Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Matthaeum
John ChrysostomMatt 66 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.0.1
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυ φλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ.
66.1.1
Ὅρα πόθεν παρῆλθεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ποῦ πρὸ τούτου διέτριβεν· ὃ καὶ μάλιστα ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, διατί μὴ καὶ πρώην ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλὰ διὰ τῆς Σαμαρείας. Ἀλλὰ τοῦτο μὲν τοῖς φιλομαθέσιν ἀφήσομεν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι, εὑρήσει τὸν Ἰωάννην αἰνιξάμενον αὐτὸ καλῶς, καὶ τὴν αἰτίαν τεθεικότα. Ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα, καὶ τῶν τυφλῶν τούτων ἀκούσωμεν, οἳ πολλῶν βλεπόντων ἦσαν ἀμείνους. Οὔτε γὰρ τὸν ὁδηγοῦντα ἔχοντες, οὔτε ἰδεῖν αὐτὸν δυνάμενοι ἐπιστάντα, ὅμως ἐφιλονείκουν ἐλθεῖν πρὸς αὐτὸν, καὶ μεγάλῃ ἤρξαντο φωνῇ κράζειν, καὶ ἐπιστομισθέντες μᾶλλον ἐβόων. Τοιοῦτον γὰρ ψυχὴ καρτερική· δι' αὐτῶν τῶν κωλυόντων αἴρεται. Ὁ δὲ Χριστὸς εἴα αὐτοὺς ἐπιστομίζεσθαι, ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθῃς ἀξίως αὐτοὺς ἀπολαύοντας τῆς θεραπείας. Διὰ τοῦτο οὐδὲ ἐρωτᾷ, Πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ποιεῖ· ἡ γὰρ κραυγὴ καὶ ἡ πρόσοδος ἤρκει πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν. Ἐντεῦθεν μάνθανε, ἀγαπητὲ, ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν καὶ ἀπεῤῥιμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ, καὶ δι' ἡμῶν αὐτῶν δυνησόμεθα ἀνύειν ὅπερ ἂν αἰτῶμεν. Ὅρα γοῦν καὶ οὗτοι πῶς οὐδένα τῶν ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι τὰ κωλύματα, καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Ἰησοῦν. Καίτοι παῤῥησίαν βίου οὐδεμίαν αὐτοῖς μαρτυρεῖ ὁ εὐαγγελιστὴς, ἀλλ' ἤρκεσεν ἀντὶ πάντων αὐτοῖς ἡ προθυμία. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν ἀναβάλληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ ἀπάγοντες, μὴ ἀποστῶμεν αἰτοῦντες. Ταύτῃ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασόμεθα. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς τὴν σφοδρὰν αὐτῶν προθυμίαν οὐχ ἡ πενία, οὐχ ἡ πήρωσις, οὐ τὸ μὴ ἀκουσθῆναι, οὐ τὸ παρὰ τῶν ὄχλων ἐπιτιμηθῆναι, οὐκ ἄλλο οὐδὲν διεκώλυσε. Τοιοῦτόν ἐστι ψυχὴ ζέουσα καὶ πονουμένη. Τί οὖν ὁ Χριστός; Ἐφώνησεν αὐτοὺς καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιγῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Τίνος ἕνεκεν αὐτοὺς ἐρωτᾷ; Ἵνα μή τις νομίσῃ, ὅτι ἄλλα βουλομένοις λαβεῖν ἄλλα δίδωσι. Καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῶν θεραπευομένων κατάδηλον ποιεῖν καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι' ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δι' ἕτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπολαύοντας. Τοῦτο γοῦν καὶ ἐπὶ τῆς Χαναναίας ἐποίησε γυναικὸς, τοῦτο καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, τοῦτο καὶ ἐπὶ τῆς αἱμοῤῥοούσης· μᾶλλον δὲ ἡ θαυμασία γυνὴ ἐκείνη καὶ προὔλαβε τοῦ Δεσπότου τὴν πεῦσιν· ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ μετὰ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ. Οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα, καὶ πολλῷ μείζονα ἀποφαίνειν τῶν ὄντων· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Εἶτα, ἐπειδὴ εἶπον ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς ἥψατο αὐτῶν. Αὕτη γὰρ μόνον ἡ αἰτία τῆς ἰατρείας, δι' ἣν καὶ εἰς τὸν κόσμον ἦλθεν. Ἀλλ' ὅμως εἰ καὶ ἔλεος ἦν καὶ χάρις, τοὺς ἀξίους ἐπιζητεῖ. Ὅτι δὲ ἄξιοι, δῆλον καὶ ἐξ ὧν ἐβόησαν, καὶ ἐξ ὧν λαβόντες οὐκ ἀπεπήδησαν, ὃ πολλοὶ ποιοῦσι, μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες· καὶ γὰρ ἠκολούθησαν αὐτῷ. Καὶ ὅτεἤγγισεν εἰς Ἱεροσόλυμα, καὶ ἦλθεν εἰς Βηθφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ, λέγων· Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι Ὁ Κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει αὐτούς. Τοῦτο δὲ γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου Ζαχαρίου· Εἴπατε τῇ θυγατρὶ Σιὼν, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον, ἀλλ' οὐδέποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; Προοίμια ἦν τότε τῆς οἰκονομίας· καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον κρύπτων ἑαυτόν. Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Δυνατὸν μὲν γὰρ ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γενέσθαι· ἀλλ' οὐ χρήσιμον, οὐδὲ λυσιτελὲς οὕτω. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. Εἶπεν, ὅτι Εὑρήσετε ὄνον· προεῖπεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ' ὅτι ἀκούσαντες σιγήσουσι. Τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων, εἰ τοὺς οὐδέποτε γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ αὐτῶν προέσθαι καὶ μηδὲν ἀντειπεῖν, καὶ διὰ τῶν μαθητῶν· οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρόντες οὐκ ἐπείσθησαν.
66.2.1
Μηδὲ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τίς γὰρ αὐτοὺς ἔπεισε, τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι, ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαυμαστὰ ἦν. καὶ εἰ μηδὲν εἶπον, ἑλκομένων τῶν ὑποζυγίων, καὶ εἰ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, παρεχώρησαν καὶ οὐκ ἀντέστησαν, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἐδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι, ἀλλ' οὐκ ἠθέλησε. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς, ὅπερ ἂν αἰτήσῃ διδόναι· κἂν αὐτὴν κελεύσῃ τὴν ψυχὴν προέσθαι. καὶ ταύτην παρέχειν, καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ οἱ ἄγνωστοι αὐτῷ παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοὺς ἁπάντων ἐξίστασθαι δεῖ. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἑτέραν πάλιν προφητείαν ἐπλήρου διπλῆν· τὴν μὲν δι' ἔργων, τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου· ἡ δὲ διὰ τῶν ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου· καὶ γὰρ εἶπεν, ὅτι καθεδεῖται ὁ βασιλεὺς ἐπὶ ὄνου. Καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτὴν, ἑτέραν πάλιν ἐδίδου προφητείας ἀρχὴν, δι' ὧν ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει, καὶ ὅτι αὐτοῖς ἐπαναπαύσεται, καὶ εἴξουσιν αὐτῷ καὶ ἕψονται· καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο δοκεῖ μόνον ἐπὶ τὸν ὄνον καθίσαι, ἀλλὰ καὶ μέτρον ἡμῖν φιλοσοφίας παρέχων Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου, οὐδὲ δόγματα ἐφύτευε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον ἡμῖν διώρθου δι' αὐτῶν τούτων, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας, καὶ διὰ πάντων τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν. Διά τοι τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν, οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ, ἀλλὰ πτωχὴν, καὶ μνηστῆρα τέκτονα ἔχουσαν, καὶ ἐν καλύβῃ γεννᾶται, καὶ ἐν φάτνῃ τίθεται· καὶ μαθητὰς ἐκλέγων, οὐ ῥήτορας καὶ σοφοὺς, οὐδὲ εὐπόρους καὶ εὐγενεῖς, ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε· καὶ τράπεζαν παρατιθέμενος, ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται, ποτὲ δὲ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνεῖσθαι κελεύων; καὶ στιβάδα ποιῶν, ἀπὸ χόρτου ποιεῖ· καὶ ἱμάτια ἀμφιεννύμενος, εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται· οἰκίαν δὲ οὐδὲ ἔσχεν. Εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ποιεῖ, καὶ οὕτως ὁδοιπορῶν, ὡς καὶ κοπιᾷν. Καὶ καθήμενος οὐ θρόνου δεῖται, οὐδὲ προσκεφαλαίου, ἀλλ' ἐπὶ τοῦ ἐδάφους, ποτὲ μὲν ἐν τῷ ὄρει, ποτὲ δὲ παρὰ τὴν πηγήν· καὶ οὐ παρὰ τὴν πηγὴν μόνον, ἀλλὰ καὶ μόνος, καὶ Σαμαρείτιδι διαλέγεται. Πάλιν λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς, μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. Διὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε, δεικνὺς ὅτι οὐχ ἵππους, οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλὰ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω μὴ προβαίνειν, καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν δὲ καὶ τὴν προφητείαν, τὴν διὰ τῶν ῥημάτων, τὴν διὰ τῶν πραγμάτων. Τίς οὖν ἡ προφητεία; Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· οὐχὶ ἅρματα ἐλαύνων, ὡς οἱ λοιποὶ βασιλεῖς· οὐ φόρους ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων· ἀλλὰ πολλὴν τὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον· ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος ἦλθεν εἰς Ἱερουσαλήμ; Ἀλλ' οὐκ ἂν ἔχοι εἰπεῖν, ἀλλ' ἢ τοῦτον μόνον. Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου, καὶ ὁ λαὸς ὁ νέος, ὁ ποτὲ μὲν ἀκάθαρτος, μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια. Διὰ γὰρ τῶν ἀποστόλων κἀκεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν· διὰ τῶν ἀποστόλων προσήχθημεν. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται ἡ ὄνος ἀκολουθοῦσα τῷ πώλῳ Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι γὰρ προφητεία ἦν, δῆλον ἐκ τῶν εἰρημένων. Οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας τοῦ ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦνται διὰ τῶν εἰρημένων. ἀλλ' ὅτι καὶ μετ' εὐκολίας αὐτοὺς ἄξουσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐνταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ' ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, καθὼς καὶ Παῦλος ἔλεγεν· Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος, οὐκ ἐσκίρτησεν, ἀλλ' εὐτάκτως ἐφέρετο. Ὃ καὶ αὐτὸ προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο τὸ λέγον· Λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα, καὶ τὰ ἀκάθαρτα γενέσθαι λοιπὸν καθαρά.
66.3.1
Ἀλλ' ὅρα τὸ ταπεινὸν τῶν Ἰουδαίων. Τοσαῦτα θαύματα εἰργάσατο, καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλάγησαν· ἐπειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν. Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Καὶ ὅτε ἔδοξαν μέγα τι λέγειν, τότε χαμαίζηλος ἦν αὐτῶν ἡ γνώμη, καὶ ταπεινὴ καὶ σεσυρμένη. Ταῦτα δὲ αὐτὸς ἐποίει, οὐ πομπήν τινα ἐπιδεικνύμενος, ἀλλ' ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ φιλοσοφίαν παιδεύων, ὁμοῦ δὲ καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον, καὶ δεικνὺς ὅτι ταῦτα πάντα πάσχει ἑκών. Σὺ δέ μοι θαύμασον τοῦ προφήτου τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπε· καὶ τὰ μὲν ὁ Δαυῒδ, τὰ δὲ ὁ Ζαχαρίας προανεφώνησεν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ ὑμνῶμεν, καὶ τὰ ἱμάτια προώμεθα τοῖς αὐτὸν φέρουσι. Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄνον περιβάλλωσιν εἰς ἢν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες, καὶ οὐδὲ ἀποδῦναι κελευόμενοι, ἀλλ' ἀπὸ τῶν κειμένων δαπανᾷν, μηδὲ οὕτως ὦμεν φιλότιμοι; κἀκεῖνοι μὲν παρακολουθῶσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντα παραπεμπώμεθα καὶ διακρουώμεθα καὶ ὑβρίζωμεν; Πόσης ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; Προσέρχεταί σοι δεόμενος ὁ Δεσπότης, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς ἱκετηρίας, ἀλλ' ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα ἀκούσας τοιούτων ῥημάτων. Εἰ δὲ ἕνα ἄρτον διδοὺς καὶ ἀργύριον ὀλίγον, οὕτω βάναυσος εἶ καὶ ὀλίγωρος καὶ ὀκνηρὸς, εἰ πάντα κενῶσαι ἔδει, τίς ἂν ἐγένου; Οὐχ ὁρᾷς τοὺς ἐν τῷ θεάτρῳ φιλοτίμους, ὅσα ταῖς πόρναις προΐενται; σὺ δὲ οὐδὲ τὸ ἥμισυ τούτων δίδως, οὐδὲ τὸ πολλοστὸν πολλάκις. Ἀλλ' ὁ μὲν διάβολος κελεύει δοῦναι τοῖς τυχοῦσι, γέενναν προξενῶν, καὶ δίδως· ὁ δὲ Χριστὸς τοῖς δεομένοις, βασιλείαν ἐπαγγελλόμενος, καὶ οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ ὑβρίζεις· καὶ αἱρῇ μᾶλλον ὑπακοῦσαι τῷ διαβόλῳ, ἵνα κολασθῇς, ἢ πεισθῆναι τῷ Χριστῷ καὶ σωθῆναι. Καὶ τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς παραπληξίας; Ὁ μὲν γέενναν προξενεῖ, ὁ δὲ βασιλείαν· καὶ τοῦτον ἀφέντες, ἐκείνῳ προστρέχετε. Καὶ τὸν μὲν προσιόντα παραπέμπεσθε, τὸν δὲ μακρὰν ὄντα προσκαλεῖσθε. Καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἰ βασιλεὺς μὲν ἁλουργίδα ἔχων, καὶ διάδημα προτεινόμενος μὴ πείθοι, λῃστὴς δὲ μάχαιραν ἐπισείων, καὶ θάνατον ἀπειλῶν πείθοι. Ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοὶ, διαβλέψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἀνανήψωμεν. Καὶ γὰρ ἐγὼ λοιπὸν αἰσχύνομαι περὶ ἐλεημοσύνης διαλεγόμενος, διὰ τὸ πολλάκις περὶ ταύτης τῆς ὑποθέσεως εἰπὼν, μηδὲν ἄξιον ἀνῦσαι τῆς παραινέσεως. Γέγονε μὲν γάρ τι πλέον, οὐ τοσοῦτον δὲ ὅσον ἐβουλόμην. Ὁρῶ μὲν γὰρ σπείροντας ὑμᾶς, οὐ δαψιλεῖ δὲ τῇ δεξιᾷ. Διὸ καὶ φοβοῦμαι μήπως καὶ φειδομένως θερίσητε. Ὅτι γὰρ φειδομένως σπείρομεν, ἐξετάσωμεν, εἰ δοκεῖ, τίνες πλείους ἐν τῇ πόλει, πένητες ἢ πλούσιοι· καὶ τίνες οὔτε πένητες, οὔτε πλούσιοι, ἀλλ' οἱ μέσην χώραν ἔχοντες. Οἷον, ἔστι τὸ δέκατον μέρος πλουσίων, καὶ τὸ δέκατον πενήτων τῶν οὐδὲν ὅλως ἐχόντων· οἱ δὲ λοιποὶ τῶν μέσων εἰσί. Διέλωμεν τοίνυν εἰς τοὺς δεομένους τὸ πᾶν πλῆθος τῆς πόλεως, καὶ ὄψεσθε τὴν αἰσχύνην ὅση. Οἱ μὲν γὰρ σφόδρα πλουτοῦντες ὀλίγοι· οἱ δὲ μετ' ἐκείνους πολλοί· πάλιν οἱ πένητες πολλῷ τούτων ἐλάττους. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν δυναμένων τοὺς πεινῶντας τρέφειν, πολλοὶ πεινῶντες καθεύδουσιν· οὐ διὰ τὸ μὴ δύνασθαι μετ' εὐκολίας αὐτοῖς ἐπαρκεῖν τοὺς ἔχοντας, ἀλλὰ διὰ τὴν πολλὴν αὐτῶν ὠμότητα καὶ ἀπανθρωπίαν. Εἰ γὰρ διέλοιντο οἵ τε πλουτοῦντες, οἵ τε μετ' ἐκείνους, τοὺς δεομένους ἄρτων καὶ ἐνδυμάτων, μόλις ἂν πεντήκοντα ἀνδράσιν ἢ καὶ ἑκατὸν λάχοι πένης εἷς. Ἀλλ' ὅμως καὶ ἐν τοσαύτῃ ἀφθονίᾳ τῶν προστησομένων ὄντες, ὀδύρονται καθ' ἑκάστην ἡμέραν. Καὶ ἵνα μάθῃς αὐτῶν τὴν ἀπανθρωπίαν, ἑνὸς τῶν ἐσχάτων εὐπόρων καὶ τῶν μὴ σφόδρα πλουτούντων πρόσοδον ἡ Ἐκκλησία ἔχουσα, ἐννόησον ὅσαις ἐπαρκεῖ καθ' ἑκάστην ἡμέραν χήραις, ὅσαις παρθένοις· καὶ γὰρ εἰς τὸν τῶν τρισχιλίων ἀριθμὸν ὁ κατάλογος αὐτῶν ἔφθασε. Μετὰ τούτων τοῖς τὸ δεσμωτήριον οἰκοῦσι, τοῖς ἐν τῷ ξενοδοχείῳ κάμνουσι, τοῖς ὑγιαίνουσι, τοῖς ἀποδημοῦσι, τοῖς τὰ σώματα λελωβημένοις, τοῖς τῷ θυσιαστηρίῳ προσεδρεύουσι, καὶ τροφῆς καὶ ἐνδυμάτων ἕνεκεν, τοῖς ἁπλῶς προσιοῦσι καθ' ἑκάστην ἡμέραν· καὶ οὐδὲν αὐτῇ τὰ τῆς οὐσίας ἠλάττωται. Ὥστε εἰ δέκα ἄνδρες μόνον οὕτως ἠθέλησαν ἀναλίσκειν, οὐδεὶς ἂν ἦν πένης.
66.4.1
Καὶ τί ἔμελλον, φησὶν, οἱ παῖδες ἡμῶν διαδέχεσθαι; Τὸ κεφάλαιον ἔμενε, καὶ ἡ πρόσοδος πάλιν πλείων ἐγίνετο, ἐν οὐρανῷ θησαυριζομένων αὐτοῖς τῶν κτημάτων. Ἀλλ' οὐ βούλεσθε οὕτω; Κἂν ἐξ ἡμισείας, κἂν ἀπὸ τρίτης μοίρας, κἂν ἀπὸ τετάρτης, κἂν ἀπὸ δεκάτης. Διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν δέκα πόλεων πένητας δυνατὸν ἦν θρέψαι τὴν πόλιν τὴν ἡμετέραν. Καὶ εἰ βούλεσθε, ποιήσωμέν τινα τούτων συλλογισμόν· μᾶλλον δὲ οὐδὲ συλλογισμοῦ χρεία· καὶ γὰρ αὐτόθεν κατάδηλός ἐστιν ἡ εὐκολία τοῦ πράγματος. Ὁρᾶτε γοῦν εἰς τὰς λειτουργίας τὰς πολιτικὰς, ὅσα οἰκία μία ἀναλίσκουσα πολλάκις οὐκ ὤκνησεν, ἀλλ' οὐδὲ μικρὸν ᾔσθετο τῆς δαπάνης· ἢν εἰ τῶν πλουσίων ἕκαστος εἰς τοὺς πένητας λειτουργεῖν λειτουργίαν ἐβούλετο, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἥρπασεν ἂν τὸν οὐρανόν. Τίς οὖν ἂν εἴη συγγνώμη, ποία ἀπολογίας σκιὰ, ὅταν μηδὲ ὧν ἀφίστασθαι μέλλομεν πάντως ἀπαγόμενοι ἐντεῦθεν, μηδὲ τούτων μεταδιδῶμεν τοῖς δεομένοις μετὰ δαψιλείας τοσαύτης, μεθ' ὅσης τοῖς ἐπὶ τῆς σκηνῆς ἕτεροι, καὶ ταῦτα τοσαῦτα μέλλοντες καρποῦσθαι ἐκ τούτων; Ἔδει μὲν γὰρ, εἰ καὶ διαπαντὸς ἐνταῦθα ἦμεν, μηδὲ οὕτω φείδεσθαι τῆς καλῆς ταύτης δαπάνης ὅταν δὲ μικρὸν ὕστερον ἐντεῦθεν ἀπαγώμεθα, καὶ πάντων ἀφελκώμεθα γυμνοὶ, ποίαν ἕξομεν ἀπολογίαν, μηδὲ ἀπὸ τῶν προσόδων παρέχοντες τοῖς λιμώττουσι καὶ ἀγχομένοις; Οὐδὲ γὰρ ἀναγκάζω σε τὰ ὄντα μειῶσαι· οὐκ ἐπειδὴ μὴ βούλομαι, ἀλλ' ἐπειδὴ σφόδρα ὀκνοῦντα ὁρῶ. Οὐ τοίνυν τοῦτό φημι· ἀλλ' ἀπὸ τῶν καρπῶν ἀνάλωσον, καὶ μηδὲν θησαυρίσῃς ἐντεῦθεν. Ἀρκεῖ σοι ὥσπερ ἐκ πηγῆς ἔχειν ἐπιῤῥέοντα τὰ χρήματα τῶν προσόδων· ποίησον κοινωνοὺς τοὺς πένητας, καὶ γενοῦ καλὸς οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ σοι δοθέντων. Ἀλλὰ τελέσματα δίδωμι, φησί. Διὰ τοῦτο οὖν καταφρονεῖς, ὅτι ἐνταῦθα οὐδεὶς ἀπαιτεῖ; κἀκείνῳ μὲν τῷ, κἂν ἐνέγκῃ, κἂν μὴ ἐνέγκῃ ἡ γῆ, λαμβάνοντι μετὰ ἀνάγκης καὶ στρεβλοῦντι οὐ τολμᾷς ἀντειπεῖν· τῷ δὲ οὕτως ἡμέρῳ, καὶ τότε ἀπαιτοῦντι, ὅταν ἐνέγκῃ ἡ γῆ, οὐδὲ μέχρι λόγου ἀποκρίνῃ; Καὶ τίς σε ἐξαιρήσεται τῶν ἀκαρτερήτων ἐκείνων κολάσεων; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ ἐπειδὴ ἐκεῖ πάντως ἕψεται τιμωρία χαλεπωτάτη μὴ δόντι, διὰ τοῦτο γίνῃ σπουδαῖος περὶ τὴν ἔκτισιν, ἐννόησον ὅτι καὶ ἐνταῦθα χαλεπωτέρα· οὐ τὸ δεθῆναι, οὐδὲ τὸ εἰς δεσμωτήριον ἐμπεσεῖν, ἀλλὰ τὸ ἀπελθεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πάντων οὖν ἕνεκεν ταῦτα πρῶτον καταθῶμεν τὰ τελέσματα. Καὶ γὰρ πολλὴ ἡ εὐκολία, καὶ μείζων ὁ μισθὸς, καὶ πλείων ἡ ἐμπορία, καὶ χείρων ἡ κόλασις ἀγνωμονοῦσιν ἡμῖν. Κόλασις γὰρ διαδέχεται τέλος οὐκ ἔχουσα. Εἰ δὲ τοὺς στρατιώτας μοι λέγεις τοὺς ὑπὲρ σοῦ πολεμοῦντας βαρβάροις, ἔστι καὶ ἐνταῦθα στρατόπεδον, τὸ τῶν πτωχῶν, καὶ πόλεμος, ὃν ὑπὲρ σοῦ πολεμοῦσιν οἱ πένητες. Ὅταν γὰρ λάβωσιν, εὐχόμενοι τὸν Θεὸν ἵλεω ποιοῦσιν· ἵλεω δὲ ποιοῦντες, ἀποκρούονται ἀντὶ βαρβάρων τὰς τῶν δαιμόνων ἐπιβουλάς· οὐκ ἀφιᾶσι σφοδρὸν εἶναι τὸν πονηρὸν, οὐδὲ ἐπιτίθεσθαι συνεχῶς, ἀλλ' ἐκλύουσιν αὐτοῦ τὴν ἰσχύν.
66.5.1
Ὁρῶν τοίνυν τοὺς στρατιώτας τούτους καθ' ἑκάστην ἡμέραν πυκτεύοντας ὑπὲρ σοῦ τῷ διαβόλῳ διὰ τῶν δεήσεων καὶ τῶν εὐχῶν, ἀπαίτησον σαυτὸν τὴν καλὴν ταύτην εἰσφορὰν, τὰς ἐκείνων τροφάς. Καὶ γὰρ ἥμερος ὢν ὁ Βασιλεὺς οὗτος, οὐκ ἔδωκέ σοι τοὺς ἀπαιτοῦντας, ἀλλ' ἑκόντα βούλεται καταθεῖναι· κἂν κατὰ μικρὸν καταβάλῃς, δέχεται· κἂν ἀπορῶν διὰ πολλοῦ χρόνου καταθῇς, οὐ κατεπείγει τὸν οὐκ ἔχοντα. Μὴ δὴ τῆς μακροθυμίας αὐτοῦ καταφρονῶμεν, ἀλλὰ θησαυρίζωμεν ἑαυτοῖς μὴ ὀργὴν, ἀλλὰ σωτηρίαν· μὴ θάνατον, ἀλλὰ ζωήν· μὴ κόλασιν καὶ τιμωρίαν, ἀλλὰ τιμὰς καὶ στεφάνους. Οὐκ ἔστιν ἐνταῦθα δοῦναι μισθὸν τῆς μετακομιδῆς τῶν εἰσφερομένων, οὐκ ἔστιν ἐνταῦθα καμεῖν ἐξαργυρίζοντας. Ἂν καταβάλῃς αὐτὰ, αὐτὸς αὐτὰ μετατίθησιν εἰς τὸν οὐρανὸν ὁ Δεσπότης· αὐτός σοι τὴν πραγματείαν κατασκευάζει κερδαλεωτέραν. Οὐκ ἔστιν ἐνταῦθα παράπομπον εὑρεῖν τῶν καταβληθέντων· μόνον κατάβαλε, καὶ εὐθέως ἄνεισιν· οὐχ ἵνα στρατιῶται ἕτεροι τραφῶσιν, ἀλλ' ἵνα σοὶ μένῃ μετ' ἐμπορίας πολλῆς. Ἐνταῦθα μὲν γὰρ ἅπερ ἂν δῷς, ἀναλαβεῖν οὐκ ἔνι· ἐκεῖ δὲ μετὰ πολλῆς ἀπολήψῃ πάλιν αὐτὰ τῆς τιμῆς, καὶ κερδανεῖς μείζω καὶ πνευματικώτερα κέρδη. Ἐνταῦθα τὰ διδόμενα ἀπαίτησίς ἐστιν· ἐκεῖ χρῆσις καὶ δάνειον καὶ ὄφλημα. Καὶ γὰρ χειρόγραφά σοι ἐποίησεν ὁ Θεός· Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ἔδωκέ σοι καὶ ἀῤῥαβῶνα καὶ ἐγγυητὰς, καὶ ταῦτα Θεὸς ὤν. Ποῖον ἀῤῥαβῶνα; Τὰ ἐν τῷ παρόντι βίῳ, τὰ αἰσθητὰ, τὰ πνευματικὰ, τὰ προοίμια τῶν μελλόντων. Τί τοίνυν ἀναβάλλῃ καὶ ὀκνεῖς, τοσαῦτα ἤδη λαβὼν, τοσαῦτα προσδοκῶν; Ἃ μὲν γὰρ ἔλαβες, ἔστι ταῦτα· σῶμα αὐτός σοι διέπλασε· ψυχὴν αὐτός σοι ἐνέθηκεν· ἐτίμησέ σε λόγῳ μόνον τῶν ἐπὶ γῆς· τῶν ὁρωμένων σοι ἁπάντων τὴν χρῆσιν ἔδωκεν· ἐχαρίσατό σοι τὴν ἑαυτοῦ γνῶσιν· τὸν Υἱὸν ἐπέδωκεν ὑπὲρ σοῦ· βάπτισμα τοσούτων γέμον ἀγαθῶν ἐδωρήσατο· ἔδωκέ σοι τράπεζαν ἱεράν· ἐπηγγείλατο βασιλείαν καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Τοσαῦτα τοίνυν λαβὼν, τοσαῦτα μέλλων λαμβάνειν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ, περὶ χρήματα ἀπολλύμενα μικρολογῇ; καὶ ποίαν ἕξεις συγγνώμην; Ἀλλὰ τοὺς παῖδας πάντως ὁρᾷς, καὶ διὰ τούτους ἀναδύῃ; Καὶ μὴν κἀκείνους παίδευσον τοιαῦτα κερδαίνειν κέρδη. Καὶ γὰρ εἰ ἀργύριον ἦν σοι δεδανεισμένον καὶ τόκους φέρον, εἶτα ὀφειλέτης εὐγνώμων ἦν, μυριάκις ἂν εἵλου ἀντὶ τοῦ χρυσίου τὸ γραμματεῖον καταλιπεῖν τῷ παιδὶ, ὥστε αὐτῷ τὰς προσόδους γενέσθαι πολλὰς, καὶ μὴ ἀναγκάζεσθαι περιϊέναι καὶ ζητεῖν ἑτέρους τοὺς δανεισομένους. Καὶ νῦν τοῦτο δὸς τὸ χειρόγραφον τοῖς παιδίοις, καὶ κατάλιπε τὸν Θεὸν αὐτοῖς ὀφειλέτην. Σὺ δὲ τοὺς μὲν ἀγροὺς οὐ πωλεῖς καὶ δίδως τοῖς παιδίοις, ἀλλ' ἐᾷς, ὅπως ἡ πρόσοδος μένῃ, καὶ ὁ τῶν χρημάτων πλεονασμὸς αὐτοῖς γένηται πλείων ἐντεῦθεν· τὸ δὲ χειρόγραφον τοῦτο, παντὸς ἀγροῦ καὶ προσόδων εὐπορώτερον, καὶ τοσούτους φέρον καρποὺς, τοῦτο δέδοικας καταλιπεῖν; καὶ πόσης ἂν εἴη τοῦτο εὐηθείας τε καὶ παραπληξίας; Καὶ ταῦτα εἰδὼς ὅτι κἂν αὐτοῖς αὐτὸ καταλίπῃς, καὶ αὐτὸς αὐτὸ λαβὼν ἀπελεύσῃ πάλιν. Τοιαῦτα γὰρ τὰ πνευματικά· πολλὴν ἔχει τὴν φιλοτιμίαν. Μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ' ἐμπορευσώμεθα τὴν καλὴν ταύτην πραγματείαν· ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν, καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note