In Matthaeum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
63.0.1
Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
63.1.1
Τινὲς μὲν διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡς ὕπουλόν τινα καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα· ἐγὼ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων ἐλάττονα οὐκ ἂν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν ὄντα· ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μήτε ἀσφαλὲς εἶναι τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γάρ φησιν, ὅτι Προσδραμὼν καὶ γονυπετῶν παρεκάλει αὐτόν· καὶ, ὅτι Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὕτη λυμαίνεται τὰ ἄλλα. Εἰκότως οὖν καὶ ὁ Παῦλος ῥίζαν αὐτὴν ἁπάντων τῶν κακῶν εἶναι ἔφησε· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, φησί. Διατί οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων· Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαϊκῷ· διὰ δὴ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. Καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται, ὡς ὅταν λέγῃ· Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· καὶ, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Ὅταν οὖν εἴπῃ, Οὐδεὶς ἀγαθὸς, οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει· ἄπαγε· οὐ γὰρ εἶπε, Τί με λέγεις ἀγαθόν; Οὐκ εἰμὶ ἀγαθός· ἀλλ', Οὐδεὶς ἀγαθός· τουτέστιν, οὐδεὶς ἀνθρώπων. Καὶ αὐτὸ δὲ τοῦτο ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. Διὸ καὶ ἐπήγαγεν, Εἰ μὴ εἷς, ὁ Θεός. Καὶ οὐκ εἶπεν, Εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. Οὕτω καὶ ἀνωτέρω πονηροὺς ἐκάλει τοὺς ἀνθρώπους, λέγων· Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν. Καὶ γὰρ καὶ ἐκεῖ πονηροὺς ἐκάλεσεν, οὐ τῆς φύσεως ἁπάσης πονηρίαν καταγινώσκων· (τὸ γὰρ, ὑμεῖς, οὐχ ὑμεῖς οἱ ἄνθρωποί φησιν·) ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων, οὕτως ὠνόμασε· διὰ τοῦτο καὶ ἐπήγαγε, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τί τὸ κατεπεῖγον ἦν, φησὶν, ἢ τί τὸ χρήσιμον, ὥστε οὕτως αὐτὸν ἀποκρίνασθαι; Ἀνάγει αὐτὸν κατὰ μικρὸν, καὶ παιδεύει κολακείας ἀπηλλάχθαι πάσης, τῶν ἐπὶ τῆς γῆς ἀπάγων, καὶτῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα ζητεῖν, καὶ εἰδέναι τὸ ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Ἐπεὶ καὶ ὅταν λέγῃ, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησιν, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή. Οὐδὲ γὰρ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως, εἰς ἔρωτα τοιοῦτον ἐμπεσὼν, καὶ τῶν ἄλλων, τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἢ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. Καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγε. Σκόπει γοῦν πῶς ἐστι παρεσκευασμένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. Τί γὰρ ποιήσας φησὶ, ζωὴν αἰώνιον κληρονομήσω; Οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων. Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἂν ἡμῖν καὶ τοῦτο ὁ εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, ὡς ἐπὶ τοῦ νομικοῦ. Εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν, ὁ Χριστὸς αὐτὸν οὐκ ἂν εἴασε λαθεῖν, ἀλλ' ἤλεγξεν ἂν σαφῶς, ἢ καὶ ᾐνίξατο, ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν, καὶ ταύτῃ βλαβῆναι. Εἰ πειράζων προσῆλθεν, οὐκ ἂν ἀπῆλθε λυπούμενος ἐφ' οἷς ἤκουσε. Τοῦτο γοῦν οὐδείς ποτε ἔπαθε τῶν Φαρισαίων, ἀλλ' ἠγριαίνοντο ἐπιστομιζόμενοι. Ἀλλ' οὐχ οὗτος· ἀλλ' ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον ἦν τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ' ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ. Εἰπόντος τοίνυν τοῦ Χριστοῦ· Εἰ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς· λέγει, Ποίας; οὐχὶ πειράζων, μὴ γένοιτο· ἀλλὰ νομίζων ἑτέρας τινὰς παρὰ τὰς νομικὰς εἶναι τὰς τῆς ζωῆς προξένους αὐτῷ γενησομένας· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν. Εἶτα, ἐπειδὴ εἶπεν ὁ Ἰησοῦς τὰς ἀπὸ τοῦ νόμου, φησί· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ, Τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτοῦ. Οὐ μικρὸν δὲ καὶ τὸ νομίζειν αὐτὸν ὑστερεῖν, μηδὲ ἡγεῖσθαι ἀρκεῖν τὰ εἰρημένα εἰς τὸ τυχεῖν ὧν ἐπεθύμει. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἔμελλε μέγα τι ἐπιτάττειν, προτίθησι τὰ ἔπαθλα, καί φησιν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι.
63.2.1
Εἶδες πόσα βραβεῖα, πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ; Εἰ δὲ ἐπείραζεν, οὐκ ἂν αὐτῷ ταῦταεἶπε. Νυνὶ δὲ καὶ λέγει, καὶ ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα, καὶ τῇ γνώμῃ αὐτοῦ τὸ πᾶν ἐπιτρέπει, διὰ πάντων συσκιάζων τὸ δοκοῦν εἶναι βαρὺ τῆς παραινέσεως. Διὸ καὶ πρὶν εἰπεῖν τὸν ἀγῶνα καὶ τὸν πόνον, τὸ βραβεῖον αὐτῷ δείκνυσι, λέγων· Εἰ θέλεις τέλειος εἶναι· καὶ τότε φησὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, Ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ γὰρ τὸ ἀκολουθεῖν αὐτῷ, μεγάλη ἀντίδοσις. Καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνωθῆναι παρῄνει, δεικνὺς ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι, καὶ πλείονα ὧν ἐκέλευσε παρασχεῖν ἔδωκεν· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσούτῳ μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἔτι πλέον. Θησαυρὸν δὲ εἶπε, τὸ δαψιλὲς τῆς ἀντιδόσεως, τὸ μόνιμον δηλῶν, τὸ ἄσυλον, ὡς ἐνεχώρει διὰ τῶν ἀνθρωπίνων αἰνίξασθαι τῷ ἀκούοντι. Οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρονεῖν, ἀλλὰ δεῖ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι, πάντα τὰ παρ' αὐτοῦ κελευόμενα ποιεῖν, πρὸς σφαγὰς εἶναι ἕτοιμον, καὶ θάνατον καθημερινόν. Εἴ τις γὰρ θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὥστε τοῦ ῥῖψαι τὰ χρήματα πολλῷ μεῖζον τοῦτο τὸ ἐπίταγμα, τὸ καὶ αὐτὸ τὸ αἷμα ἐκχεῖν· οὐ μικρὸν δὲ εἰς τοῦτο τὸ χρημάτων ἀπηλλάχθαι συμβάλλεται. Ἀκούσας δὲ ὁ νεανίσκος, ἀπῆλθε λυπούμενος. Εἶτα, ὥσπερ δεικνὺς ὁ εὐαγγελιστὴς, ὅτι οὐκ ἀπεικός τι πέπονθε, φησίν· Ἦν γὰρ ἔχων χρήματα πολλά. Οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ τότε ὁ ἔρως γίνεται. Ὅπερ ἀεὶ λέγων οὐ παύομαι, ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων μείζονα ἀνάπτει τὴν φλόγα, καὶ πενεστέρους ἐργάζεται τοὺς κτωμένους, εἴ γε ἐν πλείονι καθίστησιν αὐτοὺς ἐπιθυμίᾳ, καὶ μᾶλλον αἰσθάνεσθαι τῆς ἐνδείας ποιεῖ. Σκόπει γοῦν καὶ ἐνταῦθα οἵαν ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος. Τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥῖψαι τὰ χρήματα, οὕτω κατέχωσε καὶ ἐβάρησεν, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι, ἀλλὰ σιγήσαντα καὶ κατηφῆ καὶ στυγνὸν γενόμενον ἀπελθεῖν. Τί οὖν ὁ Χριστός; Πῶς δυσκόλως οἱ πλούσιοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ' αὐτῶν. Εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης. Εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ, πρὸς βασιλείαν ἐμπόδιον, τὸ καὶ τὰ ἑτέρων λαβεῖν ἐννόησον πόσον σωρεύει τὸ πῦρ. Τί δήποτε δὲ τοῖς μαθηταῖς ἔλεγεν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται, πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις; Παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τὴν πενίαν, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. Εἰπὼν δὲ δύσκολον, προϊὼν δείκνυσιν ὅτι καὶ ἀδύνατον, καὶ οὐχ ἁπλῶς ἀδύνατον, ἀλλὰ καὶ μετ' ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσε, τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην. Εὐκοπώτερον, φησὶ, κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. Διὸ καὶ Θεοῦ ἔργον ἔφησεν εἶναι αὐτὸ, ἵνα δείξῃ, ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. Τῶν γοῦν μαθητῶν ταραχθέντων ἔλεγε· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον, παρὰ δὲ Θεῷ πάντα δυνατά. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται, πένητες ὄντες, καὶ σφόδρα πένητες; τίνος οὖν ἕνεκεν θορυβοῦνται; Ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες, καὶ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχοντες, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα ἀναλαβόντες. Οὕτω γοῦν ἔτρεμον καὶ ἐδεδοίκεισαν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἀπὸ τῆς ἀποφάσεως ταύτης, ὥστε πολλῆς δεηθῆναι τῆς παρακλήσεως. Διὰ τοῦτο πρότερον ἐμβλέψας αὐτοῖς εἶπε· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, καὶ τὴν ἀγωνίαν καταλύσας (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ἐμβλέψας), τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἀνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαῤῥεῖν. Εἰ δὲ βούλει καὶ τὸν τρόπον μαθεῖν, καὶ πῶς ἂν τὸ ἀδύνατον γένοιτο δυνατὸν, ἄκουε. Οὐδὲ γὰρ διὰ τοῦτο εἶπε, Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ, ἵνα ἀναπέσῃς, καὶ ὡς ἀδυνάτων ἀπόσχῃ· ἀλλ' ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσῃς ῥᾳδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς.
63.3.1
Πῶς οὖν ἂν γένοιτο τοῦτο δυνατόν; Ἂν ῥίψῃς τὰ ὄντα, ἂν κενώσῃς τὰ χρήματα, ἂν τῆς πονηρᾶς ἐπιθυμίας ἀποστῇς. Ὅτι γὰρ οὐ τῷ Θεῷ μόνον αὐτὸ λογίζεται, ἀλλὰ διὰ τοῦτο εἶπεν, ἵνα δείξῃ τὸν ὄγκον τοῦ κατορθώματος, ἄκουσον τῶν μετὰ ταῦτα. Πέτρου γὰρ εἰπόντος, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, καὶ ἐρωτήσαντος, Τί ἄρα ἔσται ἡμῖν; τὸν μισθὸν ὁρίσας ἐκείνοις, ἐπήγαγε· Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀγροὺς, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Οὕτω τὸ ἀδύνατον γίνεται δυνατόν. Ἀλλὰ πῶς αὐτὸ τοῦτο γένοιτ' ἂν, φησὶ, τὸ ἀφεῖναι; πῶς δυνατὸν τὸν βαπτισθέντα ἅπαξ ἐπιθυμίᾳ τοιαύτῃ χρημάτων ἀνενεγκεῖν; Ἂν ἄρξηται ἐκ τῶν ὄντων κενοῦν, καὶ τὰ περιττὰ περικόπτειν. Οὕτω γὰρ καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται. Μὴ τοίνυν ὑφ' ἓν τὸ πᾶν ζητήσῃς, ἀλλ' ἡρέμα καὶ κατὰ μικρὸν ἀνάβαινε τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανόν σε ἀνάγουσαν, εἰ δυσχερές σοι τὸ ἀθρόον φαίνεται. Καθάπερ γὰρ οἱ πυρέττοντες, δριμεῖαν χολὴν ἔνδον ἔχοντες πλεονάζουσαν, ὅταν ἐπεμβάλωσι σῖτα καὶ ποτὰ, οὐ μόνον οὐ κατασβεννύουσι τὸ δίψος, ἀλλὰ καὶ ἀνάπτουσι τὴν φλόγα· οὕτω καὶ οἱ φιλοχρήματοι, ὅταν τῇ πονηρᾷ ταύτῃ ἐπιθυμίᾳ καὶ τῆς χολῆς ἐκείνης δριμυτέρᾳ τὰ χρήματα ἐπεμβάλωσι, μᾶλλον αὐτὴν ἐκκαίουσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως ἵστησιν, ὡς τὸ ἀποστῆναι τέως τῆς τοῦ κερδαίνειν ἐπιθυμίας, ὥσπερ οὖν τὴν δριμεῖαν χολὴν ὀλιγοσιτία καὶ κένωσις. Τοῦτο δὲ αὐτὸ πόθεν ἔσται; φησίν. Ἂν ἐννοήσῃς, ὅτι πλουτῶν μὲν οὐδέποτε παύσῃ διψῶν, καὶ τηκόμενος τῇ τοῦ πλείονος ἐπιθυμίᾳ· ἀπαλλαγεὶς δὲ τῶν ὄντων, καὶ τὸ νόσημα δυνήσῃ στῆσαι τοῦτο. Μὴ τοίνυν περιβάλλου πλείονα, ἵνα μὴ ἀκίχητα διώκῃς, καὶ ἀνίατα νοσῇς, καὶ ἐλεεινότερος ᾖς τοιαῦτα λυττῶν. Ἀπόκριναι γάρ μοι, τίνα ἂν φαίημεν βασανίζεσθαι καὶ ὀδυνᾶσθαι, τὸν ἐπιθυμοῦντα σιτίων καὶ πότων πολυτελῶν, καὶ οὐκ ἔχοντα ἀπολαῦσαι ὡς βούλεται· ἢ τὸν οὐκ ἔχοντα ἐπιθυμίαν τοιαύτην; Εὔδηλον ὅτι τὸν ἐπιθυμοῦντα μὲν, οὐ δυνάμενον δὲ μετασχεῖν ὧν ἐπιθυμεῖ. Οὕτω γάρ ἐστι τοῦτο ὀδυνηρὸν, τὸ ἐπιθυμοῦντα μὴ ἀπολαύειν, καὶ διψῶντα μὴ πίνειν, ὡς καὶ τὴν γέενναν βουλόμενον ἡμῖν ὑπογράψαι τὸν Χριστὸν, τοῦτον αὐτὴν ὑπογράψαι τὸν τρόπον, καὶ τὸν πλούσιον οὕτως εἰσαγαγεῖν ἀποτηγανιζόμενον· ἐπιθυμῶν γὰρ σταγόνος ὕδατος, καὶ μὴ ἀπολαύων, οὕτως ἐκολάζετο. Οὐκοῦν ὁ μὲν χρημάτων καταφρονῶν ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν βουλόμενος, καὶ περιβάλλεσθαι πλείω, ἀνῆψε μᾶλλον, καὶ οὐδέπω ἵσταται· ἀλλὰ κἂν μυρία λάβῃ τάλαντα, ἑτέρων τοσούτων ἐπιθυμεῖ· κἂν τούτων ἐπιτύχῃ, πάλιν δὶς τοσούτων ἄλλων ἐφίεται· καὶ προϊὼν, καὶ τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλατταν, καὶ πάντα εὔχεται αὐτῷ γενέσθαι χρυσὸν, καινήν τινα μανίαν μαινόμενος καὶ φοβερὰν, καὶ οὐδέποτε οὕτω σβεσθῆναι δυναμένην. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τῇ προσθήκῃ, ἀλλὰ τῇ ἀφαιρέσει τοῦτο ἵσταται τὸ κακόν· εἴ σοι γέγονεν ἐπιθυμία ποτὲ ἄτοπος πτῆναι καὶ δι' ἀέρος ἐνεχθῆναι, πῶς ἂν τὴν ἄτοπον ταύτην ἔσβεσας ἐπιθυμίαν; τῷ πτερὰ διαπλάττειν, καὶ ἕτερα ὄργανα κατασκευάζειν; ἢ τῷ πεῖσαι τὸν λογισμὸν, ὅτι ἀδυνάτων ἐπιθυμεῖ, καὶ οὐδενὶ τούτων ἐπιχειρεῖν δεῖ; Εὔδηλον ὅτι τῷ πεῖσαι τὸν λογισμόν. Ἀλλ' ἐκεῖνο, φησὶν, ἀδύνατον. Ἀλλὰ καὶ τοῦτο ἀδυνατώτερον, τὸ τῆς ἐπιθυμίας ταύτης ὅρον εὑρεῖν. Καὶ γὰρ εὐκολώτερον ἀνθρώπους ὄντας πτῆναι, ἢ τῇ προσθήκῃ τοῦ πλείονος παῦσαι τὸν ἔρωτα. Ὅταν μὲν γὰρ ᾖ δυνατὰ τὰ ἐπιθυμητὰ, τῇ ἀπολαύσει παραμυθεῖσθαι δυνατόν· ὅταν δὲ ἀδύνατα, ἓν δεῖ σπουδάζειν μόνον, τὸ τῆς ἐπιθυμίας ἡμᾶς αὐτοὺς ἀπαγαγεῖν, ὡς ἑτέρως γε οὐκ ἐνὸν ἀνακτήσασθαι τὴν ψυχήν. Ἵν' οὖν μὴ περιττὰ ὀδυνώμεθα, τὸν διηνεκῶς λυποῦντα ἔρωτα τῶν χρημάτων καὶ οὐδέποτε σιγῆσαι ἀνεχόμενον ἀφέντες, ἐφ' ἕτερον μεθορμισώμεθα, τὸν καὶ μακαρίους ἡμᾶς ποιοῦντα, καὶ πολλὴν ἔχοντα τὴν εὐκολίαν, καὶ τῶν ἄνω θησαυρῶν ἐπιθυμήσωμεν. Οὔτε γὰρ πόνος ἐνταῦθα τοσοῦτος, καὶ τὸ κέρδος ἄφατον, καὶ ἀποτυχεῖν οὐκ ἔνι τὸν καὶ ὁπωσοῦν ἀγρυπνοῦντα καὶ νήφοντα καὶ τῶν παρόντων ὑπερορῶντα· ὥσπερ οὖν τὸν δουλεύοντα αὐτοῖς καὶ ἐκδεδομένον εἰσάπαξ ἀνάγκη πᾶσα ἐκπεσεῖν ἐκείνων.
63.4.1
Ταῦτ' οὖν ἅπαντα λογιζόμενος, τὴν πονηρὰν ἐπιθυμίαν ἔκβαλε τῶν χρημάτων. Οὐδὲ γὰρ τοῦτο ἔχοις ἂν εἰπεῖν, ὅτι τὰ μὲν παρόντα δίδωσι, τῶν δὲ μελλόντων ἀποστερεῖ· καίτοι καὶ εἰ τοῦτο ἦν, ἐσχάτη τοῦτο κόλασις καὶ τιμωρία. Νῦν δὲ οὐδὲ τοῦτο ἔνι. Μετὰ γὰρ τῆς γεέννης καὶ πρὸ τῆς γεέννης ἐκείνης, καὶ ἐνταῦθα εἰς χαλεπωτέραν σε ἐμβάλλει κόλασιν. Καὶ γὰρ οἰκίας πολλὰς ἡ ἐπιθυμία αὕτη ἀνέτρεψε, καὶ χαλεποὺς πολέμους ἀνεῤῥίπισε, καὶ βιαίῳ θανάτῳ καταλῦσαι τὸν βίον κατηνάγκασε· καὶ πρὸ τῶν κινδύνων δὲ τούτων τῆς ψυχῆς λυμαίνεται τὴν εὐγένειαν· καὶ δειλὸν, καὶ ἄνανδρον, καὶ θρασὺν, καὶ ψεύστην, καὶ συκοφάντην, καὶ ἅρπαγα, καὶ πλεονέκτην, καὶ τὰ ἔσχατα πάντα τὸν ἔχοντα πολλάκις εἰργάσατο. Ἀλλ' ἴσως τὴν λαμπηδόνα τοῦ ἀργυρίου, καὶ τῶν οἰκετῶν τὸ πλῆθος, καὶ τῶν οἰκοδομημάτων τὸ κάλλος, καὶ τὴν θεραπείαν τὴν ἐπ' ἀγορᾶς ὁρῶν καταγοητεύῃ; Τίς οὖν ἂν γένοιτο θεραπεία τῷ πονηρῷ τραύματι τούτῳ; Ἂν ἐννοήσῃς, πῶς σοι ταῦτα τὴν ψυχὴν διατίθησι· πῶς σκοτεινὴν καὶ ἔρημον καὶ αἰσχρὰν αὐτὴν κατασκευάζει καὶ δυσειδῆ· ἂν λογίσῃ μεθ' ὅσων ταῦτα ἐκτήθη κακῶν, μεθ' ὅσων φυλάττεται πόνων, μεθ' ὅσων κινδύνων· μᾶλλον δὲ οὐδὲ φυλάττεται μέχρι τέλους, ἀλλ' ὅταν ἁπάντων διαφύγῃ τὰς λαβὰς, ὁ θάνατος ἐπελθὼν ταῦτα μὲν εἰς τὰς τῶν σῶν ἐχθρῶν πολλάκις ἐξήγαγε χεῖρας, σὲ δὲ ἔρημον λαβὼν ἄπεισιν, οὐδὲν τούτων ἐπισυρόμενον, ἀλλ' ἢ τὰ τραύματα καὶ τὰ ἕλκη μόνον, ἅπερ ἐκ τούτων λαβοῦσα ἄπεισιν ἡ ψυχή. Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν ἀράχνην ἔνδον, καὶ πολλὴν τὴν κόνιν ὄψει. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην, τὸν Ἠλίαν· μᾶλλον δὲ αὐτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν οὐκ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι. Ἐκείνου ζηλωτὴς γενοῦ, καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον. Εἰ δὲ μικρὸν διαβλέψας ἐκ τούτων σκοτωθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν· καὶ πάντα, εἰ βούλει, τῷ λόγῳ ποίησον εἶναι χρυσόν· οὐδὲν γὰρ ἴσον ὄψει τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης. Καὶ σὺ μὲν πλέθρων γῆς τόσων καὶ τόσων μέμνησαι, καὶ οἰκιῶν δέκα καὶ εἴκοσιν, ἢ καὶ πλειόνων, καὶ βαλανείων τοσούτων, καὶ ἀνδραπόδων χιλίων, ἢ δὶς τοσούτων, καὶ ὀχημάτων ἀργυρενδέτων καὶ χρυσοπάστων· ἐγὼ δὲ ἐκεῖνό φημι· Εἰ τῶν πλουτούντων ὑμῶν ἕκαστος, τὴν πενίαν ταύτην ἀφεὶς (πενία γὰρ ταῦτα πρὸς ὃ μέλλω λέγειν), ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐτῶν τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάττης, καὶ οἰκουμένην ἕκαστος, καὶ γῆν καὶ θάλατταν, καὶ πανταχοῦ οἰκοδομήματα, καὶ πόλεις καὶ ἔθνη, καὶ πανταχόθεν ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, τῆς βασιλείας ἐκπεσόντας. Εἰ γὰρ νῦν χρημάτων τῶν ἀπολλυμένων ἐφιέμενοι, ὅταν μὴ ἐπιτύχωσι, βασανίζονται· εἰ λάβοιεν αἴσθησιν τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς; Οὐκ ἔστιν οὐδέν. Μὴ τοίνυν μοι λέγε τὴν τῶν χρημάτων περιουσίαν. ἀλλ' ἐννόει τὴν ζημίαν ὅσην ἐκ ταύτης οἱ ταύτης ὑπομένουσιν ἐρασταὶ, ἀντὶ τούτων τοὺς οὐρανοὺς ἀπολλύντες, καὶ ταὐτὸν πάσχοντες, οἷον ἂν εἴ τις τῆς ἐν βασιλείοις μεγίστης τιμῆς ἐκπεσὼν, κόπρου θημωνίαν ἔχων, μέγα ἐπὶ ταύτῃ φρονοίη. Οὐδὲν γὰρ ἐκείνης ἡ τῶν χρημάτων διαφέρει σωρεία· μᾶλλον δὲ καὶ βελτίων ἐκείνη. Ἡ μὲν γὰρ καὶ πρὸς γεωργίαν ἐπιτήδειος, καὶ πρὸς βαλανείου ἔκκαυσιν, καὶ πρὸς ἄλλα τοιαῦτα· ὁ δὲ κατορωρυγμένος χρυσὸς πρὸς οὐδὲν τούτων. Καὶ εἴθε μόνον ἄχρηστος ἦν· νυνὶ δὲ καὶ πολλὰς ἀνάπτει τῷ ἔχοντι τὰς καμίνους, εἰ μὴ εἰς δέον αὐτῷ χρήσαιτο· τὰ γοῦν μυρία κακὰ ἐντεῦθεν φύεται. Διὰ τοῦτο οἱ μὲν ἔξωθεν ἀκρόπολιν κακῶν τὴν φιλαργυρίαν ἐκάλουν· ὁ δὲ μακάριος Παῦλος πολλῷ βέλτιον καὶ ἐμφαντικώτερον, ῥίζαν αὐτὴν τῶν κακῶν ἁπάντων εἰπών. Ταῦτ' οὖνἅπαντα ἐννοοῦντες, μάθωμεν ζηλοῦν τὰ ἄξια ζήλου, μὴ τὰς λαμπρὰς οἰκοδομὰς, μηδὲ τοὺς πολυτελεῖς ἀγρούς· ἀλλὰ τοὺς πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντας ἄνδρας, τοὺς ἐν οὐρανῷ πλουτοῦντας, τοὺς τῶν θησαυρῶν ἐκείνων κυρίους, τοὺς ὄντως πλουσίους, τοὺς διὰΧριστὸν πένητας· ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.