In Matthaeum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
55.0.1
Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέ λει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
55.1.1
Τότε· πότε; Ὅτε ὁ Πέτρος εἶπεν, Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ ἤκουσεν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἐπιτιμήσει μόνον, ἀλλὰ καὶ ἐκ περιουσίας βουλόμενος δεῖξαι τήν τε τῶν παρὰ τοῦ Πέτρου εἰρημένων ἀτοπίαν, καὶ τὸ κέρδος τὸ ἀπὸ τοῦ πάθους, φησί· Σύ μοι λέγεις, Ἵλεώς σοι, οὐ μὴἔσται σοι τοῦτο· ἐγὼ δέ σοι λέγω, ὅτι οὐ μόνον τὸ ἐμὲ κωλῦσαι καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ' ὅτι οὐδὲ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς εἰς τὸ ἀποθανεῖν ᾖς παρεσκευασμένος διαπαντός. Ἵνα γὰρ μὴ ἀνάξιον αὐτοῦ τὸ παθεῖν εἶναι νομίσωσιν, οὐ διὰ τῶν προτέρων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐπαγομένων αὐτοὺς παιδεύει τοῦ πράγματος τὸ κέρδος. Ἐν μὲν οὖν τῷ Ἰωάννῃ φησίν· Ἐὰν πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει· ἐνταῦθα δὲ ἐκ περιουσίας αὐτὸ γυμνάζων, οὐκ ἐφ' ἑαυτοῦ προάγει τὸν λόγον μόνον τὸν περὶ τοῦ δεῖν ἀποθνήσκειν, ἀλλὰ καὶ ἐπ' ἐκείνων. Τοσοῦτον γὰρ τοῦ πράγματος τούτου τὸ κέρδος, ὅτι καὶ ἐφ' ὑμῶν τὸ μὲν μὴ θέλειν ἀποθανεῖν, δεινόν· τὸ δὲ ἕτοιμον εἶναι πρὸς τοῦτο, ἀγαθόν. Ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἑξῆς δηλοῖ, τέως δὲ ἐξ ἑνὸς αὐτὸ γυμνάζει μέρους. Καὶ ὅρα πῶς καὶ ἀκατανάγκαστον ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἶπεν, ὅτι Κἂν βούλησθε, κἂν μὴ βούλησθε, δεῖ τοῦτο ὑμᾶς παθεῖν· ἀλλὰ πῶς; Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν. Οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ' ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ· διὸ καὶ λέγω, Εἴ τις θέλει. Ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐχὶ ἐπὶ κακὰ καὶ ἐπαχθῆ, οὐκ ἐπὶ κόλασιν καὶ τιμωρίαν, ἵνα καὶ ἀναγκάσω. Καὶ γὰρ αὐτὴ τοῦ πράγματος ἡ φύσις ἱκανὴ ἐφελκύσασθαι. Ταῦτα δὲ λέγων ἐπεσπᾶτο μειζόνως. Ὁ μὲν γὰρ βιαζόμενος ἀποτρέπει πολλάκις· ὁ δὲ ἀφεὶς κύριον τὸν ἀκροατὴν εἶναι, μᾶλλον ἐφέλκεται. Βίας γὰρ δυνατώτερον θεραπεία. Διὸ καὶ αὐτὸς ἔλεγεν· Εἴ τις θέλει. Μεγάλα γάρ ἐστι, φησὶν, ἃ δίδωμι ὑμῖν ἀγαθὰ, καὶ τοιαῦτα, ὡς καὶ ἐπιτρέχειν ἑκόντας. Οὐδὲ γὰρ εἴ τις χρυσίον παρεῖχε, καὶ θησαυρὸν προετίθει, μετὰ βίας ἐκάλεσεν ἄν. Εἰ δὲ εἰς ἐκεῖνα οὐ μετὰ βίας, πολλῷ μᾶλλον ἐπὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ γὰρ μὴ ἡ τοῦ πράγματος φύσις πείθει σε δραμεῖν, οὐδὲ λαβεῖν ἄξιος εἶ, οὐδ' ἂν λάβῃς, εἴσῃ καλῶς τὸ ληφθέν. Διὰ τοῦτο οὐκ ἀναγκάζει ὁ Χριστὸς, ἀλλὰ προτρέπει, φειδόμενος ἡμῶν. Ἐπειδὴ γὰρ ἐδόκουν πολλὰ διαθρυλλεῖν, ἰδίᾳ θορυβούμενοι πρὸς τὸ εἰρημένον, φησίν· Οὐ χρεία θορύβου καὶ ταραχῆς. Εἰ μὴ νομίζετε μυρίων ἀγαθῶν αἴτιον εἶναι τὸ εἰρημένον, καὶ ἐφ' ὑμῶν συμβαῖνον, οὐ βιάζομαι, οὐδὲ ἀναγκάζω, ἀλλ' εἴ τις θέλει ἀκολουθεῖν, τοῦτον καλῶ. Μὴ γὰρ δὴ τοῦτο νομίζετε εἶναι τὴν ἀκολούθησιν, ὃ ποιεῖτε νῦν ἑπόμενοί μοι. Πολλῶν ὑμῖν δεῖ πόνων, πολλῶν κινδύνων, εἰ μέλλοιτε ὀπίσω μου ἰέναι. Οὐ γὰρ δὴ, ὦ Πέτρε, ἐπειδὴ Υἱόν με ὡμολόγησας Θεοῦ, διὰ τοῦτο μόνον προσδοκᾷν ὀφείλεις στεφάνους, καὶ νομίζειν ἀρκεῖν εἰς σωτηρίαν σοι τοῦτο, καὶ ἀδείας λοιπὸν ἀπολαύειν, ὡς τὸ πᾶν ἐργασάμενος. Δύναμαι μὲν γὰρ, ἅτε Υἱὸς ὢν Θεοῦ, μηδὲ ἀφεῖναί σε πεῖραν τῶν δεινῶν λαβεῖν· οὐ βούλομαι δὲ διὰ σὲ, ἵνα καὶ αὐτός τι συνεισενέγκῃς, καὶ δοκιμώτερος γένῃ. Οὐδὲ γὰρ εἴ τις ἀγωνοθέτης εἴη, καὶ φίλον ἀθλητὴν ἔχοι, βουληθείη ἂν χάριτι αὐτὸν στεφανῶσαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων πόνων· καὶ διὰ τοῦτο μάλιστα, ἐπειδὴ αὐτὸν φιλεῖ. Οὕτω καὶ ὁ Χριστός· οὓς μάλιστα φιλεῖ, τούτους μάλιστα βούλεται καὶ οἴκοθεν εὐδοκιμεῖν, οὐκ ἀπὸ τῆς αὐτοῦ βοηθείας μόνης. Ὅρα δὲ πῶς καὶ ἀνεπαχθῆ ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἰς αὐτοὺς περιίστησι μόνους τὰ δεινὰ, ἀλλὰ καὶ κοινὸν τὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι λέγων· Εἴ τις θέλει· κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην ἐρχέσθω τὴν ὁδόν. Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, τρία δέ ἐστι τὰ λεγόμενα· τὸ, Ἀπαρνησάσθω ἑαυτὸν, καὶ τὸ, Ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ τὸ, Ἀκολουθείτω μοι· καὶ τὰ μὲν δύο συνέζευκται, τὸ δὲ ἓν καθ' ἑαυτὸ τέθειται. Ἀλλ' ἴδωμεν πρότερον τί ποτέ ἐστι τὸ ἀρνήσασθαι ἑαυτόν. Μάθωμεν πρότερον τί ἐστιν ἀρνήσασθαι ἕτερον, καὶ τότε εἰσόμεθα τί ποτέ ἐστιν ἀρνήσασθαι ἑαυτόν. Τί οὖν ἐστιν ἀρνήσασθαι ἕτερον; Ὁ ἀρνούμενος ἕτερον, οἷον ἢ ἀδελφὸν, ἢ οἰκέτην, ἢ ὁντιναοῦν, κἂν μαστιζόμενον ἴδῃ, κἂν δεσμούμενον, κἂν ἀπαγόμενον, κἂν ὁτιοῦν πάσχοντα, οὐ παρίσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τι πρὸς αὐτὸν, ἅτε ἅπαξ ἀπαλλοτριωθείς. Οὕτω τοίνυν βούλεται τοῦ σώματος ἀφειδεῖν τοῦ ἡμετέρου, ἵνα κἂν μαστίζωσι, κἂν ἐλαύνωσι, κἂν καίωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ φεισώμεθα. Τοῦτο γάρ ἐστι φείσασθαι. Ἐπεὶ καὶ οἱ πατέρες τότε φείδονται τῶν ἐγγόνων, ὅταν διδασκάλοις αὐτὰ παραδιδόντες, κελεύωσιν αὐτῶν μὴ φείδεσθαι. Οὕτω καὶ ὁ Χριστός· οὐκ εἶπε, Μὴ φεισάσθω ἑαυτοῦ, ἀλλ' ἐπιτεταμένως, Ἀπαρνησάσθω ἑαυτόν· τουτέστι, Μηδὲν ἐχέτω κοινὸν πρὸς ἑαυτὸν, ἀλλ' ἐκδιδότω τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου ταῦτα πάσχοντος, οὕτω διακείσθω. Καὶ οὐκ εἶπεν, Ἀρνησάσθω,
55.61.1
Ἀπαρνησάσθω· καὶ τῇ μικρᾷ ταύτῃ προσθήκῃ πολλὴν πάλιν ἐμφαίνων τὴν ὑπερβολήν. Καὶ γὰρ πλέον τοῦτο ἐκείνου ἐστί.
55.2.1
Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Τοῦτο ἐξ ἐκείνου γίνεται. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι μέχρι ῥημάτων καὶ ὕβρεων καὶ ὀνειδῶν δεῖ ἀπαρνήσασθαι ἑαυτὸν, λέγει καὶ μέχρι πόσου ἀπαρνεῖσθαι ἑαυτὸν δεῖ· τουτέστι, μέχρι θανάτου, καὶ θανάτου ἐπονειδίστου. Διὰ τοῦτο οὐκ εἶπεν, Ἀπαρνησάσθω ἑαυτὸν μέχρι θανάτου, ἀλλ' Ἀράτω τὸν σταυρὸν αὐτοῦ, τὸν ἐπονείδιστον θάνατον δηλῶν· καὶ ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διὰ παντὸς τοῦ βίου τοῦτο δεῖ ποιεῖν. Διηνεκῶς γὰρ, φησὶ, περίφερε τὸν θάνατον τοῦτον, καθ' ἡμέραν ἕτοιμος ἔσο πρὸς σφαγήν. Ἐπειδὴ γὰρ πολλοὶ χρημάτων μὲν κατεφρόνησαν καὶ τρυφῆς καὶ δόξης, θανάτου δὲ οὐχ ὑπερεῖδον, ἀλλ' ἔδεισαν κινδύνους· ἐγὼ, φησὶ, καὶ μέχρις αἵματος παλαίειν τὸν ἀγωνιστὴν βούλομαι τὸν ἐμὸν, καὶ ἕως σφαγῆς τὰ σκάμματα γίνεσθαι· ὥστε κἂν θάνατον ὑπομεῖναι δέῃ, κἂν θάνατον τὸν ἐπονείδιστον, κἂν θάνατον τὸν ἐπάρατον, κἂν ἐπὶ πονηρᾷ ὑπολήψει, πάντα γενναίως φέρειν, καὶ ταύτῃ μᾶλλον ἀγάλλεσθαι. Καὶ ἀκολουθείτω μοι. Ἐπειδὴ γὰρ ἔστι καὶ πάσχοντα μὴ ἀκολουθεῖν, ὅταν μὴ δι' αὐτόν τις πάθῃ· (καὶ γὰρ λῃσταὶ πολλὰ χαλεπὰ πάσχουσι, καὶ τυμβωρύχοι καὶ γόητες·) ἵνα μὴ νομίσῃς, ὅτι ἀρκεῖ τῶν δεινῶν ἡ φύσις, προστίθησι τὴν ὑπόθεσιν τῶν δεινῶν. Τίς δέ ἐστιν αὕτη· Ἵνα ταῦτα ποιῶν καὶ πάσχων αὐτῷ ἀκολουθῇς· ἵνα δι' αὐτὸν πάντα ὑπομένῃς· ἵνα καὶ τὴν ἄλλην ἀρετὴν ἔχῃς. Καὶ γὰρ καὶ τοῦτο δηλοῖ τὸ, Ἀκολουθείτω μοι· ὥστε μὴ μόνον ἀνδρείαν τὴν ἐν τοῖς δεινοῖς, ἀλλὰ καὶ σωφροσύνην, καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φιλοσοφίαν. Τοῦτο γάρ ἐστιν ἀκολουθεῖν ὡς χρὴ, τὸ καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὸ δι' αὐτὸν πάντα πάσχειν. Εἰσὶ γὰρ οἳ τῷ διαβόλῳ ἀκολουθοῦντες καὶ ταῦτα πάσχουσι, καὶ δι' ἐκεῖνον τὰς ψυχὰς αὐτῶν ἐκδιδόασιν· ἀλλ' ἡμεῖς διὰ τὸν Χριστὸν, μᾶλλον δὲ δι' ἡμᾶς αὐτούς· ἐκεῖνοι μὲν, ἵνα ἑαυτοὺς βλάψωσι καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἡμεῖς δὲ, ἵνα κερδήσωμεν ἑκατέραν τὴν ζωήν. Πῶς οὖν οὐκ ἐσχάτης βλακείας, μηδὲ τὴν αὐτὴν τοῖς ἀπολλυμένοις ἐπιδείκνυσθαι ἀνδρείαν, καὶ ταῦτα τοσούτους μέλλοντας καρποῦσθαι στεφάνους; Καίτοιγε ἡμῖν μὲν καὶ ὁ Χριστὸς πάρεστι βοηθῶν, ἐκείνοις δὲ οὐδείς. Εἶπε μὲν οὖν ἤδη καὶ τοῦτο τὸ ἐπίταγμα, ὅτε ἔπεμπεν αὐτοὺς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· (Ἀποστέλλω γὰρ ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων, φησί· καὶ, Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε·) νυνὶ δὲ ἐπιτεταμένως μᾶλλον καὶ αὐστηρότερον. Τότε μὲν γὰρ θάνατον εἶπε μόνον· ἐνταῦθα δὲ καὶ σταυροῦ ἐμνημόνευσε, καὶ σταυροῦ διηνεκοῦς. Ἀράτω γὰρ, φησὶ, τὸν σταυρὸν αὐτοῦ· τουτέστι, Βασταζέτω διηνεκῶς, καὶ φερέτω. Καὶ τοῦτο ποιεῖν εἴωθε πανταχοῦ, οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν τὰ μείζονα τῶν παραγγελμάτων εἰσάγων, ἵνα μὴ ξενίζωνται οἱ ἀκούοντες. Εἶτα, ἐπειδὴ σφοδρὸν ἐδόκει εἶναι τὸ εἰρημένον, ὅρα πῶς αὐτὸ διὰ τῶν ἑξῆς παραμυθεῖται, καὶ τίθησιν ἔπαθλα ὑπερβάλλοντα τοὺς ἱδρῶτας· καὶ οὐκ ἔπαθλα μόνον, ἀλλὰ καὶ τὰ τῆς κακίας ἐπίχειρα. Καὶ γὰρ τούτοις ἐνδιατρίβει μᾶλλον, ἢ ἐκείνοις· ἐπειδήπερ οὐχ οὕτως ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν αὐστηρῶν ἀπειλὴ τοὺς πολλοὺς σωφρονίζειν εἴωθε. Σκόπει γοῦν πῶς καὶ ἐντεῦθεν ἄρχεται, καὶ εἰς τοῦτο τελευτᾷ. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει, φησὶν, αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀφειδῶν ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος, ταῦτα ἐπιτάττω. Καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ, ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος, διασώζει. Ὃ καί τις σοφὸς ἔλεγεν, ὅτι Ἐὰν παίσῃς τὸν υἱόν σου ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ· καὶ πάλιν, Ὁ περιψύχων τὸν υἱὸν αὐτοῦ, καταδήσει τραύματα αὐτοῦ. Τοῦτο καὶ ἐπὶ στρατοπέδου γίνεται. Ἂν γὰρ ὁ στρατηγὸς, φειδόμενος τῶν στρατιωτῶν, ἔνδον κελεύῃ μένειν διαπαντὸς, καὶ τοὺς ἔνδον αὐτοῖς προσαπολεῖ. Ἵν' οὖν μὴ καὶ ἐφ' ὑμῶν τοῦτο συμβαίνῃ, φησί· Δεῖ πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατετάχθαι. Καὶ γὰρ καὶ νῦν πόλεμος ἀναῤῥιπίζεσθαι μέλλει χαλεπός. Μὴ τοίνυν καθίσῃς ἔνδον, ἀλλ' ἐξέρχου καὶ πολέμει· κἂν πέσῃς ἐν τῇ παρατάξει, τότε ἔζησας. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν ἄλλων εὐδοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον, καὶ τοῖς πολεμίοις φοβερώτερος, καίτοιγε μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασιλέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τῶν πολέμων τούτων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται, ὁ προβαλλόμενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν· ἑνὶ μὲν τρόπῳ, ὅτι οὐ ταχέως ἁλώσεται· δευτέρῳ δὲ, ὅτι κἂν πέσῃ, ἐπὶ μείζονα αὐτὴν χειραγωγήσει ζωήν.
55.3.1
Εἶτα ἐπειδὴ εἶπεν, ὅτι Ὁ θέλων σῶσαι, ἀπολέσει αὐτὴν, ὃς δ' ἂν ἀπολέσῃ, σώσει, κἀκεῖ σωτηρίαν καὶ ἀπώλειαν, καὶ ἐνταῦθα σωτηρίαν καὶ ἀπώλειαν τέθεικεν· ἵνα μὴ νομίσῃ τις ἴσην εἶναι τὴν ἀπώλειαν ταύτην κἀκείνην, καὶ τὴν σωτηρίαν, ἀλλὰ μάθῃ σαφῶς, ὅτι τοσοῦτον ἐκείνης τῆς σωτηρίας καὶ ταύτης τὸ μέσον, ὅσον ἀπωλείας καὶ σωτηρίας· καὶ ἐκ τῶν ἐναντίων καθάπαξ ἐπάγει ταῦτα κατασκευάζων. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, φησὶν, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Εἶδες πῶς ἡ παρὰ τὸ δέον αὐτῆς σωτηρία, ἀπώλεια, καὶ ἀπωλείας ἁπάσης χείρων, ἅτε καὶ ἀνίατος οὖσα, τῷ μηδὲν εἶναι λοιπὸντὸ ἐξωνούμενον αὐτήν; Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι τὴν ψυχὴν αὐτοῦ ἔσωσεν ὁ κινδύνους διαφυγὼν τοὺς τοιούτους, ἀλλὰ μετὰ τῆς ψυχῆς αὐτοῦ θὲς καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ τί τὸ πλέον ἐντεῦθεν αὐτῷ ἐκείνης ἀπολλυμένης; Εἰπὲ γάρ μοι, εἰ τοὺς οἰκέτας ἴδοις τοὺς σοὺς ἐν τρυφῇ, σαυτὸν δὲ ἐν κακοῖς ἐσχάτοις, ἆρα κερδανεῖς ἐκ τοῦ δεσπότης εἶναί τι; Οὐδαμῶς. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου, ὅταν τῆς σαρκὸς τρυφώσης καὶ πλουτούσης, αὕτη τὴν μέλλουσαν ἀπώλειαν ἀναμένῃ. Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Πάλιν ἐπιμένει τῷ αὐτῷ. Μὴ γὰρ ἑτέραν ψυχὴν ἔχεις δοῦναι ἀντὶ ψυχῆς; φησί. Χρήματα μὲν γὰρ ἂν ἀπολέσῃς, δυνήσῃ δοῦναι χρήματα· κἂν οἰκίαν, κἂν ἀνδράποδα, κἂν ὁτιοῦν ἕτερον τῶν κτημάτων· ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν οὐ δυνήσῃ ἐπιδοῦναι ψυχήν· ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης πάντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς, ψυχὴν ἀγοράσαι μίαν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ ψυχῆς τοῦτο συμβαίνει; Καὶ γὰρ καὶ ἐπὶ σώματος τοῦτο γινόμενον ἴδοι τις ἄν. Κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ, κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς, καὶ πόλεις, καὶ χρήματα. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐπὶ τῆς ψυχῆς· καὶ πάντα τὰ ἄλλα ἀφεὶς, εἰς ταύτην ἅπασαν ἀνάλισκε τὴν σπουδήν.
55.4.1
Μὴ δὴ τῶν ἀλλοτρίων φροντίζων, ἀμέλει σαυτοῦ καὶ τῶν σῶν· ὃ νῦν ἅπαντες ποιοῦσιν, ἐοικότες τοῖς τὰ μέταλλα ἐργαζομένοις. Οὐδὲ γὰρ ἐκείνοις ὄφελος τῆς ἐργασίας ταύτης, οὐδὲ τοῦ πλούτου· ἀλλὰ καὶ πολὺ τὸ βλάβος, ὅτι τε κινδυνεύουσιν εἰκῆ, καὶ ὅτι ἑτέροις κινδυνεύουσιν, οὐδὲν ἐκ τῶν ἱδρώτων ἐκείνων καὶ τῶν θανάτων καρπούμενοι. Τούτους καὶ νῦν εἰσι πολλοὶ οἱ μιμούμενοι, οἱ ἑτέροις μεταλλεύοντες πλοῦτον· μᾶλλον δὲ καὶ τούτων ἀθλιώτεροι, ὅσῳ καὶ γέεννα ἡμᾶς ἀναμένει μετὰ τοὺς πόνους τούτους. Ἐκείνους μὲν γὰρ ἵστησι τῶν ἱδρώτων ἐκείνων ὁ θάνατος· ἡμῖν δὲ ἀρχὴ μυρίων κακῶν ὁ θάνατος γίνεται. Εἰ δὲ λέγοις, ὅτι ἀπολαύεις τῶν σῶν πόνων πλουτῶν, δεῖξον τὴν ψυχὴν εὐφρανθεῖσαν, καὶ τότε πείθομαι. Τῶν γὰρ ἐν ἡμῖν κυριώτερον ἡ ψυχή. Εἰ δὲ τὸ σῶμα πιαίνεται, τηκομένης ἐκείνης, οὐδὲν αὕτη πρὸς σὲ ἡ εὐθηνία ὥσπερ οὖν τῆς δούλης εὐφραινομένης, οὐδὲν πρὸς τὴν δέσποιναν ἀπολλυμένην ἡ τῆς θεραπαινίδος εὐημερία, οὐδὲ ἡ τῆς στολῆς εὐκοσμία πρὸς τὴν τῆς σαρκὸς ἀσθένειαν· ἀλλ' ἐρεῖ σοι πάλιν ὁ Χριστός· Τί δώσει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; ἄνω καὶ κάτω περὶ ἐκείνην σε στρέφεσθαι κελεύων, καὶ αὐτῆς μόνης ποιεῖσθαι λόγον. Φοβήσας τοίνυν ἐντεῦθεν, καὶ ἀπὸ τῶν ἀγαθῶν παραμυθεῖται. Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶδες πῶς δόξα μία Πατρὸς καὶ Υἱοῦ; Εἰ δὲ δόξα μία, εὔδηλον ὅτι καὶ οὐσία μία. Εἰ γὰρ ἐν οὐσίᾳ μιᾷ διαφορὰ δόξης (Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, καίτοι μιᾶς οὔσης οὐσίας), πῶς ἂν ὧν ἡ δόξα μία, ἡ οὐσία ἑτέρα νομισθείη; Οὐδὲ γὰρ εἶπεν, Ἐν δόξῃ τοιαύτῃ οἵᾳὁ Πατὴρ, ἵνα πάλιν παραλλαγήν τινα ὑποπτεύσῃς· ἀλλὰ τὸ ἀπηκριβωμένον δεικνὺς, Ἐν αὐτῇ ἐκείνῃ τῇ δόξῃ, φησὶν, ἥξει, ὡς μίαν αὐτὴν ὑποπτεύεσθαι καὶ τὴν αὐτήν. Τί τοίνυν φοβῇ, Πέτρε, φησὶ, θάνατον ἀκούων; Τότε με γὰρ ὄψει ἐν τῇ δόξῃ τοῦ Πατρός. Εἰ δὲ ἐγὼ ἐν δόξῃ, καὶ ὑμεῖς. Οὐδὲ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ ὑμέτερα· ἀλλ' ἑτέρα τις ὑμᾶς διαδέξεται λῆξις ἀμείνων Ἀλλ' ὅμως εἰπὼν τὰ χρηστὰ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ τὰ φοβερὰ ἀνέμιξε, τὸ δικαστήριον ἐκεῖνο εἰς μέσον ἀγαγὼν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους, καὶ τὴν ψῆφον τὴν ἀδέκαστον, καὶ τὴν κρίσιν τὴν ἀνεξαπάτητον. Οὐ μὴν ἀφῆκε σκυθρωπὸν μόνον φανῆναι τὸν λόγον, ἀλλὰ καὶ χρησταῖς ἀνέμιξεν ἐλπίσιν. Οὐδὲ γὰρ εἶπε, Τότε κολάσει τοὺς ἡμαρτηκότας, ἀλλ', Ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τοῦτο δὲ ἔλεγεν οὐχὶ τοὺς ἡμαρτηκότας κολάσεως ἀναμιμνήσκων μόνον, ἀλλὰ καὶ τοὺς κατωρθωκότας βραβείων καὶ στεφάνων. Ἀλλ' αὐτὸς μὲν, ἵνα καὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀνακτήσηται, ταῦτα εἴρηκεν· ἐγὼ δὲ φρίττω ἀεὶ ταῦτα ἀκούων· οὐ γάρ εἰμι τῶν στεφανουμένων. Οἶμαι δὲ καὶ ἑτέρους ἡμῖν κοινωνεῖν τοῦ φόβου καὶ τῆς ἀγωνίας. Τίνα γὰρ οὐχ ἱκανὸν τοῦτο πτοῆσαι τὸ ῥῆμα, εἰς τὸ συνειδὸς εἰσελθόντα τὸ ἑαυτοῦ, καὶ ποιῆσαι φρίττειν, καὶ πεῖσαι ὅτι σάκκου ἡμῖν χρεία, καὶ νηστείας ἐπιτεταμένης μᾶλλον. ἢ τῷ δήμῳ τῶν Νινευϊτῶν; Οὐ γὰρ ὑπὲρ καταστροφῆς πόλεως καὶ τῆς κοινῆς τελευτῆς ὁ λόγος ἡμῖν, ἀλλ' ὑπὲρ τῆς κολάσεως τῆς αἰωνίου, καὶ τοῦ πυρὸς τοῦ μὴ σβεννυμένου.
55.5.1
Διὸ καὶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς ἐπαινῶ καὶ θαυμάζω τῶν τε ἄλλων ἕνεκεν, καὶ διὰ ταύτην τὴν ῥῆσιν. Ἐκεῖνοι γὰρ μετὰ τὸ ἀριστοποιήσασθαι, μᾶλλον δὲ μετὰ τὸ δεῖπνον· (ἄριστον γὰρ οὐκ ἴσασί ποτε· καὶ γὰρ ἴσασιν ὅτι πένθους ὁ παρὼν καιρὸς καὶ νηστείας·) μετὰ τὸ δεῖπνον τοίνυν λέγοντές τινας εὐχαριστηρίους ὕμνους εἰς τὸν Θεὸν, καὶ ταύτης μέμνηνται τῆς φωνῆς. Καὶ εἰ βούλεσθε καὶ αὐτῶν ἀκοῦσαι τῶν ὕμνων, ἵνα καὶ αὐτοὶ λέγητε συνεχῶς, πᾶσαν ὑμῖν ἀπαγγελῶ τὴν ᾠδὴν ἐκείνην τὴν ἱεράν. Ἔχει τοίνυν τὰ ῥήματα αὐτῆς οὕτως· Εὐλογητὸς ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ σοι δόξα, τιμὴ καὶ κράτος, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας Ἀμήν. Δόξα σοι, Κύριε, δόξα σοι, Ἅγιε, δόξα σοι. Βασιλεῦ. ὅτι ἔδωκας ἡμῖν βρώματα εἰς εὐφροσύνην. Πλῆσον ἡμᾶς Πνεύματος ἁγίου, ἵνα εὑρεθῶμεν ἐνώπιόν σου εὐαρεστήσαντες, μὴ αἰσχυνόμενοι, ὅτε ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πάντα μὲν οὖν ἄξιον θαυμάσαι τὸν ὕμνον τοῦτον, μάλιστα δὲ τουτὶ τὸ τέλος. Ἐπειδὴ γὰρ ἡ τράπεζα καὶ ἡ τροφὴ διαχέειν εἴωθε καὶ βαρύνειν. καθάπερ τινὰ χαλινὸν τὴν ῥῆσιν ταύτην ἐπιτιθέασι τῇ ψυχῇ, παρὰ τὸν καιρὸν τῆς ἀνέσεως τοῦ καιροῦ τῆς κρίσεως αὐτὴν ἀναμιμνήσκοντες. Ἔμαθον γὰρ τί ἔπαθεν Ἰσραὴλ ἀπὸ τραπέζης πολυτελοῦς. Ἔφαγε γὰρ, φησὶ, καὶ ἐπαχύνθη. καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Διὸ καὶ Μωϋσῆς ἔλεγε· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Μετὰ γὰρ ἐκείνην τὴν τράπεζαν τὰ παράνομα αὐτοῖς ἐτολμήθητότε ἐκεῖνα τολμήματα. Σκόπει τοίνυν καὶ σὺ, μὴ τοιοῦτόν τι πάθῃς. Κἂν γὰρ μὴ λίθῳ θύσῃς, μηδὲ χρυσῷ, καὶ πρόβατα καὶ μόσχους, σκόπει μὴ θυμῷ θύσῃς τὴν σαυτοῦ ψυχὴν, μὴ πορνείᾳ θύσῃς τὴν σωτηρίαν τὴν σὴν, μὴ ἑτέροις τοιούτοις πάθεσι. Διὰ γάρ τοι τοῦτο καὶ ἐκεῖνοι τοὺς κρημνοὺς δεδοικότες τούτους, τραπέζης ἀπολαύσαντες, μᾶλλον δὲ νηστείας (καὶ γὰρ ἡ τράπεζα αὐτῶν νηστεία), τοῦ φοβεροῦ δικαστηρίου καὶ τῆς ἡμέρας ἐκείνης ἑαυτοὺς ἀναμιμνήσκουσιν. Εἰ δὲ ἐκεῖνοι οἱ καὶ νηστείαις, καὶ χαμευνίαις, καὶ ἀγρυπνίαις, καὶ σάκκῳ, καὶ μυρίοις ἑαυτοὺς σωφρονίζοντες, ἔτι καὶ ταύτης δέονται τῆς ὑπομνήσεως· πότε δυνησόμεθα ἡμεῖς ἐπιεικῶς ζῇν, οἱ τραπέζας παρατιθέντες μυρία ναυάγια φερούσας, καὶ μηδὲ ὅλως εὐχόμενοι, μήτε ἐν ἀρχῇ, μήτε ἐν τέλει; Διόπερ ἵνα τὰ ναυάγια ταῦτα λύσωμεν, τὸν ὕμνον ἐκεῖνον εἰς μέσον ἀγαγόντες ἀναπτύξωμεν πάντα, ἵνα τὸ ἐξ αὐτοῦ κέρδος ἰδόντες, καὶ αὐτοὶ συνεχῶς ἐπᾴδωμεν αὐτὸν τῇ τραπέζῃ, καὶ τὰ σκιρτήματα τῆς γαστρὸς καταστέλλωμεν, καὶ τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀγγέλων ἐκείνων εἰς τὰς οἰκίας εἰσάγοντες τὰς ἡμετέρας. Ἔδει μὲν γὰρ βαδίζοντας ἐκεῖ, ταῦτα καρπίζεσθαι· ἐπειδὴ δὲ οὐ βούλεσθε, κἂν διὰ τῶν ἡμετέρων λόγων ἀκούσατε τῆς πνευματικῆς ταύτης μελῳδίας, καὶ ἕκαστος μετὰ τὴν τράπεζαν ταῦτα λεγέτω τὰ ῥήματα, ἀρχόμενος οὕτως· Εὐλογητὸς ὁ Θεός. Τὸν γὰρ ἀποστολικὸν εὐθέως πληροῦσι νόμον τὸν κελεύοντα· Πᾶν ὁτιοῦν ποιοῦμεν ἐν λόγῳ ἢ ἐν ἔργῳ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Εἶτα ἡ εὐχαριστία οὐχ ὑπὲρ τῆς μιᾶς ἡμέρας ἐκείνης μόνης, ἀλλ' ὑπὲρ παντὸς τοῦ βίου γίνεται. Ὁ τρέφων γάρ με, φησὶν, ἐκ νεότητός μου. Καὶ διδασκαλία φιλοσοφίας ἐντεῦθεν. Τοῦ γὰρ Θεοῦ τρέφοντος, οὐ χρὴ μεριμνᾷν. Εἰ γὰρ βασιλέως σοι ὑποσχομένου παρέχειν ἐκ τῶν αὐτοῦ ταμιείων τὴν καθημερινὴν τροφὴν, ἐθάρσησας ἂν λοιπόν· πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς παρέχῃ, καὶ πάντα σοι ὥσπερ ἐκ πηγῶν ἐπιῤῥέῃ, πάσης φροντίδος ἀπηλλάχθαι δεῖ. Διὰ γὰρ τοῦτο καὶ ταῦτα λέγουσιν, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ὑπ' αὐτῶν μαθητευομένους πείσωσι πᾶσαν ἀποδύσασθαι μέριμναν βιωτικήν. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ ἑαυτῶν μόνων τὴν εὐχαριστίαν ταύτην ἀναφέρουσιν, ἐπάγουσι λέγοντες, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὑπὲρ παντὸς εὐχαριστοῦντες τοῦ κόσμου· καὶ καθάπερ πατέρες τῆς οἰκουμένης ἁπάσης, οὕτω τὰς ὑπὲρ ἁπάντων εὐφημίας ἀναφέρουσι, καὶ εἰς φιλαδελφίαν ἑαυτοὺς ἀλείφουσι γνησίαν. Οὐδὲ γὰρ δύνανται μισεῖν ἐκείνους, ὑπὲρ ὧν, ὅτι τρέφονται, εὐχαριστοῦσι τῷ Θεῷ. Εἶδες καὶ τὴν ἀγάπην διὰ τῆς εὐχαριστίας εἰσαγομένην, καὶ μέριμναν ἐκβαλλομένην βιωτικὴν, καὶ διὰ τῶν ἔμπροσθεν καὶ διὰ τούτων; Εἰ γὰρ πᾶσαν τρέφει σάρκα, πολλῷ μᾶλλον τοὺς ἀνακειμένους αὐτῷ· εἰ γὰρ τοὺς βιωτικαῖς ἐνδεδεμένους φροντίσι, πολλῷ μᾶλλον τοὺς τούτων ἀπηλλαγμένους. Τοῦτο καὶ ὁ Χριστὸς κατασκευάζων ἔλεγε· Πόσων στρουθίων διαφέρετε ὑμεῖς; Ταῦτα δὲ ἔλεγε, παιδεύων μὴ θαῤῥεῖν πλούτῳ καὶ γῇ καὶ σπέρμασιν. Οὐ γὰρ ταῦτά ἐστι τὰ τρέφοντα, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος. Ἀπὸ τούτων καὶ Μανιχαίους, καὶ τοὺς Οὐαλεντίνου, καὶ πάντας τοὺς τὰ ἐκείνων νοσοῦντας ἐπιστομίζουσιν. Οὐ γὰρ δὴ πονηρὸς οὗτος, ὁ πᾶσι προθεὶς τὰ ἑαυτοῦ, καὶ τοῖς βλασφημοῦσιν αὐτόν. Εἶτα ἡ αἴτησις· Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς δίας ἡμῶν. Ποίας ἄρα χαρᾶς λέγει; μὴ τῆς βιωτικῆς; Μὴ γένοιτο· οὐ γὰρ ἂν, εἰ ταύτην ἤθελον, ὀρῶν κορυφὰς κατελάμβανον καὶ ἐρημίας, καὶ σάκκον περιεβάλλοντο· ἀλλ' ἐκείνην λέγουσι τὴν χαρὰν, τὴν οὐδὲν κοινὸν ἔχουσαν πρὸς τὸν παρόντα βίον, τὴν τῶν ἀγγέλων, τὴν ἄνω. Καὶ οὐχ ἁπλῶς αὐτὴν αἰτοῦσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπερβολῆς· οὐ γὰρ λέγουσι, Δὸς, ἀλλὰ, Πλήρωσον· καὶ οὐ λέγουσιν, Ἡμᾶς, ἀλλὰ, Τὰς καρδίας ἡμῶν. Αὕτη γὰρ μάλιστα καρδίας χαρά· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγγένοιτο χαρά. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγγένοιτο χαρά. Ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα τὴν εὐαγγελικὴν ἐκείνην πληροῦντας ῥῆσιν, τὴν λέγουσαν· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ταύτην δὲ αὐτὴν ζητοῦντας διὰ τὰ πνευματικά. Ἵνα γὰρ περισσεύωμεν, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. Οὐκ εἶπον, Ἵνα τὸ ὀφειλόμενον μόνον ποιῶμεν, ἀλλ' ἵνα καὶ πλέον τῶν ἐπιτεταγμένων· τοῦτο γάρ ἐστιν, Ἵνα περισσεύωμεν. Καὶ παρὰ μὲν τοῦ Θεοῦ τὴν αὐτάρκειαν ζητοῦσιν ἐν τοῖς ἀναγκαίοις· αὐτοὶ δὲ οὐ μετὰ αὐταρκείας βούλονται ὑπακούειν μόνον, ἀλλὰ μετὰ περιουσίας πολλῆς, καὶ ἐν ἅπασι. Τοῦτο δούλων εὐγνωμόνων, τοῦτο φιλοσόφων ἀνδρῶν, τὸ ἀεὶ καὶ ἐν πᾶσι περισσεύειν. Εἶτα πάλιν ἀναμιμνήσκοντες ἑαυτοὺς τὴν οἰκείαν ἀσθένειαν, καὶ ὡς οὐδὲν ἄνευ τῆς ἄνωθεν ῥοπῆς γενναῖον δύναται γενέσθαι, εἰπόντες, Ἵνα περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐπάγουσιν· Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ σοι δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν· ἴσον τῇ ἀρχῇ τὸ τέλος ὑφαίνοντες δι' εὐχαριστίας. ʹ. Εἶτα πάλιν δοκοῦσι μὲν ἐκ προοιμίων ἄρχεσθαι, τοῦ αὐτοῦ δὲ ἔχονται λόγου. Ὥσπερ καὶ ὁ Παῦλος ἐν προοιμίῳ Ἐπιστολῆς καταλύσας εἰς δοξολογίαν, καὶ εἰπὼν, Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν· ἄρχεται τῆς ὑποθέσεως πάλιν ὑπὲρ ἧς ἔγραφε. Καὶ πάλιν ἀλλαχοῦ εἰπών· Ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν· οὐκ ἀπήρτισε τὸν λόγον, ἀλλ' ἄρχεται πάλιν. Μὴ τοίνυν μηδὲ τούτοις ἐγκαλῶμεν τοῖς ἀγγέλοις ὡς ἀτάκτως ποιοῦσιν, οἳ καταλύσαντες εἰς δοξολογίαν, πάλιν ἄρχονται τῶν ὕμνων τῶν ἱερῶν. Ἀποστολικοῖς γὰρ ἕπονται νόμοις, ἀπὸ δοξολογίας ἀρχόμενοι καὶ εἰς τοῦτο τελευτῶντες, καὶ μετὰ τὴν τελευτὴν ταύτην προοιμιαζόμενοι πάλιν. Διὸ λέγουσι· Δόξα σοι, Κύριε, δόξα σοι, Ἅγιε, δόξα σοι, Βασιλεῦ, ὅτι ἔδωκας ἡμῖν βρώματα εἰς εὐφροσύνην. Οὐδὲ γὰρ ὑπὲρ τῶν μεγάλων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μικρῶν δεῖ εὐχαριστεῖν. Εὐχαριστοῦσι δὲ καὶ ὑπὲρ τούτων, καταισχύνοντες τὴν Μανιχαίων αἵρεσιν, καὶ ὅσοι τὴν παροῦσαν ζωὴν πονηρὰν εἶναι λέγουσιν. Ἵνα γὰρ μὴ, διὰ τὴν ἄκραν φιλοσοφίαν καὶ τὴν ὑπεροψίαν τῆς γαστρὸς, ὑποπτεύσῃς περὶ αὐτῶν ὡς τὰ σῖτα βδελυττομένων, οἷον περὶ ἐκείνων τῶν ἀπαγχονιζόντων ἑαυτοὺς, διὰ τῆς εὐχῆς σε παιδεύουσιν, ὅτι οὐ βδελυττόμενοι τὰ κτίσματα τοῦ Θεοῦ, τῶν πλειόνων ἀπέχονται, ἀλλ' ἢ φιλοσοφίαν ἀσκοῦντες. Καὶ ὅρα πῶς ἀπὸ τῆς εὐχαριστίας τῶν ἤδη δοθέντων, καὶ περὶ τῶν μειζόνων δυσωποῦσι, καὶ οὐ μένουσιν ἐπὶ τῶν βιωτικῶν, ἀλλ' ἀναβαίνουσιν ὑπὲρ τοὺς οὐρανοὺς, καί φασι· Πλήρωσον ἡμᾶς Πνεύματος ἁγίου. Οὐδὲ γὰρ ἔστιν εὐδοκιμεῖν ὡς χρὴ, μὴ πληρωθέντα τῆς χάριτος ἐκείνης· καθάπερ οὐκ ἔστι γενναῖόν τι ποιεῖν ἢ μέγα, μὴ τῆς τοῦ Χριστοῦ ῥοπῆς ἀπολαύσαντα. Ὥσπερ οὖν εἰπόντες, Ἵνα περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐπήγαγον, Ἐν Χριστῷ Ἰησοῦ· οὕτω καὶ ἐνταῦθα λέγουσι, Πλῆσον ἡμᾶς Πνεύματος ἁγίου, ἵνα εὑρεθῶμεν ἐνώπιόν σου εὐαρεστήσαντες. Εἶδες πῶς ὑπὲρ τῶν βιωτικῶν μὲν οὐκ εὔχονται, ἀλλ' εὐχαριστοῦσι μόνον· ὑπὲρ δὲ τῶν πνευματικῶν καὶ εὐχαριστοῦσι καὶ εὔχονται; Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Σκόπει δὲ καὶ ἑτέραν αὐτῶν φιλοσοφίαν. Ἵνα εὑρεθῶμεν γὰρ, φησὶ, ἐνώπιόν σου εὐαρεστήσαντες, μὴ αἰσχυνόμενοι. Οὐ γὰρ μέλει ἡμῖν τῆς παρὰ τῶν πολλῶν αἰσχύνης, φησίν· ἀλλ' ὅσα ἂν εἴπωσιν οἱ ἄνθρωποι περὶ ἡμῶν γελῶντες, ὀνειδίζοντες, οὐδὲ ἐπιστρεφόμεθα· ὁ δὲ ἀγὼν ἡμῖν ἅπας, ὥστε μὴ τότε αἰσχυνθῆναι. Ὅταν δὲ ταῦτα εἴπωσι, καὶ τὸν τοῦ πυρὸς ἐπεισάγουσι ποταμὸν, καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα. Οὐκ εἶπον, Ἵνα μὴ κολασθῶμεν, ἀλλ', Ἵνα μὴ αἰσχυνθῶμεν. Τοῦτο γὰρ ἡμῖν πολὺ φοβερώτερον γεέννης, τὸ δόξαι προσκεκρουκέναι τῷ Δεσπότῃ. Ἀλλ' ἐπειδὴ τοὺς πολλοὺς οὐ φοβεῖ τοῦτο, καὶ παχυτέρους, ἐπάγουσιν· Ὅτε ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶδες ἡλίκα ἡμᾶς ὤνησαν οἱ ξένοι καὶ παρεπίδημοι οὗτοι, οἱ τῆς ἐρήμου πολῖται· μᾶλλον δὲ οἱ τῶν οὐρανῶν πολῖται; Ἡμεῖς μὲν γὰρ τῶν οὐρανῶν ξένοι, πολῖται δὲ τῆς γῆς· οὗτοι δὲ τοὐναντίον. Μετὰ δὲ τὸν ὕμνον τοῦτον πολλῆς ἐμπλησθέντες κατανύξεως, καὶ θερμῶν καὶ πολλῶν δακρύων, οὕτως ἐπὶ ὕπνον βαδίζουσι, τοσοῦτον αὐτοῦ σπῶντες, ὅσον μικρὸν ἀναπαύσασθαι. Καὶ πάλιν τὰς νύκτας ἡμέρας ποιοῦσιν, ἐν εὐχαριστίαις καὶ ψαλμωδίαις διάγοντες. Οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες ταύτην ἀσκοῦσι τὴν φιλοσοφίαν, τὴν ἀσθένειαν τῆς φύσεως τῇ περιουσίᾳ τῆς προθυμίας νικῶσαι. Αἰσχυνθῶμεν τοίνυν τὴν ἐκείνων εὐτονίαν οἱ ἄνδρες ἡμεῖς, καὶ παυσώμεθα τοῖς παροῦσι προστετηκότες, τῇ σκιᾷ, τοῖς ὀνείρασι, τῷ καπνῷ. Καὶ γὰρ τὸ πλέον τῆς ζωῆς ἡμῶν ἐν ἀναισθησίᾳ. Ἥ τε γὰρ πρώτη ἡλικία πολλῆς γέμει τῆς ἀνοίας· ἡ δὲ πρὸς τὸ γῆρας ὁδεύουσα πάλιν, πᾶσαν τὴν ἐν ἡμῖν αἴσθησιν καταμαραίνει· καὶ ὀλίγον ἐστὶ τὸ μέσον, τὸ δυνάμενον μετὰ αἰσθήσεως τρυφῆς ἀπολαῦσαι· μᾶλλον δὲ οὐδὲ ἐκεῖνο καθαρῶς τούτου μετέχει, μυρίων φροντίδων καὶ πόνων λυμαινομένων αὐτῷ. Διὸ παρακαλῶ, τὰ ἀκίνητα καὶ ἀθάνατα ζητήσωμεν ἀγαθὰ, καὶ τὴν ζωὴν τὴν οὐδέποτε γῆρας ἔχουσαν. Ἔστι γὰρ καὶ πόλιν οἰκοῦντα τὴν τῶν μοναχῶν φιλοσοφίαν ζηλοῦν· ἔστι γὰρ καὶ γυναῖκα ἔχοντα, καὶ ἐν οἰκίᾳ στρεφόμενον, καὶ εὔχεσθαι, καὶ νηστεύειν, καὶ κατανενύχθαι. Ἐπεὶ καὶ οἱ παρὰ τὴν ἀρχὴν ὑπὸ τῶν ἀποστόλων κατηχηθέντες τὰς μὲν πόλεις ᾤκουν, τῶν δὲ τὰς ἐρημίας κατειληφότων τὴν εὐλάβειαν ἐπεδείκνυντο· καὶ ἕτεροι δὲ πάλιν ἐργαστηρίων προεστηκότες, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Καὶ οἱ προφῆται δὲ πάντες καὶ γυναῖκας εἶχον καὶ οἰκίας, ὡς ὁ Ἡσαΐας, ὡς ὁ Ἰεζεχιὴλ, ὡς ὁ μέγας Μωϋσῆς, καὶ οὐδὲν ἐντεῦθεν εἰς ἀρετὴν παρεβλάβησαν. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσαντες, διαπαντὸς εὐχαριστήσωμεν τῷ Θεῷ, διαπαντὸς ὑμνῶμεν αὐτὸν, καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἐπιμελώμεθα, καὶ τὴν ἐν ταῖς ἐρημίαις φιλοσοφίαν εἰς τὰς πόλεις εἰσαγάγωμεν· ἵνα καὶ παρὰ Θεῷ εὐάρεστοι καὶ τοῖς ἀνθρώποις δόκιμοι φανῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμενἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.