύνει· σὲ μὲν ὡς ὑβριστὴν καὶ πάροινον, ἐκείνους δὲ ὡς ἀθλίους καὶ γαστριμάργους. Ἂν μὲν γὰρ ἐφ' ὕβρει τρέφῃς, χαλεπώτερον, ἢ εἰ ἀνεῖλες· ἂν δὲ ἐπ' ὠφελείᾳ καὶ κέρδει, χρησιμώτερον πάλιν, ἢ εἰ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ ἐπανήγαγες. Καὶ νῦν μὲν τῶν οἰκετῶν μᾶλλον αὐτοὺς καταισχύνεις, καὶ οἱ οἰκέται πλείονα τούτων ἔχουσι παῤῥησίαν καὶ ἐλεύθερον συνειδός· τότε δὲ τῶν ἀγγέλων ἐργάσῃ ἴσους. Καὶ τούτους τοίνυν καὶ σαυτὸν ἀπάλλαξον, καὶ ἐξελὼν τὸ τῶν παρασίτων ὄνομα, συσσίτους κάλει, καὶ ἐκβαλὼν τὴν τῶν κολάκων, τὴν τῶν φίλων ἐπιτίθει προσηγορίαν. Διὰ τοῦτο καὶ τὰς φιλίας ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπὶ κακῷ τῶν φιλουμένων καὶ τῶν φιλούντων, ἀλλ' ἐπ' ἀγαθῷ καὶ χρησίμῳ. Αὗται δὲ αἱ φιλίαι πάσης ἔχθρας εἰσὶ χαλεπώτεραι. Παρὰ μὲν γὰρ τῶν ἐχθρῶν, ἂν ἐθέλωμεν, καὶ κερδαίνομεν· παρὰ δὲ τούτων ἀνάγκη καὶ βλάπτεσθαι πάντως. Μὴ δὴ κάτεχε φίλους, βλάβης διδασκάλους· μὴ κάτεχε φίλους τραπέζης μᾶλλον ἢ φιλίας ἐραστὰς ὄντας. Οἱ γὰρ τοιοῦτοι πάντες, ἂν τὴν τρυφὴν καταλύσῃς, καταλύουσι καὶ τὴν φιλίαν· οἱ δὲ δι' ἀρετήν σοι συνόντες, μένουσι διηνεκῶς, πᾶσαν φέροντες ἀνωμαλίαν. Τὸ δὲ τῶν παρασίτων γένος, καὶ ἀμύνονταί σε πολλάκις, καὶ πονηρὰν περιτιθέασι δόξαν. Ἐντεῦθεν γοῦν πολλοὺς τῶν ἐλευθέρων οἶδα πονηρὰς ὑπολήψεις λαβόντας· καὶ οἱ μὲν ἐπὶ γοητείαις, οἱ δὲ ἐπὶ μοιχείαις καὶ παίδων διαφθοραῖς διεβλήθησαν Ὅταν γὰρ μηδὲν ἔργον ἔχωσιν, ἀλλ' εἰκῆ τὸν ἑαυτῶν ζῶσι βίον, ὡς ταὐτὰ διακονούμενοι τοῖς παισὶ παρὰ πολλοῖς ὑποπτεύονται. Καὶ δόξης τοίνυν ἑαυτοὺς ἀπαλλάττοντες πονηρᾶς, καὶ πρὸ πάντων τῆς μελλούσης γεέννης, καὶ τὰ τῷ Θεῷ δοκοῦντα ποιοῦντες, τὴν διαβολικὴν ταύτην καταλύσωμεν συνήθειαν, ἵνα καὶ ἐσθίοντες καὶ πίνοντες πάντα εἰς δόξαν Θεοῦ ποιῶμεν, καὶ τῆς παρ' αὐτοῦ δόξης ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.