Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Matthaeum
John ChrysostomMatt 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.0.1
Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.
6.1.1
Τότε, πότε; Ὅτε ταῦτα εἶπεν· ὅτε αὐτοὺς ἐπεστόμισεν· ὅτε ἔστησεν εἰς τὸ μηκέτι τολμᾷν πειράζειν αὐτόν· ὅτε ἔδειξεν ἀνιάτως ἔχοντας. Καὶ ἐπειδὴ κυρίου καὶ κυρίου ἐμνημόνευσε, πάλιν ἐπὶ τὸν νόμον ἀνατρέχει. Καίτοιγε ὁ νόμος τοιοῦτον οὐδὲν εἶπε, φησίν· ἀλλὰ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἀλλὰ νόμον ἡ Γραφὴ τὴν Παλαιὰν ἅπασαν καλεῖ. Ταῦτα δὲ λέγει, δεικνὺς διὰ πάντων τὴν πολλὴν πρὸς τὸν γεγεννηκότα ὁμόνοιαν. Εἰ γὰρ ἐναντίος ἦν, τοὐναντίον ἂν εἶπε περὶ τοῦ νόμου· νῦν δὲ τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυσθαι κελεύει τὴν αἰδῶ, ὡς καὶ διεφθαρμένων ὄντων τῶν διδασκόντων αὐτὸν, ἐκείνου κελεύειν ἀντέχεσθαι. Ἐνταῦθα δὲ καὶ περὶ βίου καὶ περὶ πολιτείας διαλέγεται, ἐπειδὴ τοῦτο μάλιστα αἴτιον τῆς ἀπιστίας αὐτοῖς ἦν, ὁ διεφθαρμένος βίος, καὶ ὁ τῆς δόξης ἔρως. Διορθούμενος τοίνυν τοὺς ἀκροατὰς, ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ τῶν διδασκάλων μὴ καταφρονεῖν, μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, τοῦτο ἐκ περιουσίας κελεύει. Οὐ κελεύει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ποιεῖ. Καὶ γὰρ διεφθαρμένους ὄντας οὐ κατάγει ἀπὸ τῆς τιμῆς· ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις οὐδεμίαν παραλιμπάνων παρακοῆς πρόφασιν. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι Ἐπειδὴ φαῦλος ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα· καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν. Οὕτω γοῦν αὐτῶν ἔστησε τὴν ἀρχὴν, καίτοι πονηρῶν ὄντων, ὡς καὶ μετὰ τοσαύτην κατηγορίαν εἰπεῖν· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ, ἃ διὰ Μωϋσέως ἐνομοθέτησε. Καὶ σκόπει πόσῃ περὶ τὸν Μωϋσέα κέχρηται τιμῇ, πάλιν τὴν πρὸς τὴν Παλαιὰν συμφωνίαν ἐνδεικνύμενος, ὅπου γε καὶ ἐντεῦθεν αὐτοὺς αἰδεσίμους ποιεῖ. Ἐπὶ γὰρ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῶν ἐγχωρούντων τοῦτο ποιεῖ, τῆς καθέδρας καὶ τῆς ἐκείνου διαδοχῆς. Πάντα δὲ ὅταν ἀκούσῃς, μὴ πᾶσαν ἄκουε τὴν νομοθεσίαν· οἷον, τὰ περὶ βρωμάτων, τὰ περὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε ταῦτα λέγειν, ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ Πάντα φησὶ τὰ διορθοῦντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς Καινῆς συμβαίνοντα νόμοις, καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. Διατί οὖν οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ' ἀπὸ τοῦ Μωϋσέως; Ὅτι οὐδέπω καιρὸς ἦν πρὸ τοῦ σταυροῦ ταῦτα σαφῶς διαλέγεσθαι. Ἐμοὶ δὲ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προ. 10 οικονομεῖν, ταῦτα λέγων. Ἐπειδὴ γὰρ μέλλει κατηγορεῖν αὐτῶν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτῶν ταύτης ἐρᾷν, ἢ δι' ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ, καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας. Καὶ τίνος ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς λοιπὸν ἀποτείνει λόγους κατ' αὐτῶν; Προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὐδὲ γὰρ ὅμοιον ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι· ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν. Διὰ τοῦτο καὶ προλαβών φησι· Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν αὐτοὺς καὶ ζηλοῦν, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν τιμὴν εἶναι κατηγορίαν ποιεῖται. Τί γὰρ διδασκάλου γένοιτ' ἂν ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς τὸ μὴ προσέχειν αὐτοῦ τῷ βίῳ διασώζῃ; Ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ, μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνωνται βίον ἔχοντες, ὃν οἱ ζηλοῦντες διαφθείρονται. Διὰ τοῦτο καὶ εἰς τὰς κατ' αὐτῶν ἐμπίπτει κατηγορίας. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα δείξῃ, ὅτι καὶ ἡ προτέρα ἀπιστία ἢν ἠπίστησαν, καὶ ὁ σταυρὸς ὁ μετὰ ταῦτα ὃν ἐτόλμησαν, οὐ τοῦ σταυρωθέντος καὶ ἀπιστηθέντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης κατηγορία. Θέα δὲ πόθεν ἄρχεται, καὶ πόθεν αὔξει τὰ ἐγκλήματα; Ὅτι λέγουσι, φησὶ, καὶ οὐ ποιοῦσιν. Ἕκαστος μὲν γὰρ ἐγκλημάτων ἄξιος, παραβαίνων τὸν νόμον, μάλιστα δὲ ὁ διδασκαλίας αὐθεντίαν ἔχων· διπλῇ γὰρ καὶ τριπλῇ δίκαιος κατακρίνεσθαι. Δι' ἓν μὲν, ὅτι παραβαίνει· δι' ἕτερον δὲ, ὅτι τοὺς ἄλλους ὀφείλων διορθοῦν, εἶτα χωλεύων, μείζονος τιμωρίας ἄξιος διὰ τὴν τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρει μειζόνως, ἅτε ἐν διδασκάλου τάξει τοιαῦτα παρανομῶν. Μετὰ δὲ τούτων καὶ ἕτερον αὐτῶν πάλιν λέγει κατηγόρημα, ὅτι πικροί εἰσι τοῖς ὑπευθύνοις. Δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ τιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. Διπλῆν ἐνταῦθα λέγει κακίαν, τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν· ὧν τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ' ἑαυτὸν, ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστήν· ἐν δὲ τοῖς τῶν ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· ὧν οὗτοι τὸ ἐναντίον ἐποίουν.
6.2.1
Τοιοῦτοι γὰρ πάντες οἱ λόγοις φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ἅτε ἄπειροι τῆς δι' ἔργων δυσκολίας. Οὐ μικρὰ δὲ καὶ αὕτη κακία, οὐδὲ ὡς ἔτυχεν, ἐπιτείνει τὴν ἔμπροσθεν κατηγορίαν. Σὺ δέ μοι σκόπει, πῶς καὶ τοῦτο αὔξει τὸ ἔγκλημα. Οὐ γὰρ εἶπεν, Οὐ δύνανται, ἀλλ' Οὐ θέλουσι· καὶ οὐκ εἶπε. Βαστάσαι, ἀλλὰ Δακτύλῳ κινῆσαι, τουτέστιν, Οὐδὲ ἐγγὺς γενέσθαι, οὐδὲ ἅψασθαι. Ἀλλὰ ποῦ σπουδαῖοι καὶ εὔτονοι; Ἐν τοῖς κεκωλυμένοις. Πάντα γὰρ τὰ ἔργα αὐτῶν ποιοῦσι, φησὶ, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Εἰς κενοδοξίαν αὐτοὺς διαβάλλων ταῦτα λέγει, ὅπερ αὐτοὺς ἀπώλεσε. Τὰ μὲν γὰρ ἔμπροσθεν ὠμότητος καὶ ῥᾳθυμίας· ταῦτα δὲ, δοξομανίας. Τοῦτο ἀπέστησεν αὐτοὺς τοῦ Θεοῦ· τοῦτο ἐν ἑτέρῳ θεάτρῳ ἀγωνίζεσθαι παρεσκεύασε, καὶ διέφθειρεν. Οἵους γὰρ ἄν τις ἔχῃ τοὺς θεατὰς, ἐπεὶ τούτοις ἐσπούδακεν ἀρέσκειν, τοιούτους ἐπιδείκνυται καὶ τοὺς ἀγῶνας· καὶ ὁ μὲν ἐν γενναίοις παλαίων, τοιαῦτα καὶ τὰ ἀγωνίσματα μέτεισιν· ὁ δὲ ἐν ψυχροῖς καὶ ἀναπεπτωκόσι, καὶ αὐτὸς ῥᾳθυμότερος γίνεται. Οἷον, ἔχει τις θεατὴν γέλωτι χαίροντα; γίνεται γελωτοποιὸς καὶ αὐτὸς, ἵνα τέρπῃ τὸν θεατήν· ἕτερος σπουδαῖον καὶ φιλοσοφοῦντα; σπουδάζει καὶ αὐτὸς τοιοῦτος εἶναι, ἐπειδὴ τοιαύτη τοῦ ἐπαινοῦντος ἡ γνώμη. Ὅρα δὲ πάλιν καὶ ἐνταῦθα μετ' ἐπιτάσεως τὸ ἔγκλημα. Οὐδὲ γὰρ τὰ μὲν οὕτω, τὰ δὲ ἑτέρως ποιοῦσιν· ἀλλὰ πάντα ἁπλῶς οὕτως. Εἶτα ἐγκαλέσας αὐτοῖς κενοδοξίαν, δείκνυσιν οὐδὲ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· (οὐδὲ γὰρ εἶχον, ἀλλ' ἔρημοι ἦσαν κατορθωμάτων·) ἀλλ' ἐπὶ ψυχροῖς καὶ εὐτελέσι, καὶ ἃ τῆς κακίας αὐτῶν τεκμήρια ἦν, τὰ φυλακτήρια, τὰ κράσπεδα. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, φησὶ, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Καὶ τίνα ταῦτά ἐστι τὰ φυλακτήρια καὶ τὰ κράσπεδα; Ἐπειδὴ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι βιβλίοις μικροῖς τὰ θαύματα αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· (διὸ καὶ ἔλεγεν· Ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς σου·) ἃ φυλακτήρια ἐκάλουν· ὡς πολλαὶ νῦν τῶν γυναικῶν Εὐαγγέλια τῶν τραχήλων ἐξαρτῶσαι ἔχουσι. Καὶ ἵνα καὶ ἑτέρωθεν πάλιν ὑπομιμνήσκωνται, ὃ πολλοὶ πολλάκις ποιοῦσιν, ὡς ἐπιλανθανόμενοι λίνῳ ἢ κρόκῃ τὸν δάκτυλον ἀποδεσμοῦντες, τοῦτο ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, κλῶσμα ὑακίνθινον ἐπὶ τῶν ἱματίων περὶ τὴν ᾤαν τὴν περὶ τοὺς πόδας ἀποῤῥάπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκωνται τῶν ἐντολῶν· καὶ ἐκαλεῖτο κράσπεδα. Ἐν τούτοις τοίνυν ἦσαν σπουδαῖοι, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες· ὅπερ ἐσχάτης κενοδοξίας ἦν. Τίνος γὰρ ἕνεκεν φιλοτιμῇ, καὶ πλατύνεις ταῦτα; μὴ γὰρ κατόρθωμά σου τοῦτό ἐστι; μὴ γάρ τί σε ὀνίνησιν, ἂν μὴ τὰ ἀπ' αὐτῶν κερδάνῃς; Οὐ γὰρ τὸ μεγαλύνειν ταῦτα καὶ πλατύνειν ὁ Θεὸς ζητεῖ, ἀλλὰ τὸ μεμνῆσθαι τῶν αὐτοῦ κατορθωμάτων. Εἰ δὲ ἐπὶ ἐλεημοσύνῃ καὶ νηστείᾳ, καίτοι ἐπιπόνοις καὶ κατορθώμασιν οὖσιν ἡμετέροις, φιλοτιμεῖσθαι οὐ δεῖ· πῶς σὺ τούτοις ἐναβρύνῃ, ὦ Ἰουδαῖε, ἃ μάλιστά σου κατηγορεῖ ῥᾳθυμίαν; Οἱ δὲ οὐκ ἐν τούτοις μόνοις, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ταῦτα ἐνόσουν. Φιλοῦσι γὰρ, φησὶ, τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί. Ταῦτα γὰρ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν. Ταῦτα καὶ πόλεις καὶ Ἐκκλησίας ἀνέτρεψε. Καί μοι καὶ δακρῦσαι ἔπεισι νῦν, ὅταν τὰς πρωτοκαθεδρίας ἀκούσω καὶ τοὺς ἀσπασμοὺς, καὶ λογίσωμαι πόσα ἐντεῦθεν ἐτέχθη κακὰ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ· ἅπερ οὐκ ἀναγκαῖον εἰς ὑμᾶς ἐξειπεῖν νῦν· μᾶλλον δὲ ὅσοι πρεσβῦται οὐδὲ δέονται ταῦτα παρ' ἡμῶν μαθεῖν. Σὺ δέ μοι σκόπει, ποῦ τὰ τῆς κενοδοξίας ἐκράτει· ἔνθα ἐκελεύοντο μὴ κενοδοξεῖν, ἐν ταῖς συναγωγαῖς· ἔνθα εἰσῄεσαν ῥυθμίζοντες ἑτέρους. Τὸ μὲν γὰρ ἐπὶ τῶν δείπνων τοῦτο παθεῖν ὁπωσδήποτε, οὐχ οὕτω δοκεῖ δεινὸν εἶναι· καίτοιγε καὶ ἐκεῖ τὸν διδάσκαλον θαυμάζεσθαι ἔδει, οὐκ ἐπὶ τῆς Ἐκκλησίας μόνον, ἀλλὰ πανταχοῦ. Καὶ καθάπερ ὁ ἄνθρωπος, ὅπουπερ ἂν φανῇ, δῆλός ἐστι τῶν ἀλόγων διεστηκώς· οὕτω καὶ τὸν διδάσκαλον, καὶ φθεγγόμενον, καὶ σιγῶντα, καὶ ἀριστοποιούμενον, καὶ πᾶν ὁτιοῦν ποιοῦντα, δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βήματος, καὶ ἀπὸ τοῦ βλέμματος, καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς. Ἐκεῖνοι δὲ πανταχόθεν ἦσαν καταγέλαστοι, καὶ πανταχοῦ κατησχύνοντο, μελετῶντες ἃ φεύγειν ἔδει. Φιλοῦσι γὰρ, φησίν· εἰ δὲ τὸ φιλεῖν ἔγκλημα, τὸ ποιεῖν ἡλίκον; καὶ τὸ θηρᾷν αὐτὰ καὶ σπουδάζειν ὥστε τυχείν, πόσον κακόν;
6.3.1
Τὰ μὲν οὖν ἄλλα μέχρι τῆς ἐκείνων κατηγορίας ἔστησεν, ὡς μικρὰ καὶ εὐτελῆ, καὶ μὴ δεομένων τῶν μαθητῶν καὶ ὑπὲρ τούτων διορθωθῆναι· ὃ δὲ πάντων αἴτιον ἦν τῶν κακῶν, ἡ φιλαρχία, καὶ τὸ τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικὸν, τοῦτο εἰς μέσον ἀγαγὼν διορθοῦται σπουδαίως, ὑπὲρ τούτου σφόδρα καὶ αὐτοῖς εὐτόνως ἐπισκήπτων. Τί γάρ φησιν; Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί. Εἶτα καὶ ἡ αἰτία· Εἷς γὰρ ὑμῶν ἐστιν ὁ Διδάσκαλος· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, κατὰ τὸ μηδὲν εἰδέναι παρ' ἑαυτοῦ. Διὸ καὶ Παῦλος λέγει· Τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς, τίς δὲ Κηφᾶς, ἀλλ' ἢ διάκονοι; Οὐκ εἶπε, Διδάσκαλοι. Καὶ πάλιν· Μὴ καλέσητε πατέρα· οὐχ ἵνα μὴ καλέσωσιν, ἀλλ' ἵνα εἰδῶσιν ὃν κυρίως πατέρα καλεῖν χρή. Καθάπερ γὰρ ὁ διδάσκαλος οὐκ ἔστι διδάσκαλος προηγουμένως· οὕτως οὐδὲ ὁ πατήρ. Ἐκεῖνος γὰρ πάντων αἴτιος, καὶ τῶν διδασκάλων, καὶ τῶν πατέρων. Καὶ πάλιν ἐπάγει· Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστι καθηγητὴς, ὁ Χριστός· καὶ οὐκ εἶπεν, Ἐγώ. Ὥσπερ ἀνωτέρω εἶπε, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; καὶ οὐκ εἶπε, Περὶ ἐμοῦ· οὕτω καὶ ἐνταῦθα. Ἀλλ' ἡδέως ἂν ἐροίμην ἐνταῦθα, τί ἂν εἴποιεν οἱ τὸ Εἷς καὶ Εἷς πολλάκις ἁρμόζοντες τῷ Πατρὶ μόνῳ, ἐπὶ ἀθετήσει τοῦ Μονογενοῦς. Καθηγητὴς ὁ Πατήρ; Ἅπαντες ἂν εἴποιεν, καὶ οὐδεὶς ἀντερεῖ. Καὶ μὴν εἷς, φησὶν, ἐστὶν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. Ὥσπερ οὖν εἷς καθηγητὴς λεγόμενος ὁ Χριστὸς οὐκ ἐκβάλλει τὸν Πατέρα τοῦ εἶναι καθηγητήν· οὕτω καὶ εἷς διδάσκαλος λεγόμενος ὁ Πατὴρ οὐκ ἐκβάλλει τὸν Υἱὸν τοῦ εἶναι διδάσκαλον. Τὸ γὰρ Εἷς καὶ Εἷς πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων εἴρηται, καὶ τῆς λοιπῆς κτίσεως. Ἀπαγορεύσας τοίνυν αὐτοῖς τὸ χαλεπὸν τοῦτο νόσημα καὶ διορθωσάμενος, παιδεύει καὶ πῶς ἂν αὐτὸ διαφύγοιεν· διὰ ταπεινοφροσύνης. Διὸ καὶ ἐπάγει· Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. Ὅστις γὰρ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον· διὸ καὶ συνεχῶς αὐτοὺς ὑπομιμνήσκει ταύτης τῆς ἀρετῆς, καὶ ὅτε τὰ παιδία εἰς μέσον ἤγαγε, καὶ νῦν· καὶ ἀρχόμενος ἐπὶ τοῦ ὄρους τῶν μακαρισμῶν, ἐντεῦθεν ἤρξατο· καὶ ἐνταῦθα πρόῤῥιζοναὐτὸ ἀνασπᾷ ἐντεῦθεν λέγων· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Εἶδες πῶς ἐκ διαμέτρου πρὸς τοὐναντίον ἀπάγει τὸν ἀκροατήν; Οὐ γὰρ δὴ μόνον τῶν πρωτείων ἐρᾷν κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν. Οὕτω γὰρ τεύξῃ τῆς ἐπιθυμίας, φησί. Διὸ χρὴ τῶν πρωτείων τὴν ἐπιθυμίαν διώκοντα, τὴν ἐσχάτην διώκειν τάξιν. Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, ὑψωθήσεται. Καὶ ποῦ τὴν ταπεινοφροσύνην ταύτην εὑρήσομεν; Βούλεσθε πάλιν ἐπὶ τὴν πόλιν τῆς ἀρετῆς ἴωμεν, τὰς τῶν ἁγίων σκηνὰς, τὰ ὄρη λέγω, καὶ τὰς νάπας; Καὶ γὰρ ἐκεῖ τὸ ὕψος τῆς ταπεινοφροσύνης ὀψόμεθα τοῦτο. Ἄνθρωποι γὰρ οἱ μὲν ἀπὸ τῶν ἔξωθεν ἀξιωμάτων, οἱ δὲ καὶ ἀπὸ χρημάτων ὄντες λαμπροὶ, πάντοθεν ἑαυτοὺς καταστέλλουσιν, ἀπὸ τῆς ἐσθῆτος, ἀπὸ τῆς οἰκίας, ἀπὸ τῶν διακονουμένων· καὶ καθάπερ ἐν γράμμασι διὰ πάντων τὴν ταπεινοφροσύνην γράφουσι. Καὶ ἅπερ ἐστὶν ὑπεκκαύματα ἀλαζονείας, τὸ καλῶς ἀμφιέννυσθαι, καὶ τὸ λαμπρῶς οἰκοδομεῖν, καὶ τὸ πολλοὺς ἔχειν διακόνους, ἃ καὶ ἄκοντας πολλάκις εἰς ἀλαζονείαν ἐμβάλλει, ταῦτα ἐκεῖ ἅπαντα ἀνῄρηται. Καὶ αὐτοὶ καίουσι πῦρ, αὐτοὶ διακλῶσι ξύλα, αὐτοὶ ἕψουσιν, αὐτοὶ τοῖς ἐρχομένοις διακονοῦνται. Οὐκ ἔστιν ὑβρίζοντος ἀκοῦσαί τινος ἐκεῖ, οὐδὲ ὑβριζόμενον ἰδεῖν, οὐδὲ ἐπιταττόμενον, οὐδὲ ἐπιτάττοντα· ἀλλὰ πάντες τῶν διακονουμένων εἰσι, καὶ ἕκαστος τοὺς πόδας νίπτει τῶν ξένων, καὶ πολλὴ περὶ τούτου μάχη. Καὶ ποιεῖ τοῦτο, οὐκ ἐξετάζων ὅστις ἐστὶν, οὔτε εἰ δοῦλος, οὔτε εἰ ἐλεύθερος· ἀλλ' ἐπὶ παντὸς τὴν διακονίαν ταύτην πληροῖ. Οὐδεὶς ἐκεῖ οὐ μέγας, οὐδὲ μικρός. Τί οὖν; σύγχυσις; Μὴ γένοιτο· ἀλλ' ἡ πρώτη εὐταξία. Κἂν γὰρ ᾖ τις μικρὸς, ὁ μέγας οὐχ ὁρᾷ τοῦτο, ἀλλὰ καὶ ἐκείνου πάλιν καταδεέστερον ἑαυτὸν εἶναι νενόμικε, καὶ ταύτῃ γίνεται μείζων. Μία τράπεζα πᾶσι, καὶ τοῖς διακονουμένοις, καὶ τοῖς διακονοῦσι, τὰ αὐτὰ ἐδέσματα, τὰ αὐτὰ ἐνδύματα, τὰ αὐτὰ οἰκήματα, ἡ αὐτὴ δίαιτα. Μέγας ἐκεῖ ὁ τὸ εὐτελὲς ἔργον ἁρπάζων. Οὐκ ἔστι τὸ Ἐμὸν καὶ τὸ Σόν· ἀλλ' ἐξώρισται τοῦτο τὸ ῥῆμα, τὸ μυρίων αἴτιον πολέμων.
6.4.1
Καὶ τί θαυμάζεις, εἰ δίαιτα καὶ τράπεζα καὶ στολὴ μία πᾶσιν, ὅπου γε καὶ ψυχὴ μία πᾶσιν, οὐ κατὰ τὴν οὐσίαν μόνον (τοῦτο γὰρ καὶ ἐπὶ πάντων), ἀλλὰ κατὰ τὴν ἀγάπην; πῶς οὖν ἂν αὐτὴ καθ' ἑαυτῆς ἐπαρθείη ποτέ; Οὐκ ἔστιν ἐκεῖ πενία καὶ πλοῦτος, δόξα καὶ ἀτιμία· πῶς οὖν ἂν εὕροι παρείσδυσιν ἀπόνοια καὶ ἀλαζονεία; Εἰσὶ μὲν γὰρ καὶ μικροὶ καὶ μεγάλοι κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἀλλ' ὅπερ ἔφην, οὐδεὶς τοῦτο ὁρᾷ. Ὁ μικρὸς οὐκ ἀλγεῖ ὡς καταφρονούμενος· οὔτε γὰρ ὁ καταφρονῶν τίς ἐστι· κἂν διαπτύσῃ δέ τις, τοῦτο μάλιστα παιδεύονται, καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων· καὶ πτωχοῖς καὶ ἀναπήροις συναναστρέφονται, καὶ αἱ τράπεζαι αὐτοῖς τούτων γέμουσι τῶν δαιτυμόνων· διὰ δὴ τοῦτο καὶ τῶν οὐρανῶν εἰσιν ἄξιοι. Καὶ ὁ μὲν θεραπεύει τραύματα τῶν λώβην ἐχόντων, ὁ δὲ χειραγωγεῖ τὸν τυφλὸν, ὁ δὲ βαστάζει τὸν τὸ σκέλος πεπηρωμένον. Οὐκ ἔνι κολάκων ἐκεῖ πλῆθος, οὐδὲ παρασίτων· μᾶλλονδὲ οὐδὲ ὅ τί ποτέ ἐστι κολακεία ἴσασι· πόθεν οὖν ἂν ἐπαρθεῖέν ποτε; Καὶ γὰρ πολλὴ παρ' αὐτοῖς ἰσότης· διὸ καὶ εὐκολία πολλὴ τῆς ἀρετῆς. Καὶ γὰρ τούτοις μᾶλλον οἱ καταδεέστεροι παιδεύονται, ἢ εἰ ἀναγκάζοιντο αὐτοῖς παραχωρεῖν τῶν πρωτείων. Ὥσπερ γὰρ τὸν θρασὺν ὁ πληττόμενος καὶ παραχωρῶν παιδεύει· οὕτω τὸν φιλότιμον ὁ μὴ ἀντιποιούμενος δόξης, ἀλλὰ καταφρονῶν. Τοῦτο δὲ μετὰ δαψιλείας ἐκεῖ ποιοῦσι· καὶ ὅση μάχη παρ' ἡμῖν ὑπὲρ τοῦ τυχεῖν τῶν πρωτείων, τοσοῦτος ἀγὼν παρ' ἐκείνοις ὑπὲρ τοῦ μὴ τυχεῖν, ἀλλὰ διακρούσασθαι, καὶ πολλὴ σπουδὴ, τίς πλεονεκτήσει τιμῶν, ἀλλ' οὐ τιμώμενος. Ἄλλως δὲ καὶ αὐτὰ τὰ ἔργα μετριάζειν πείθει, καὶ οὐκ ἀφίησι φλεγμαίνειν. Τίς γὰρ, εἰπέ μοι, γῆν σκάπτων καὶ ἄρδων καὶ φυτεύων, ἢ πλέκων σπυρίδας, καὶ σάκκον ὑφαίνων, ἢ ἄλλα τινὰ μεταχειρίζων, μέγα φρονήσει ποτέ; τίς δὲ πενίᾳ συζῶν, καὶ λιμῷ παλαίων, τοῦτο νοσήσει τὸ νόσημα; Οὐκ ἔστιν οὐδείς. Διὰ τοῦτο εὔκολος αὐτοῖς ἡ ταπεινοφροσύνη. Καὶ ὥσπερ ἐνταῦθα χαλεπὸν τὸ μετριάζειν διὰ τὸ πλῆθος τῶν κροτούντων καὶ θαυμαζόντων· οὕτως ἐκεῖ σφόδρα εὔκολον. Καὶ γὰρ τῇ ἐρημίᾳ προσέχει μόνον ἐκεῖνος, καὶ ὄρνιθας ἱπταμένας ὁρᾷ, καὶ δένδρα σειόμενα, καὶ ζέφυρον πνέοντα, καὶ ῥύακας διὰ φαράγγων φερομένους. Πόθεν οὖν ἂν ἐπαρθείη ὁ ἐρημίᾳ τοσαύτῃ συζῶν; Οὐ μὴν διὰ τοῦτο ἀπολογίαν ἐντεῦθεν ἡμεῖς ἕξομεν, ἐπειδὴ ἐν μέσοις στρεφόμενοι μέγα φρονοῦμεν. Καὶ γὰρ ὁ Ἀβραὰμ μεταξὺ Χαναναίων ὢν ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ ὁ Δαυῒδ ἐν μέσοις στρατοπέδοις, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ ὁ Ἀπόστολος ἐν μέσῃ τῇ οἰκουμένῃ· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Ποία τοίνυν ἡμῖν ἔσται παραμυθία, ποία δὲ ἀπολογία, ὅταν μηδὲ τοσαῦτα ἔχοντες παραδείγματα μετριάζωμεν; Ὥσπερ γὰρ ἐκεῖνοι μυρίων στεφάνων ἄξιοι, πρῶτοι τῆς ἀρετῆς τὴν ὁδὸν ἐλθόντες· οὕτως ἡμεῖς μυρίων τιμωριῶν ὑπεύθυνοι, μηδὲ μετ' ἐκείνους τοὺς ἀπελθόντας καὶ ἐν τοῖς γράμμασι κειμένους, μηδὲ μετὰ τούτους τοὺς ζῶντας καὶ διὰ τῶν πραγμάτων θαυμαζομένους, ἐπὶ τὸν ἴσον ἑλκόμενοι ζῆλον. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, μὴ διορθούμενος; Οὐκ οἶσθα γράμματα, οὐδὲ Γραφαῖς ἐνέκυψας, ἵνα μάθῃς τῶν παλαιῶν τὰς ἀρετάς; Μάλιστα μὲν καὶ τοῦτο ἔγκλημα, τῆς ἐκκλησίας διηνεκῶς ἀνεῳγμένης, μὴ εἰσιέναι καὶ μετέχειν τῶν καθαρῶν ἐκείνων ναμάτων. Πλὴν ἀλλ' εἰ καὶ τοὺς ἀπελθόντας οὐκ ἔγνως διὰ τῶν Γραφῶν, τοὺς ζῶντας τούτους ἰδεῖν ἐχρῆν. Ἀλλ' οὐδεὶς ὁ χειραγωγῶν; Ἐλθὲ πρός με, καὶ ἐγώ σοι δείξω τὰ καταγώγια τῶν ἁγίων τούτων· ἐλθὲ, καὶ μάθε τί παρ' αὐτῶν χρήσιμον. Λύχνοι πανταχοῦ τῆς γῆς εἰσιν οὗτοι λάμποντες· τείχη ταῖς πόλεσι περικάθηνται. Διὰ ταῦτα τὰς ἐρημίας κατέλαβον, ἵνα καὶ σὲ παιδεύσωσι τῶν ἐν τῷ μέσῳ θορύβων καταφρονεῖν. Οἱ μὲν γὰρ, ἅτε ἰσχυροὶ ὄντες, καὶ ἐν μέσῳ τῷ κλύδωνι δύνανται γαλήνης ἀπολαύειν· σοὶ δὲ τῷ περιαντλουμένῳ πανταχόθεν ἡσυχίας δεῖ, καὶ τοῦ μικρὸν ἀναπνεῦσαι ἐκ τῶν ἐπαλλήλων κυμάτων. Βάδιζε τοίνυν ἐκεῖ συνεχῶς, ἵνα τὴν διηνεκῆ κηλῖδα καθάρας ταῖς ἐκείνων εὐχαῖς καὶ παραινέσεσι, καὶ τὸν ἐνταῦθα ἄριστα διαγάγῃς βίον, καὶ τῶν μελλόντων ἐπιτύχῃς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6.0.2
Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀνήγγειλαν τοῖς ἀρχιερ εῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύ ρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, λέγοντες· Εἴ πατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες νυκτὸς ἔκλε ψαν αὐτὸν, ἡμῶν κοιμωμένων. Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
6.1.2
Διὰ τούτους τοὺς στρατιώτας ὁ σεισμὸς ἐγένετο ἐκεῖνος, ὥστε αὐτοὺς ἐκπλῆξαι, καὶ παρ' αὐτῶν γενέσθαι τὴν μαρτυρίαν· ὅπερ οὖν καὶ συνέβη. Καὶ γὰρ ἀνύποπτος ἡ ἀπαγγελία οὕτως ἐγένετο παρὰ τῶν φυλάκων προφερομένη. Τῶν γὰρ σημείων τὰ μὲν κοινῇ τῇ οἰκουμένῃ ἐνεδείκνυτο, τὰ δὲ ἰδίᾳ τοῖς ἐκεῖ παροῦσι· κοινῇ μὲν τῇ οἰκουμένῃ τὸ σκότος, ἰδίᾳ δὲ τὸ τοῦ ἀγγέλου, τὸ τοῦ σεισμοῦ. Ἐπεὶ οὖν ἦλθον καὶ ἀπήγγειλαν, (ἡ γὰρ ἀλήθεια παρὰ τῶν ἐναντίων ἀνακηρυττομένη διαλάμπει·) ἔδωκαν πάλιν ἀργύρια, ἵνα εἴπωσι, φησὶν, Ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες ἔκλεψαν αὐτόν. Πῶς ἔκλεψαν, ὦ πάντων ἀνοητότατοι; Διὰ γὰρ τὸ λαμπρὸν τῆς ἀληθείας καὶ περιφανὲς, οὐδὲ πλάσαι δύνανται. Καὶ γὰρ σφόδρα ἀπίθανον τὸ λεγόμενον, καὶ οὐδὲ σχῆμα τὸ ψεῦδος εἶχε. Πῶς γὰρ ἔκλεπτον, εἰπέ μοι, οἱ μαθηταὶ, ἄνθρωποι πτωχοὶ καὶ ἰδιῶται, καὶ οὐδὲ φανῆναι τολμῶντες; Μὴ γὰρ οὐκ ἦν σφραγὶς ἐπικειμένη; μὴ γὰρ οὐ παρεκάθηντο τοσοῦτοι φύλακες, καὶ στρατιῶται καὶ Ἰουδαῖοι; μὴ γὰρ οὐχ ὑπώπτευον τοῦτο αὐτὸ, καὶ ἐμερίμνων, καὶ ἠγρύπνουν, καὶ ἐφρόντιζον ἐκεῖνοι; Τίνος δὲ ἕνεκεν καὶ ἔκλεπτον; ἵνα πλάσωσι τὸ τῆς ἀναστάσεως δόγμα; Καὶ πῶς ἂν ἐπῆλθεν αὐτοῖς τοιοῦτόν τι πλάσαι, ἀνθρώποις ἀγαπῶσιν, ὅτι κρυπτόμενοι ζῶσι; πῶς δ' ἂν τὸν λίθον ἀνεῖλον τὸν ἠσφαλισμένον; πῶς δ' ἂν τοὺς τοσούτους διέλαθον; Καίτοι εἰ καὶ θανάτου κατεφρόνουν, οὐκ ἂν ἐπεχείρησαν εἰκῆ καὶ μάτην κατατολμῆσαι τοσούτων ὄντων φυλάκων. Ὅτιδὲ καὶ δειλοὶ ἦσαν, ἐδήλωσε τὰ ἔμπροσθεν γεγενημένα. Ὅτε γοῦν εἶδον αὐτὸν συνειλημμένον, ἅπαντες ἀπεπήδησαν. Εἰ τοίνυν τότε οὐδὲ στῆναι ἐτόλμησαν ζῶντα ὁρῶντες, πῶς ἀποθανόντος οὐκ ἂν ἐφοβήθησαν τοσούτων στρατιωτῶν πλῆθος; Μὴ γὰρ θύραν ἦν ἀνατρέψαι; μὴ γὰρ ἕνα λαθεῖν; Λίθος ἐπέκειτο μέγας, πολλῶν δεόμενος χειρῶν. Δικαίως ἔλεγον· Καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης· καθ' ἑαυτῶν ἀποφαινόμενοι τοῦτο, ὅτι μετὰ τοσαύτην μανίαν δέον μετανοῆσαι, οἱ δὲ καὶ ἐπαγωνίζονται τοῖς προτέροις, καταγέλαστα πλάττοντες πλάσματα, καὶ ζῶντος μὲν τὸ αἷμα ὠνούμενοι, σταυρωθέντος δὲ καὶ ἀναστάντος τὸν περὶ τῆς ἀναστάσεως πάλιν διὰ χρημάτων ὑπορύττοντες λόγον. Σὺ δέ μοι σκόπει πῶς δι' ὧν ποιοῦσιν ἁλίσκονται πανταχοῦ. Εἰ γὰρ μὴ προσῆλθον Πιλάτῳ, μηδὲ ᾔτησαν τὴν κουστωδίαν, μᾶλλον ἠδύναντο τοιαῦτα ἀναισχυντεῖν· νυνὶ δὲ οὐκέτι. Καὶ γὰρ ὥσπερ σπουδάζοντες ἀποῤῥάψαι τὰ οἰκεῖα στόματα, οὕτω πάντα ἔπραξαν. Εἰ γὰρ γρηγορῆσαι οὐκ ἴσχυσαν μετ' αὐτοῦ. καὶ ταῦτα ὀνειδιζόμενοι παρ' αὐτοῦ, πῶς ἂν τοῦτο ἐτόλμησαν; Διατί δὲ μὴ πρὸ τούτου ἔκλεψαν, ἀλλ' ὅτε ὑμεῖς ἤλθετε; Εἰ γὰρ ἐβούλοντο τοῦτο ποιῆσαι, μηδέπω φυλαττομένης τῆς θήκης ἐποίησαν ἂν ἐν τῇ πρώτῃ νυκτὶ, ὅτε καὶ ἀκίνδυνον καὶ ἀσφαλές. Τῷ γὰρ σαββάτῳ προσελθόντες ᾐτήσαντο παρὰ τοῦ Πιλάτου τὴν κουστωδίαν, καὶ ἐφύλαττον· τὴν δὲ πρώτην νύκτα οὐδεὶς τούτων τῷ τάφῳ παρῆν.
6.2.2
Τί δὲ βούλεται καὶ τὰ σουδάρια τὰ τῇ σμύρνῃ προσπεπηγότα; ταῦτα γὰρ εἶδεν ὁ Πέτρος κείμενα. Εἰ γὰρ ἐβούλοντο κλέψαι, οὐκ ἂν γυμνὸν ἔκλεψαν τὸ σῶμα· οὐ διὰ τὸ ὑβρίσαι μόνον, ἀλλ' ὥστε μὴ ἐν τῷ ἀποδύειν μέλλειν καὶ βραδύνειν, καὶ παρέχειν τοῖς βουλομένοις διαναστῆναι καὶ κατασχεῖν. Μάλιστα ὅτε σμύρνα ἦν, φάρμακον οὕτω κολλῶδες τῷ σώματι, καὶ τοῖς ἱματίοις προσπεπηγός· ὅθεν οὐκ εὔκολον ἦν ἀποσπάσαιτὰ ἱμάτια τοῦ σώματος, ἀλλὰ πολλοῦ χρόνου οἱ τοῦτο ποιοῦντες ἐδέοντο· ὥστε κἀντεῦθεν ἀπίθανον τὸ τῆς κλοπῆς. Μὴ γὰρ οὐκ ᾔδεσαν τὸν θυμὸν τὸν Ἰουδαϊκὸν, καὶ ὅτι εἰς αὐτοὺς τὴν ὀργὴν ἀφήσουσι; Τί δὲ ὅλως καὶ τὸ κέρδος ἦν αὐτοῖς, εἰ μὴ ἀνέστη; Ταῦτα δὴ πάντα καὶ οὗτοι συνειδότες ὅτι ἔπλασαν, ἔδωκαν ἀργύριον, καί φασιν Εἴπατε ταῦτα ὑμεῖς, καὶ ἡμεῖς πείσομεν τὸν ἡγεμόνα. Δημοσιευθῆναι γὰρ ἐβούλοντο τὴν φωνὴν, εἰκῆ πρὸς τὴν ἀλήθειαν πυκτεύοντες, καὶ δι' ὧν αὐτὴν συσκιάζειν ἐπεχείρουν, διὰ τούτων καὶ ἄκοντες παρεσκεύαζον ἐκλάμπειν αὐτήν. Καὶ γὰρ καὶ τοῦτο τὴν ἀνάστασιν κυροῖ, τὸ αὐτοὺς ταῦτα εἰπεῖν, ὅτι οἱ μαθηταὶ ἔκλεψαν. Τοῦτο γὰρ ὁμολογούντων ἐστὶν, ὅτι οὐκ ἦν ἐκεῖ τὸ σῶμα. Ὅταν οὖν αὐτοὶ μὲν ὁμολογῶσι μὴ εἶναι τὸ σῶμα ἐκεῖ, τὴν δὲ κλοπὴν δεικνύῃ ψευδῆ καὶ ἀπίθανον ἡ προσεδρεία αὐτῶν, καὶ τὰ σήμαντρα, καὶ ἡ τῶν μαθητῶν δειλία· ἀναμφισβήτητος κἀντεῦθεν ἡ τῆς ἀναστάσεως ἀπόδειξις φαίνεται. Ἀλλ' ὅμως οἱ ἀναίσχυντοι καὶ πάντα τολμῶντες, τοσούτων τῶν ἐπιστομιζόντων αὐτοὺς, Εἴπατε. φησὶ, καὶ ἡμεῖς πείσομεν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. Ὁρᾷς πάντας διεφθαρμένους; τὸν Πιλάτον; αὐτὸς γὰρ ἐπείσθη· τοὺς στρατιώτας; τὸν δῆμον τὸν Ἰουδαϊκόν; Ἀλλὰ μὴ θαυμάσῃς εἰ χρήματα στρατιωτῶν περιεγένετο. Εἰ γὰρ παρὰ τῷ μαθητῇ τοσαύτην ἐπεδείξατο τὴν ἰσχὺν, πολλῷ μᾶλλον παρὰ τούτοις. Καὶ διεφημίσθη ὁ λόγος οὗτος, φησὶν, ἕως τῆς σήμερον ἡμέρας. Εἶδες πάλιν τῶν μαθητῶν τὸ φιλάληθες; πῶς οὐδὲ τοῦτο αἰσχύνονται λέγοντες, ὅτι τοιοῦτος ἐκράτησε λόγος κατ' αὐτῶν; Οἱ δὲ ἕνδεκα μαθηταὶ ἀπῆλθον εἰς τὴν Γαλιλαίαν· καὶ οἱ μὲν προσεκύνησαν, οἱ δὲ ἰδόντες αὐτὸν ἐδίστασαν. Αὕτη μοι δοκεῖ ἐσχάτη ὄψις εἶναι ἐν τῇ Γαλιλαίᾳ, ὅτε αὐτοὺς ἐξέπεμπε βαπτίσοντας. Εἰ δὲ ἐδίστασάν τινες, κἀντεῦθεν πάλιν θαύμασον αὐτῶν τὴν ἀλήθειαν, πῶς οὐδὲ τὰ μέχρις ἐσχάτης ἡμέρας ἐλαττώματα αὐτῶν ἀποκρύπτονται. Ἀλλ' ὅμως καὶ οὗτοι διὰ τῆς ὄψεως ἐβεβαιώθησαν. Τί οὖν φησιν ἰδὼν αὐτούς; Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πάλιν ἀνθρωπινώτερον αὐτοῖς διαλέγεται· οὐδέπω γὰρ ἦσαν τὸ Πνεῦμα εἰληφότες τὸ δυνάμενον ὑψηλοὺς αὐτοὺς ποιῆσαι. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· τὸ μὲν περὶ δογμάτων, τὸ δὲ περὶ ἐντολῶν παραγγέλλων. Καὶ Ἰουδαίων μὲν οὐδὲν μέμνηται, οὐδὲ εἰς μέσον φέρει τὰ γεγενημένα, οὐδὲ ὀνειδίζει Πέτρῳ τὴν ἄρνησιν, οὐδὲ τῶν ἄλλων οὐδενὶ τὴν φυγήν· κελεύει δὲ εἰς τὴν οἰκουμένην ἐκχυθῆναι πᾶσαν, σύντομον διδασκαλίαν ἐγχειρίσας, τὴν διὰ τοῦ βαπτίσματος. Εἶτα ἐπειδὴ μεγάλα αὐτοῖς ἐπέταξεν, ἐπαίρων αὐτῶν τὰ φρονήματα, φησίν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Εἶδες αὐθεντίαν πάλιν; εἶδες πῶς καὶ ἐκεῖνα συγκαταβάσεως ἕνεκεν εἴρηται; Οὐ μετ' ἐκείνων δὲ μόνον εἶπεν ἔσεσθαι, ἀλλὰ καὶ μετὰ πάντων τῶν μετ' ἐκείνους πιστευόντων. Οὐ γὰρ δὴ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ ἀπόστολοι μένειν ἔμελλον· ἀλλ' ὡς ἑνὶ σώματι διαλέγεται τοῖς πιστοῖς. Μὴ γάρ μοι τὴν δυσκολίαν, φησὶν, εἴπητε τῶν πραγμάτων· ἐγὼ γάρ εἰμι μεθ' ὑμῶν, ὁ πάντα ποιῶν εὔκολα. Τοῦτο καὶ τοῖς προφήταις ἔλεγεν ἐν τῇ Παλαιᾷ συνεχῶς, καὶ τῷ Ἱερεμίᾳ νεότητα προβαλλομένῳ, καὶ τῷ Μωϋσῇ καὶ τῷ Ἰεζεκιὴλ ἀναδυομένοις· Ἐγὼ μεθ' ὑμῶν εἰμι· τοῦτο καὶ ἐνταῦθα τούτοις. Σκόπει δέ μοι κἀνταῦθα τὴν τούτων διαφοράν. Ἐκεῖνοι μὲν γὰρ εἰς ἓν ἔθνος ἀποστελλόμενοι, πολλάκις παρῃτοῦντο· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἐφθέγξαντο, εἰς τὴν οἰκουμένην πεμπόμενοι. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς συντελείας, ἵνα μᾶλλον αὐτοὺς ἐφελκύσηται, καὶ μὴ τὰ παρόντα ὁρῶσι μόνον δεινὰ, ἀλλὰ καὶ τὰ μέλλοντα ἀγαθὰ τὰ ἀπέραντα. Τὰ μὲν γὰρ λυπηρὰ, φησὶν, ἅπερ ὑποστήσεσθε, τῷ παρόντι βίῳ συγκαταλύεται, ὅπου γε καὶ αὐτὸς ὁ αἰὼν οὗτος εἰς συντέλειαν ἥξει· τὰ δὲ χρηστὰ, ὧν ἀπολαύσεσθε, ἀθάνατα μένει, καθάπερ πολλάκις ἔμπροσθεν εἶπον. Οὕτως ἀλείψας καὶ ἐγείρας αὐτῶν τὰ φρονήματα καὶ τῇ μνήμῃ τῆς ἡμέρας ἐκείνης, ἐξέπεμψεν. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις. Ἀλλὰ μὴ φοβώμεθα μόνον καὶ φρίττωμεν, ἀλλὰ καὶ μεταβαλλώμεθα ἕως ἐστὶ καιρὸς, καὶ ἀνενέγκωμεν ἐκ τῆς πονηρίας· δυνάμεθα γὰρ, ἂν ἐθέλωμεν. Εἰ γὰρ πρὸ τῆς χάριτος πολλοὶ τοῦτο ἐποίησαν, πολλῷ μᾶλλον μετὰ τὴν χάριν.
6.3.2
Τί γὰρ φορτικὸν ἐπετάγημεν; ὄρη διατεμεῖν; ἢ πτῆναι πρὸς τὸν ἀέρα; ἢ περαιώσασθαι τὸ Τυῤῥηνικὸν πέλαγος; Οὐδαμῶς· ἀλλ' οὕτως εὔκολον πολιτείαν, ὡς μηδὲ ὀργάνων δεῖσθαι, ἀλλὰ ψυχῆς καὶ διαθέσεως μόνης. Ποῖα γὰρ ὄργανα εἶχον οἱ ἀπόστολοι οὗτοι, τοσαῦτα κατορθώσαντες; Οὐχὶ μονοχίτωνες καὶ ἀνυπόδετοι περιῄεσαν, καὶ πάντων περιεγένοντο; Τί γὰρ δύσκολον τῶν ἐπιταγμάτων; Μηδένα ἔχε ἐχθρόν· μηδένα λέγε κακῶς. Τὰ ἐναντία μὲν οὖν τούτων τὰ δυσκολώτερα. Ἀλλ' εἶπε, φησὶ, Ῥῖψον τὰ χρήματα. Τοῦτο οὖν ἐστι τὸ φορτικόν; Μάλιστα μὲν οὐκ ἐκέλευσεν, ἀλλὰ συνεβούλευσε. Πλὴν εἰ καὶ ἐπίταγμα ἦν, τί τὸ βαρὺ, μὴ περιφέρειν φορτία καὶ φροντίδας ἀκαίρους; Ἀλλ', ὢ τῆς φιλαργυρίας! Πάντα χρήματα γέγονε· διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε. Κἂν μακαρίσῃ τίς τινα, τούτων μέμνηται· κἂν ταλανίσῃ, ἐντεῦθεν ὁ ταλανισμός. Καὶ πάντες διὰ ταῦτα οἱ λόγοι γίνονται, πῶς ὁ δεῖνα πλουτεῖ, πῶς ὁ δεῖνα πένεται. Κἂν στρατείαν, κἂν γάμον, κἂν τέχνην, κἂν ὁτιοῦν μεταχειρίζῃ τις, οὐ πρότερον ἅπτεται τοῦ προκειμένου, ἕως ἂν ταῦτα ἴδοι ἰόντα ῥαγδαίως αὐτῷ. Εἶτα οὐ συνελθόντες βουλευσόμεθα, πῶς τὸ νόσημα τοῦτο ἀπελάσομεν; οὐκ αἰσχυνθησόμεθα τῶν πατέρων τὰ κατορθώματα; τῶν τρισχιλίων, τῶν πεντακισχιλίων, οἳ κοινὰ πάντα εἶχον; Τί τὸ κέρδος τῆς παρούσης ζωῆς, ὅταν εἰς τὴν μέλλουσαν ἐμπορίαν αὐτῇ μὴ χρησώμεθα; Μέχρι πότε οὐ δουλοῦσθε τὸν δουλωσάμενον ὑμᾶς μαμωνᾶν; μέχρι πότε δοῦλοι χρημάτων; μέχρι τίνος οὐκ ἐρᾶτε ἐλευθερίας, καὶ διαῤῥήγνυτε τὰς ὠνὰς τῆς φιλοχρηματίας; Ἀλλὰ ἂν μὲν ἀνθρώπων γένησθε δοῦλοι, πάντα ποιεῖτε, εἴ τις ἐλευθερίαν ὑπόσχοιτο· φιλαργυρίας δὲ ὄντες αἰχμάλωτοι, οὐδὲ ἐννοεῖτε πῶς τῆς πικρᾶς ταύτης ἀπαλλαγῆτε δουλείας. Καίτοι τὸ μὲν οὐδὲν δεινόν· τὸ δὲ τυραννὶς ἡ πικροτάτη. Ἐννοήσατε ἡλίκην τιμὴν ὑπὲρ ἡμῶν κατέθηκεν ὁ Χριστός. Τὸ αἷμα τὸ ἑαυτοῦ ἐξέχεεν, ἑαυτὸν ἐξέδωκεν. Ὑμεῖς δὲ καὶ μετὰ ταῦτα πάντα ἀναπεπτώκατε, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ εὐφραίνεσθε τῇδουλείᾳ, ἐντρυφᾶτε τῇ ἀτιμίᾳ, καὶ ἐπέραστον γέγονε τὸ φευκτόν. Ἀλλ' ἐπειδὴ οὐκ ἀποδύρεσθαι χρὴ μόνον καὶ ἐγκαλεῖν, ἀλλὰ καὶ διορθοῦν, ἴδωμεν πόθεν ἐπέραστον ἡμῖν γέγονε τουτὶ τὸ πάθος καὶ τὸ κακόν. Πόθεν οὖν. πόθεν ἐπέραστον τουτὶ γέγονεν; Ὅτι ἐν δόξῃ, φησὶ, καὶ ἀσφαλείᾳ ποιεῖ. Ποίᾳ ἀσφαλείᾳ; εἰπέ μοι. Ἐν τῷ θαῤῥεῖν ὑπὲρ τοῦ μὴ πεινῇν, μὴ ῥιγοῦν, μὴ βλάπτεσθαι, μὴ καταφρονεῖσθαι. Οὐκοῦν ἐὰν ἐπαγγειλώμεθά σοι τὴν ἀσφάλειαν ταύτην, ἀποστήσῃ τοῦ πλουτεῖν; Εἰ γὰρ διὰ τοῦτο ὁ πλοῦτος ἐπέραστος, ἂν ἐξῇ χωρὶς τούτου ἔχειν ἀσφάλειαν, τίς χρεία σοι τούτου λοιπόν; Καὶ πῶς δυνατὸν μὴ πλουτοῦντα, φησὶ, τούτων ἐπιτυχεῖν; Πῶς μὲν οὖν δυνατὸν (ἐγὼ γὰρ τοὐναντίον ἐρῶ) πλουτοῦντα; Καὶ γὰρ κολακεύειν ἀνάγκη πολλοὺς, καὶ ἄρχοντας καὶ ἀρχομένους, καὶ δεῖσθαι μυρίων, καὶ δουλεύειν ἀγεννῶς, καὶ δεδοικέναι καὶ τρέμειν, καὶ ὑποπτεύειν τοὺς τῶν βασκάνων ὀφθαλμοὺς, καὶ φοβεῖσθαι συκοφαντῶν στόματα, καὶ ἑτέρων φιλαργύρων ἐπιθυμίας. Ἀλλ' οὐχ ἡ πενία τοιοῦτον, ἀλλὰ τοὐναντίον ἅπαν. Χωρίον ἄσυλόν ἐστι καὶ ἀσφαλὲς, λιμὴν εὔδιος, παλαίστρα καὶ γυμνάσιον φιλοσοφίας, ἀγγελικοῦ βίου μίμημα. Ἀκούσατε, ὅσοι πένεσθε, τούτων, μᾶλλον δὲ καὶ ὅσοι πλουτεῖν ἐπιθυμεῖτε. Οὐ τὸ πένεσθαι δεινὸν, ἀλλὰ τὸ μὴ βούλεσθαι πένεσθαι. Μηδὲν δεινὸν νόμιζε εἶναι πενίαν, καὶ οὐκ ἔσται σοι δεινόν. Οὐδὲ γὰρ ἐν τῇ φύσει τοῦ πράγματος, ἀλλ' ἐν τῇ κρίσει τῶν μαλακοψύχων ἀνδρῶν τοῦτό ἐστι τὸ δέος. Μᾶλλον δὲ καὶ αἰσχύνομαι, εἰ τοσοῦτον ὑπὲρ πενίας ἔχοιμι λέγειν ὅτι οὐδέν ἐστι δεινόν· ἐὰν γὰρ φιλοσοφῇς, καὶ μυρίων ἀγαθῶν ἔσται σοι πηγή. Καὶ εἴ τίς σοι ἀρχὴν, καὶ πολιτικὰς δυνάμεις, καὶ πλοῦτον, καὶ τρυφὴν προετίθει, εἶτα τὴν πενίαν ἀντιτιθεὶς, αἵρεσιν ἐδίδου λαβεῖν ὅπερ ἤθελες, ταύτην ἂν εὐθέως ἥρπασας, εἴγε αὐτῆς ἔγνως τὸ κάλλος.
6.4.2
Καὶ οἶδα μὲν ὅτι πολλοὶ γελῶσι τούτων λεγομένων· ἀλλ' ἡμεῖς οὐ θορυβούμεθα· ἀλλὰ καὶ ὑμᾶς ἀξιοῦμεν ἀνασχέσθαι, καὶ ταχέως ἡμῖν ψηφιεῖσθε. Ἐμοὶ γὰρ ἡ πενία κόρῃ τινὶ κοσμίῳ καὶ καλῇ καὶ εὐειδεῖ προσεοικέναι δοκεῖ· ἡ δὲ φιλαργυρία θηριομόρφῳ γυναικὶ, Σκύλλῃ τινὶ καὶ Ὕδρᾳ, καὶ ἑτέροις τισὶ τοιούτοις τέρασι παρὰ μυθοποιῶν πλαττομένοις. Μὴ γάρ μοι τοὺς κατηγοροῦντας τῆς πενίας ἐνέγκῃς εἰς μέσον, ἀλλὰ τοὺς δι' αὐτῆς λάμψαντας. Μετὰ ταύτης Ἠλίας τραφεὶς, ἡρπάγη τὴν μακαρίαν ἐκείνην ἁρπαγήν· μετὰ ταύτης Ἑλισσαῖος ἔλαμψε· μετὰ ταύτης Ἰωάννης, μετὰ ταύτης οἱ ἀπόστολοι πάντες· μετὰ δὲ ἐκείνης, ὁ Ἀχαὰβ, ἡ Ἰεζάβελ, ὁ Γιεζῆ, ὁ Ἰούδας, ὁ Νέρων, ὁ Καϊάφας κατεκρίθησαν. Ἀλλ' εἰ δοκεῖ, μὴ τοὺς ἐν πενίᾳ λάμψαντας μόνον ἴδωμεν, ἀλλὰ καὶ αὐτὸ τῆς κόρης ταύτης τὸ κάλλος ἐπισκεψώμεθα. Καὶ γὰρ ὁ ὀφθαλμός ἐστιν αὐτῇ καθαρὸς καὶ διειδὴς, οὐδὲν ἔχων θολερὸν, καθάπερ ὁ τῆς φιλαργυρίας νῦν μὲν θυμοῦ γέμων, νῦν δὲ ἡδονῆς ἐμπεπλησμένος, νῦν δὲ ἀπὸ ἀκρασίας τεταραγμένος. Ἀλλ' οὐχ ὁ τῆς πενίας τοιοῦτος, ἀλλ' ἥμερος, γαληνὸς, ἡδὺ πρὸς πάντας βλέπων, μειλίχιος προσηνὴς, οὐδένα μισῶν, οὐδένα ἀποστρεφόμενος. Ὅπου γὰρ χρήματα, ἐκεῖ ἔχθρας ὑπόθεσις καὶ μυρίων πολέμων. Στόμα πάλιν ἐκείνῃ μὲν ὕβρεων γέμει, τύφου τινὸς, ἀλαζονείαςπολλῆς, ἀρᾶς, δόλου· ταύτῃ δὲ καὶ στόμα καὶ γλῶσσα ὑγιὴς, εὐχαριστίας γέμουσα διηνεκοῦς, εὐλογίας, προσηνῶν ῥημάτων, φιλοστόργων, θεραπευτικῶν, ἐπαίνων, ἐγκωμίων. Εἰ δὲ καὶ τὴν ἀναλογίαν ἐθέλοις αὐτῆς ἰδεῖν τῶν μελῶν, εὐμήκης τέ ἐστι καὶ ὑψηλοτέρα πολὺ τῆς εὐπορίας. Εἰ δὲ φεύγουσιν αὐτὴν πολλοὶ, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τὴν ἄλλην ἀρετὴν οἱ ἀνόητοι. Ἀλλ' ὑβρίζεται, φησὶν, ὁ πένης παρὰ τοῦ πλουτοῦντος. Πάλιν μοι τῆς πενίας τὸ ἐγκώμιον λέγεις. Τίς γὰρ, εἰπέ μοι, μακάριος; ὁ ὑβρίζων, ἢ ὁ ὑβριζόμενος; Δῆλον ὡς ὁ ὑβριζόμενος. Οὐκοῦν ἐκείνη μὲν ὑβρίζειν κελεύει ἡ φιλαργυρία· αὕτη δὲ φέρειν παραινεῖ ἡ πενία. Ἀλλὰ πεινᾷ ὁ πένης, φησί. Καὶ Παῦλος ἐπείνα, καὶ ἐν λιμῷ ἦν. Ἀλλ' οὐκ ἔχει ἀνάπαυσιν. Οὐδὲ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι. Εἶδες οἷ προέβη τῆς πενίας τὰ ἐγκώμια, καὶ ποῦ σε ἵστησι, πρὸς ποίους ἄνδρας ἀνάγει, καὶ πῶς τοῦ Δεσπότου ποιεῖ μιμητήν; Εἰ καλὸν τὸ χρυσίον ἔχειν ἦν, τοῦτο ἂν ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς, ὁ τὰ ἀπόῤῥητα ἐκεῖνα δοὺς ἀγαθά. Νυνὶ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ἔχειν ἀπηγόρευσε. Διὸ καὶ ὁ Πέτρος οὐ μόνον καταδύεται πενίᾳ, ἀλλὰ καὶ σεμνύνεται λέγων· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, φησί. Τίς οὐκ ἂν ἠθέλησεν ὑμῶν ῥῆξαι ταύτην τὴν φωνήν; Καὶ σφόδρα μὲν οὖν ἅπαντες, ἴσως εἴποι τις ἄν. Οὐκοῦν ῥῖψον τὸ ἀργύριον, ῥῖψον τὸ χρυσίον. Καὶ ἐὰν ῥίψω, φησὶ, λήψομαι τὴν δύναμιν Πέτρου; Τί γὰρ Πέτρον μακάριον ἐποίησεν, εἰπέ μοι; ἆρα τὸ χωλὸν ἐγεῖραι; Οὐδαμῶς· ἀλλὰ τὸ μὴ ταῦτα ἔχειν, τοῦτο αὐτῷ τὸν οὐρανὸν προεξένησε. Τῶν μὲν γὰρ ταῦτα ἐργασαμένων πολλοὶ εἰς γέενναν ἐνέπεσον· οἱ δὲ ἐκεῖνα ποιήσαντες βασιλείας ἐπέτυχον. Καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ Πέτρου μάνθανε. Δύο γὰρ ἦν ἃ εἴρηκεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· καὶ, Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει. Ποῖον οὖν αὐτὸν ἐποίησε λαμπρὸν καὶ μακάριον; τὸ ἐγεῖραι τὸν χωλὸν, ἢ τὸ ῥῖψαι τὰ χρήματα; Καὶ ταῦτα παρ' αὐτοῦ τοῦ ἀγωνοθέτου παιδεύου. Τί οὖν αὐτός φησι τῷ πλουσίῳ ζητοῦντι τὴν αἰώνιον ζωήν; Οὐκ εἶπεν, Ἔγειρον χωλούς· ἀλλὰ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Καὶ ὁ Πέτρος δὲ πάλιν οὐκ εἶπεν, Ἰδοὺ ἐν τῷ ὀνόματί σου ἐκβάλλομεν δαίμονας· καίτοι ἦν ἐκβάλλων· ἀλλ', Ἰδοὺ ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἔσται ἡμῖν; Καὶ ὁ Χριστὸς πάλιν πρὸς τοῦτον ἀποκρινόμενος, οὐκ εἶπεν, Ἐάν τις χωλὸν ἐγείρῃ· ἀλλ', Ὅστις ἀφῆκεν οἰκίας καὶ ἀγροὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἡμεῖς οὖν τοῦτον ζηλώσωμεν, ἵνα μὴ καταισχυνθῶμεν, ἀλλὰ ἵνα μετὰ παῤῥησίας παραστῶμεν τῷ βήματι τοῦ Χριστοῦ, ἵνα αὐτὸν ἐπισπασώμεθα εἶναι μεθ' ἡμῶν, ὡς καὶ μετὰ τῶν μαθητῶν ἦν. Ἔσται γὰρ καὶ μεθ' ἡμῶν, καθάπερ καὶ μετ' ἐκείνων ἦν, ἐὰν θέλωμεν ἐκείνους μιμήσασθαι, καὶ ζηλωταὶ γενέσθαι τοῦ βίου καὶ τῆς πολιτείας αὐτῶν. Ἀπὸ τούτων γὰρ καὶ ὁ Θεὸς στεφανοῖ καὶ ἀνακηρύττει, οὐκ ἀπαιτῶν σε νεκρὸν ἐγεῖραι, οὐδὲ χωλὸν διορθῶσαι. Οὐ γὰρ ταῦτα ποιεῖ κατὰ Πέτρον γενέσθαι, ἀλλὰτὸ ῥῖψαι τὰ ὄντα· τοῦτο γὰρ τοῦ ἀποστόλου τὸ κατόρθωμα. Ἀλλ' οὐ δύνασαι ῥῖψαι; Μάλιστα μὲν δυνατόν· πλὴν οὐκ ἀναγκάζω, εἰ μὴ βούλει, οὐδὲ βιάζομαι· ἀλλ' ἐκεῖνο παρακαλῶ, κἂν κατὰ μέρος ἀναλίσκειν τοῖς δεομένοις, καὶ μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα ἀπράγμονα βιωσόμεθα βίον καὶ ἀσφαλῆ, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note