Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Matthaeum
John ChrysostomMatt 83 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
83.0.1
Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου. ἤρξατο λυπεῖσθαι καὶ ἀδημο νεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ.
83.1.1
Ἐπειδὴ ἀδιασπάστως αὐτοῦ εἴχοντο, διὰ τοῦτό φησι· Μείνατε αὐτοῦ, ἕως ἀπελθὼν προσεύξωμαι. Ἔθος γὰρ αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι. Τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλήν. Καὶ παραλαμβάνει τοὺς τρεῖς, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Τίνος ἕνεκεν μὴ πάντας παραλαμβάνει; Ἵνα μὴ καταπέσωσιν· ἀλλὰ τούτους, τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους. Ἀλλ' ὅμως καὶ τούτους ἀφίησι, Καὶ μικρὸν προελθὼν, εὔχεται λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καὶ ἔρχεται πρὸς αὐτοὺς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐχ ἁπλῶς πρὸς Πέτρον μάλιστα ἀποτείνεται, καίτοι καὶ τῶν ἄλλων καθευδησάντων· ἀλλὰ καθικνούμενος αὐτοῦ κἀντεῦθεν διὰ τὴν αἰτίαν ἣν ἔμπροσθεν εἶπον. Εἶτα ἐπειδὴ καὶ οἱ ἄλλοι τὸ αὐτὸ εἶπον, (εἰπόντος γὰρ, φησὶ, Πέτρου, ὅτι Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· ὁμοίως δὲ, φησὶ, καὶ πάντες οἱ μαθηταὶ εἶπον) πρὸς ἅπαντας διαλέγεται, ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. Οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορότες, ἀλλ' ἐκράτησεν αὐτῶν ὁ ὕπνος. Ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα. Καὶ ἱδρῶτες ἐπιῤῥέουσι διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, καὶ ἵνα μὴ τοῦτο εἴπωσιν αἱρετικοὶ, ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν. Διὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ τὰ ῥήματα πεπλασμένα εἶναι. Διὰ τοῦτο καὶ ἡ εὐχή. Τῷ μὲν οὖν εἰπεῖν, Εἰ δυνατὸν, παρελθέτω, ἔδειξε τὸ ἀνθρώπινον· τῷ δὲ εἰπεῖν, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον, παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι. Πάλιν ῥήματα οὐκ ἤρκει μόνον, ἀλλὰ καὶ πραγμάτων ἔδει; καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανεν. Εἰ γὰρ καὶ τούτων ὄντων, ἀπιστεῖται παρά τινων ἔτι τοῦτο, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν. Ὁρᾷς δι' ὅσων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν; Δι' ὧν φθέγγεται, δι' ὧν πάσχει. Εἶτα ἐλθὼν, Λέγει, φησὶ, τῷ Πέτρῳ· Οὕτως οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Ἅπαντες ἐκάθευδον, καὶ τῷ Πέτρῳ ἐπιτιμᾷ, αἰνιττόμενος αὐτὸν, ὑπὲρ ὧν ἐφθέγξατο. Καὶ τὸ, Μετ' ἐμοῦ δὲ οὐχ ἁπλῶς κεῖται, ὡσανεὶ ἔλεγε· Γρηγορῆσαι οὐκ ἴσχυσας μετ' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσεις; Καὶ τὸ ἑξῆς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται. Γρηγορεῖτε γὰρ, φησὶ, καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς πῶς πάλιν αὐτοὺς παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρῖφθαι τὴν διάνοιαν, καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατιθέναι; Καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας κοινῇ. Κἀκείνῳ μέν φησι· Σίμων, Σίμων, ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς· κἀγὼ ἐδεήθην περὶ σοῦ· κοινῇ δὲ πᾶσιν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν, πανταχοῦ τὸ αὔθαδες αὐτῶν ἐκκόπτων καὶ ἐναγωνίους ποιῶν. Εἶτα ἵνα μὴ δόξῃ διόλου καταφορικὸν ποιεῖν τὸν λόγον, λέγει· Τὸ μὲνπνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ γὰρ καὶ βούλει, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ' οὐ δυνήσῃ, ἕως ἂν ὁ Θεὸς ὀρέξῃ χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. Καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἀπ' ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· δεικνὺς ἐνταῦθα, ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ, καὶ ὅτι πανταχοῦ τούτῳ ἕπεσθαι δεῖ, καὶ τοῦτο ἐπιζητεῖν. Καὶ ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας. Μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. Καὶ ἐκ τρίτου πάλιν τὸ αὐτὸ ἀπελθὼν ἐφθέγξατο, βεβαιῶν ὅτι ἄνθρωπος γέγονε. Τὸ γὰρ δεύτερον καὶ τρίτον ἀληθείας μάλιστά ἐστιν ἐν ταῖς Γραφαῖς ἐνδεικτικόν· ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγε τῷ Φαραώ· Ἐκ δευτέρου ἐφάνη σοι τὸ ἐνύπνιον; ὑπὲρ ἀληθείας, καὶ τοῦ πιστωθῆναί σε ὅτι τοῦτο ἔσται πάντως, τοῦτο γέγονε. Διὰ τοῦτο καὶ αὐτὸς καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον τὸ αὐτὸ ἐφθέγξατο, ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. Καὶ τίνος ἕνεκεν ἦλθεν ἐκ δευτέρου; Ὥστε αὐτοὺς ἐλέγξαι, ὅτι οὕτως ἐβαπτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. Οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, δηλῶν τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμηθέντες ἠδύναντο καρτερῆσαι. Οὐ διυπνίζει δὲ καὶ ἐπιτιμᾷ πάλιν, ὥστε μὴ πλῆξαι πεπληγότας, ἀλλ' ἀπελθὼν καὶ προσευξάμενος καὶ ἐπανελθών φησι· Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε. Καὶ μὴν τότε γρηγορῆσαι ἔδει· ἀλλὰ δεικνὺς, ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δεινῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν παραδοθῆναι, Καθεύδετε λοιπὸν, φησὶ, καὶ ἀναπαύεσθε. Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Δείκνυσι πάλιν ὅτι οἰκονομίας ἦν τὸ γινόμενον.
83.2.1
Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Εἰς χεῖρας ἁμαρτωλῶν, ἀνίστησιν αὐτῶν τὰ φρονήματα, δηλῶν ὅτι τῆς ἐκείνων πονηρίας τὸ ἔργον ἦν, οὐ τοῦ αὐτὸν ὑπεύθυνον εἶναι πλημμελήματι. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. Διὰ πάντων γὰρ αὐτοὺς ἐπαίδευσεν, ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, οὐδὲ ἀσθενείας, ἀλλ' οἰκονομίας τινὸς ἀποῤῥήτου. Καὶ γὰρ προῄδει ἥξοντα, καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει. Ἔτι γοῦν αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Καλά γε τῶν ἱερέων τὰ σκεύη· μετὰ μαχαιρῶν καὶ ξύλων ἐπέρχονται. Καὶ Ἰούδας, φησὶ, μετ' αὐτῶν, εἷς τῶν δώδεκα. Πάλιν αὐτὸν τῶν δώδεκα καλεῖ, καὶ οὐκ αἰσχύνεται. Ὁ δὲ παραδιδοὺς ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι κρατήσατε αὐτόν. Βαβαί! πόσην ἐδέξατο πονηρίαν ἡ τοῦ προδότου ψυχή! Ποίοις γὰρ ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν Διδάσκαλον; ποίῳ στόματι ἐφίλει; Ὢ τῆς μιαρᾶς γνώμης! τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποῖον σύμβολον ἔδωκε τῆς προδοσίας; Ὃν ἂν φιλήσω, φησίν. Ἐθάῤῥει τῇ ἐπιεικείᾳ τοῦ Διδασκάλου· ὃ μάλιστα πάντωνἱκανὸν ἦν αὐτὸν ἐντρέψαι, καὶ πάσης αὐτὸν ἀποστερῆσαι συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου. Τίνος δὲ ἕνεκεν τοῦτό φησιν; Ἐπειδὴ πολλάκις κατασχεθεὶς ὑπ' αὐτῶν διεξῆλθεν, οὐκ εἰδότων αὐτῶν. Ἀλλ' ὅμως καὶ τότε ἂν τοῦτο ἐγένετο, εἰ μὴ αὐτὸς ἐβουλήθη. Τοῦτο γοῦν αὐτὸ παιδεῦσαι αὐτὸν βουλόμενος, καὶ τότε ἐπήρωσεν αὐτῶν τὰς ὄψεις, καὶ αὐτὸς ἠρώτα, Τίνα ζητεῖτε; Καὶ οὐκ ᾔδεσαν, καίτοι μετὰ φανῶν καὶ λαμπάδων ὄντες, καὶ τὸν Ἰούδαν μεθ' ἑαυτῶν ἔχοντες. Εἶτα ἐπειδὴ εἶπον, Ἰησοῦν, λέγει· Ἐγώ εἰμι ὃν ζητεῖτε· καὶ ἐνταῦθα πάλιν, Ἑταῖρε, ἐφ' ᾧ πάρει; Μετὰ γὰρ τὸ δεῖξαι τὴν ἰσχὺν τὴν ἑαυτοῦ, τότε λοιπὸν συνεχώρησεν. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι καὶ ἕως αὐτῆς αὐτὸν διώρθου τῆς ὥρας λέγων· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; φησίν. Ἀλλ' ὅμως ἐπειδὴ μηδὲ τοῦτο αὐτὸν διεκώλυσε, καὶ φιληθῆναι κατεδέξατο, καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ' αὐτὴν τὴν νύκτα, καθ' ἣν τὸ πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο. Ἀλλ' ὅμως οὐδὲν ἂν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορήτου κολάσεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν, καὶ τῆς ἐπιεικείας, [καὶ τῆς πραότητος,] καὶ τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερος γέγονε. Ταῦτ' οὖν εἰδότες, φεύγωμεν πλεονεξίαν. Ἐκείνη γὰρ αὐτὸν, ἐκείνη τότε ἐξεβάκχευσεν· ἐκείνη πρὸς ἐσχάτην ὠμότητα καὶ ἀπανθρωπίαν γυμνάζει τοὺς ἁλόντας. Ὅταν γὰρ τῆς οἰκείας ἀπογνῶναι ποιῇ σωτηρίας, πολλῷ μᾶλλον τῆς τῶν ἄλλων ὑπερορᾷν παρασκευάζει. Καὶ οὕτω τυραννικόν ἐστι τὸ πάθος, ὡς καὶ τοῦ δριμυτάτου ἔρωτος τῶν σωμάτων περιγενέσθαι ποτέ. Διὸ καὶ σφόδρα ἐγκαλύπτομαι, ὅτι χρημάτων μὲν φειδόμενοι πολλάκις ἐχαλίνωσαν ἀκολασίαν πολλοί· διὰ δὲ τὸν τοῦ Χριστοῦ φόβον οὐκ ἠθέλησαν σωφρόνως ζῇν καὶ μετὰ σεμνότητος. Διὸ δὴ φεύγωμεν αὐτήν· οὐ γὰρ παύσομαι ἀεὶ τοῦτο λέγων. Τί γὰρ συνάγεις, ἄνθρωπε, χρυσίον; τί τὴν δουλείαν πικροτέραν ἐργάζῃ; τί τὴν φυλακὴν χαλεπωτέραν; τί τὴν φροντίδα δριμυτέραν ποιεῖς; Νόμισον εἶναι σὰ τὰ ἐν τοῖς μετάλλοις κατωρυγμένα ψήγματα, τὰ ἐν τοῖς βασιλείοις. Καὶ γὰρ εἴπερ εἶχες τὸν ὄγκον ἐκεῖνον, ἐφύλαξας ἂν μόνον, καὶ οὐκ ἂν ἐχρήσω. Εἰ γὰρ νῦν τοῖς οὖσιν οὐ κέχρησαι, ἀλλ' ὡς ἀλλοτρίων ἀπέχῃ, πολλῷ μᾶλλον εἰ τὰ πλείονα εἶχες, τοῦτο ἂν ἔπαθες. Καὶ γὰρ εἰώθασιν οἱ φιλάργυροι, ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αὐτῶν φείδεσθαι. Ἀλλ' οἶδα, φησὶν, ὅτι ἐμὰ ταῦτα. Οὐκοῦν ἐν ὑπολήψει μόνον, οὐκ ἐν ἀπολαύσει ἡ κτῆσις. Ἀλλ' ἔμελλον ἀνθρώποις εἶναι, φησὶ, φοβερός. Εὐχείρωτος μὲν οὖν μᾶλλον καὶ πλουσίοις καὶ πένησι, καὶ λῃσταῖς, καὶ συκοφάνταις, καὶ οἰκέταις, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐπιβουλεύειν βουλομένοις, τούτοις ἂν ἐγένου. Εἰ γὰρ βούλει εἶναι φοβερὸς, ἔκκοπτε τὰς λαβὰς, δι' ὧν δύνανταί σε ἑλεῖν καὶ λυπῆσαι πάντες οἱ τοῦτο ἐσπουδακότες. Ἢ οὐκ ἀκούεις τῆς παροιμίας λεγούσης, ὅτι Τὸν πένητα καὶ γυμνὸν οὐδὲ ἑκατὸν ὁμοῦ συνελθόντες δύνανται ἀποδῦσαί ποτε; Μεγίστην γὰρ ἔχει προστάτιντὴν πενίαν, ἢν οὐδὲ ὁ βασιλεύων αὐτὸς χειρώσασθαι δύναιτ' ἂν καὶ ἑλεῖν.
83.3.1
Τὸν μέντοι φιλάργυρον ἅπαντες ὁμοῦ λυποῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους, ὅπου καὶ σῆτες καὶ σκώληκες ἐπιστρατεύουσι τῷ τοιούτῳ; Καὶ τί λέγω σῆτας; Ὁ χρόνος ὁ πολὺς ἀρκεῖ μόνος, καὶ μηδενὸς ἐνοχλοῦντος, τὰ μέγιστα ἀδικῆσαι τὸν τοιοῦτον. Τίς οὖν ἡ τοῦ πλούτου ἡδονή; Ἐγὼ μὲν γὰρ αὐτοῦ τὰς ἀηδίας βλέπω· σὺ δέ μοι τὴν ἡδονὴν εἰπέ. Καὶ τίνες αἱ ἀηδίαι; φησί. Φροντίδες, ἐπιβουλαὶ, ἀπέχθειαι, μῖσος, φόβος, τὸ ἀεὶ διψῇν καὶ ἐν ὀδύνῃ εἶναι. Καὶ γὰρ εἴ τις συμπλέκοιτο κόρῃ ἐρωμένῃ, τὴν δὲ ἐπιθυμίαν ἐμπλῆσαι μὴ δύναιτο, τὴν ἐσχάτην ὑπομένει βάσανον. Οὕτω καὶ ὁ πλουτῶν. Ἔχει μὲν γὰρ τὴν εὐπορίαν, καὶ συγγίνεται αὐτῇ· ἐμπλῆσαι δὲ οὐ δύναται τὴν ἐπιθυμίαν ἅπασαν, ἀλλὰ συμβαίνει ταὐτὸν, οἷόν τίς φησι σοφὸς ἀνήρ· Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν· καὶ, Ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον, καὶ στενάζων· οὕτως οἱ πλουτοῦντες ἅπαντες. Τί ἄν τις τἄλλα λέγοι; πῶς πᾶσίν ἐστιν ἀηδὴς ὁ τοιοῦτος, τοῖς οἰκέταις, τοῖς γεωργοῖς, τοῖς γείτοσι, τοῖς τὰ πολιτικὰ πράττουσι, τοῖς ἀδικουμένοις, τοῖς οὐκ ἀδικουμένοις, τῇ γυναικὶ μάλιστα ἁπάντων, τοῖς παιδίοις πλέον ἁπάντων; Οὐδὲ γὰρ ὡς ἐλευθέρους, ἀλλ' ἀνδραπόδων καὶ ἀργυρωνήτων ἀθλιώτερον αὐτοὺς ἐκτρέφει. Καὶ μυρίας ὀργῆς καὶ λύπης καὶ παροινίας καὶ γέλωτος ἀφορμὰς καθ' ἑαυτοῦ παρέξει, κοινὴ πᾶσι κωμῳδία προκείμενος. Καὶ αἱ μὲν ἀηδίαι αὗται, καὶ τούτων πλείους ἴσως· οὐ γὰρ ἄν τις αὐτὰς πάσας ἐπέλθοι τῷ λόγῳ ποτὲ, ἀλλ' ἡ πεῖρα παραστῆσαι δυνήσεται. Σὺ δέ μοι τὴν ἡδονὴν λέγε τὴν ἐντεῦθεν. Δοκῶ πλουτεῖν, φησὶ, καὶ νομίζομαι πλουτεῖν. Καὶ ποία ἡδονὴ τὸ νομίζεσθαι; Φθόνου μὲν οὖν ὄνομα μέγιστον. Καὶ γὰρ ὄνομα μόνον ἐστὶν ὁ πλοῦτος, πράγματος ἔρημον. Ἀλλὰ καὶ ἐντρυφῶν εὐφραίνεται τῇ ὑπολήψει ταύτῃ, φησὶν, ὁ πλουτῶν. Εὐφραίνεται ὑπὲρ ὧν ἀλγεῖν ἔδει. Ἀλγεῖν; διατί; φησί. Ὅτι τοῦτο αὐτὸν πρὸς πάντα ἄχρηστον ἐργάζεται, καὶ δειλὸν καὶ ἄνανδρον, καὶ πρὸς ἀποδημίαν καὶ πρὸς θάνατον· καὶ γὰρ διπλοῦν ἡγεῖται τοῦτον, μᾶλλον τῶν χρημάτων, ἢ τοῦ φωτὸς ἐπιθυμῶν. Τὸν τοιοῦτον οὐδὲ ὁ οὐρανὸς τέρπει, ὅτι μὴ χρυσίον φέρει· οὐδὲ ὁ ἥλιος, ἐπειδὴ μὴ χρυσᾶς ἀκτῖνας ἀφίησιν. Ἀλλ' εἰσί τινες, οἳ καὶ ἀπολαύουσι τῶν ὄντων, φησὶ, τρυφῶντες γαστριζόμενοι, μεθύοντες, πολυτελῶς δαπανῶντες. Τοὺς χείρονάς μοι τούτων λέγεις. Ἐκεῖνοι γὰρ μάλιστά εἰσιν, οἳ οὐκ ἀπολαύουσιν. Οὗτος μὲν γὰρ κἂν ἑτέρων ἀπέχεται κακῶν, ἑνὶ προσδεδεμένος ἔρωτι· ἐκεῖνοι δὲ τούτων χείρους, πρὸς τοῖς εἰρημένοις ἑτέρων δεσποινῶν χαλεπῶν συρφετὸν ἐπεισάγοντες, καὶ καθάπερ τυράννοις τισὶ χαλεποῖς, τῇ γαστρὶ, τῇ τῶν σωμάτων ἡδονῇ, τῇ μέθῃ, καὶ ταῖς ἄλλαις ἀκολασίαις καθ' ἑκάστην λειτουργοῦντες τὴν ἡμέραν, πόρνας τρέφοντες, δεῖπνα πολυτελῆ κατασκευάζοντες, παρασίτους, κόλακας ὠνούμενοι, ἐπὶ τοὺς παρὰ φύσιν ἐκπίπτοντες ἔρωτας, μυρίοις νοσήμασιν ἐκ τούτων καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν περιβάλλοντες. Οὐδὲ γὰρ εἰς χρείαν ἀναλίσκουσι τὰ ὄντα, ἀλλ' εἰς τὸ φθεῖραι τὸ σῶμα, καὶ συνδιαφθεῖραι τούτῳ τὴν ψυχήν· καὶ ταὐτὸν ποιοῦσιν, οἷον ἂν εἴ τις τὸ σῶμα κοσμῶν, δοκοίη εἰς τὴν ἑαυτοῦ χρείαν ἀναλίσκειν. Ὥστε ἐκεῖνος μόνος ἡδονῆς ἀπολαύει, καὶ κύριός ἐστι τῶν ὄντων, ὁ χρώμενοςεἰς δέον τῷ πλούτῳ· οὗτοι δὲ δοῦλοι καὶ αἰχμάλωτοι· καὶ γὰρ τὰ πάθη τοῦ σώματος ἐπιτρίβουσι, καὶ τὰ νοσήματα τῆς ψυχῆς. Ποία οὖν αὕτη ἀπόλαυσις, ὅπου πολιορκία καὶ πόλεμος, καὶ χειμὼν θαλαττίας πάσης ζάλης χαλεπώτερος; Κἂν γὰρ ἀνοήτους ὁ πλοῦτος λάβῃ, ἀνοητοτέρους ἐργάζεται· κἂν ἀσελγεῖς, ἀσελγεστέρους. Καὶ τί τῷ πένητι, φησὶ, τῆς συνέσεως ὄφελος; Εἰκότως ἀγνοεῖς. Οὐδὲ γὰρ ὁ τυφλὸς οἶδε, τί τοῦ φωτὸς τὸ κέρδος. Ἄκουσον τοῦ Σολομῶνος λέγοντος, ὅτι Ὅσον τὸ μέσον σκότους καὶ φωτὸς, τοσαύτη ἡ περιουσία τοῦ σοφοῦ ὑπὲρ τὸν ἄφρονα. Ἀλλὰ τὸν ἐν σκότῳ πῶς διδάξομεν; Σκότος γάρ ἐστιν ὁ τῶν χρημάτων ἔρως, οὐδὲν ἀφιεὶς τῶν ὄντων φαίνεσθαι ὡς ἔστιν, ἀλλ' ἑτέρως. Καθάπερ γὰρ ὁ ἐν σκότῳ, κἂν χρυσοῦν ἴδῃ σκεῦος, κἂν λίθον τίμιον, κἂν ἁλουργὰ ἱμάτια, οὐδὲν εἶναι νομίζει· οὐ γὰρ ὁρᾷ αὐτῶν τὸ κάλλος· οὕτω καὶ ὁ ἐν φιλαργυρίᾳ οὐκ οἶδε τῶν περισπουδάστων, ὡς χρὴ, τὸ κάλλος. Διασκέδασόν μοι τὴν ἀχλὺν τὴν ἀπὸ τοῦ πάθους τούτου, καὶ τότε ὄψει τῶν πραγμάτων τὴν φύσιν. Οὐδαμοῦ δὲ ταῦτα οὕτω φαίνεται, ὡς ἐν πενίᾳ· οὐδαμοῦ οὕτως ἐλέγχεται τὰ δοκοῦντα μὲν εἶναι, οὐκ ὄντα δὲ, ὡς ἐν φιλοσοφίᾳ.
83.4.1
Ἀλλ' ὢ τῶν ἀνοήτων ἀνθρώπων, οἳ καὶ καταρῶνται τοῖς πένησι, καί φασι καταισχύνεσθαι καὶ οἰκίας καὶ βίον ὑπὸ πενίας· πάντα φύροντες! Τί γάρ ἐστιν αἰσχύνη οἰκίας; εἰπέ μοι. Οὐκ ἔχει κλίνην ἐξ ἐλέφαντος, οὐδὲ ἀργυρᾶ σκεύη, ἀλλ' ἐξ ὀστράκου πάντα καὶ ξύλων. Τοῦτο μὲν οὖν μεγίστη δόξα οἰκίας καὶ περιφάνεια. Τὸ γὰρ τῶν βιωτικῶν ἀμελεῖν εἰς τὴν ἐπιμέλειαν τῆς ψυχῆς πολλάκις ποιεῖ τὴν σχολὴν ἀναλίσκεσθαι πᾶσαν. Ὅταν οὖν πολλὴν ἐν τοῖς ἔξω τὴν ἐπιμέλειαν ἴδῃς, τότε αἰσχύνθητι ἐπὶ τῇ πολλῇ ἀσχημοσύνῃ. Σχῆμα γὰρ μάλιστα αἱ τῶν πλουτούντων οὐκ ἔχουσιν οἰκίαι. Ὅταν γὰρ ἴδῃς ξύλα περιβεβλημένα τάπησι, καὶ κλίνας ἀργύρῳ ἐνδεδεμένας, ὥσπερ ἐν τῷ θεάτρῳ, ὥσπερ ἐν τῇ πομπῇ τῆς σκηνῆς, τί ταύτης τῆς ἀσχημοσύνης ἴσον γένοιτ' ἄν; Ποία γὰρ μᾶλλον οἰκία ἔοικε τῇ ὀρχήστρᾳ καὶ τοῖς ἐπὶ τῆς ὀρχήστρας; ἡ τοῦ πλουσίου, ἢ ἡ τοῦ πένητος; Οὐκ εὔδηλον, ὅτι ἡ τοῦ πλουσίου; Οὐκοῦν αὕτη ἀσχημοσύνης γέμει. Ποία οἰκία ἔοικε τῇ τοῦ Παύλου, τῇ τοῦ Ἀβραάμ; Εὔδηλον ὅτι ἡ τοῦ πένητος. Οὐκοῦν αὕτη μάλιστα κεκαλλώπισται καὶ εὐδοκιμεῖ. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο μάλιστα κόσμος οἰκίας. εἴσελθε εἰς τὴν οἰκίαν τοῦ Ζακχαίου, καὶ μάθε, ὅτε ἔμελλεν εἰς αὐτὴν εἰσιέναι ὁ Χριστὸς, πῶς αὐτὴν ἐκόσμησεν ἐκεῖνος. Οὐ γὰρ ἔδραμε πρὸς τοὺς γείτονας, ἀμφίθυρα αἰτῶν καὶ καθέδρας καὶ βάθρα ἐξ ἐλέφαντος πεποιημένα, οὐδὲ ἐξέβαλεν ἐκ τῶν ταμιείων τὰ ἐπιβλήματα τὰ Λακωνικά· ἀλλ' ἐκόσμησε κόσμῳ τῷ Χριστῷ πρέποντι. Τίς δὲ οὗτος ἦν; Τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω, φησὶ, πτωχοῖς, καὶ οὗ ἂν ἥρπασα, τετραπλασίονα ἀποδώσω. Οὕτω καὶ ἡμεῖς κοσμῶμεν τὰς οἰκίας, ἵνα καὶ πρὸς ἡμᾶς εἰσέλθῃ ὁ Χριστός. Ταῦτα καλὰ τὰ ἀμφίθυρα, ταῦτα ἐν οὐρανοῖς κατασκευάζεται, ἐκεῖ ὑφαίνεται. Ἔνθα ἂν ταῦτα ᾖ, ἐκεῖ καὶ ὁ τῶν οὐρανῶν Βασιλεύς. Ἂν δὲ ἑτέρως κοσμῇς, τὸν διάβολον καλεῖς, καὶ τὸν ἐκείνου χορόν. Ἦλθε καὶ εἰς τὴν οἰκίαν τοῦ τελώνου Ματθαίου. Τί οὖν καὶ οὗτος ἐποίησε; Τῇ προθυμίᾳ πρότερον ἑαυτὸν ἐκόσμησε, καὶ τῷ πάντα ἀφεῖναι καὶ ἀκολουθῆσαι αὐτῷ. Οὕτω καὶ ὁ Κορνήλιος ἐκόσμει τὴν οἰκίαν εὐχαῖς καὶ ἐλεημοσύναις· διὸ καὶ μέχρι σήμερον ὑπὲρ αὐτὰ λάμπει τὰ βασίλεια. Καὶ γὰρ οἰκίας εὐτέλεια, οὐ σκεύη κείμενα ἁπλῶς, οὐδὲ κλίνη ἠμελημένη, οὐδὲ τοῖχοι καπνοῦ γέμοντες, ἀλλ' ἡ τῶν ἐνοικούντων κακία. Καὶ δείκνυσιν ὁ Χριστός· εἰς μὲν γὰρ τὴν τοιαύτην, ἂν ᾖ ἐνάρετος ὁ κατοικῶν, οὐκ ἐπαισχύνεται εἰσελθεῖν· εἰς δὲ ἐκείνην, κἂν χρυσοῦν ὄροφον ἔχῃ, οὐδέποτε εἰσελεύσεται. Ὥστε αὕτη μὲν τῶν βασιλείων λαμπροτέρα, τὸν πάντων Δεσπότην δεχομένη· ἐκείνη δὲ, μετὰ τοῦ ὀρόφου τοῦ χρυσοῦ καὶ τῶν κιόνων, ἀμάραις καὶ ὀχετοῖς ἔοικεν ἀκαθάρτοις, σκεύη τοῦ διαβόλου ἔχουσα. Ταῦτα δὲ ἡμῖν οὐ περὶ τῶν πλουτούντων εἰς δέον, ἀλλὰ περὶ τῶν πλεονεκτούντων καὶ φιλαργύρων εἴρηται. Οὐδὲ γὰρ ἐκεῖ σπουδὴ, οὐδὲ φροντὶς ὑπὲρ τῶν ἀναγκαίων, ἀλλ' ὑπὲρ τοῦ γαστρίζεσθαι καὶ μεθύειν, καὶ ἕτερα τοιαῦτα ἀσχημονεῖν· ἐνταῦθα δὲ ὑπὲρ τοῦ φιλοσοφεῖν. Διὰ ταῦτα οὐδαμοῦ εἰσῆλθεν εἰς οἰκίαν λαμπρὰν ὁ Χριστὸς, ἀλλ' εἰς τὴν τοῦ τελώνου καὶ ἀρχιτελώνου καὶ ἁλιέως, τὰ βασίλεια ἀφεὶς, καὶ τοὺς τὰ μαλακὰ ἐνδεδυμένους ἱμάτια. Εἰ τοίνυν αὐτὸν βούλει καλέσαι καὶ σὺ, κόσμησον τὴν οἰκίαν ἐλεημοσύναις, εὐχαῖς, ἱκετηρίαις, παννυχίσι. Ταῦτα τοῦ βασιλέως Χριστοῦ τὰ ἀναθήματα, ἐκεῖνα δὲ τοῦ μαμωνᾶ, τοῦ ἐχθροῦ τοῦ Χριστοῦ. Μηδεὶς τοίνυν ἐγκαλυπτέσθω οἰκίαν ἔχων εὐτελῆ, ἂν ταῦτα ἔχῃ τὰ ἐπιβλήματα· μηδεὶς πλούσιος φρονείτω μέγα, οἰκίαν ἔχων πολυτελῆ, ἀλλ' ἐγκαλυπτέσθω μᾶλλον, καὶ ταύτην ζηλούτω, ἐκείνην ἀφείς· ἵνα καὶ ἐνταῦθα τὸν Χριστὸν ὑποδέξηται, καὶ ἐκεῖ τῶν αἰωνίων ἀπολαύσῃ σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ
83.84.1
Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατά ξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται. Ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι ἄρτι πλείους ἢ δώδεκα λεγεῶ νας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτω δεῖ γενέσθαι, Τίς ἦν ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν, ὅτι ὁ Πέτρος. Τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα. Ἀλλ' ἐκεῖνο ἄξιον ζητῆσαι, τίνος ἕνεκεν μαχαίρας ἐβάσταζον; Ὅτι γὰρ ἐβάσταζον, οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἐξ ὧν ἐρωτηθέντες εἶπον, ὅτι Εἰσὶν ὧδε δύο. Τίνος δὲ ἕνεκεν καὶ ἐπέτρεψεν αὐτοῖς ὁ Χριστὸς ἔχειν; Καὶ γὰρ τοῦτό φησιν ὁ Λουκᾶς, ὅτι εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Καὶ ἐπειδὴ εἶπον, Οὐδενὸς, εἶπεν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγορασάτω μάχαιραν. Καὶ ἐπειδὴ εἶπον, ὅτι Εἰσὶ μάχαιραι ὧδε δύο, εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι. Τίνος οὖν ἕνεκεν εἴασεν ἔχειν; Πιστούμενος αὐτοὺς, ὅτι παραδοθήσεται. Διὰ τοῦτο λέγει αὐτοῖς, Ἀγορασάτω μάχαιραν· οὐχ ἵνα ὁπλίσωνται· ἄπαγε· ἀλλὰ διὰ τούτου τὴν παράδοσιν δηλῶν. Καὶ τίνος ἕνεκεν καὶ πήραν φησίν; Ἐπαίδευεν αὐτοὺς λοιπὸν νήφειν καὶ ἐγρηγορέναι, καὶ πολλῇ καὶ οἰκείᾳ κεχρῆσθαι σπουδῇ. Ἐν ἀρχῇ μὲν γὰρ ὡς ἀπείρους ὄντας πολλῇ ἔθαλπε τῇ δυνάμει· λοιπὸν δὲ ὥσπερ νεοττοὺς καλιᾶς ἐξαγαγὼν κελεύει καὶ τοῖς οἰκείοις κεχρῆσθαι πτεροῖς. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι δι' ἀσθένειαν αὐτοὺς ἐᾷ, κελεύων καὶ αὐτοὺς τὰ παρ' ἑαυτῶν ἐνεργεῖν, ὑπομιμνήσκει τῶν προτέρων, λέγων· Ὅτε ἀπέστειλα ὑμᾶς χωρὶς βαλαντίου, μή τινος ὑστερήσατε; ἵνα δι' ἀμφοτέρων μάθωσιν αὐτοῦ τὴν ἰσχὺν, καὶ δι' ὧν προέστη, καὶ δι' ὧν ἐγκαταλιμπάνει νῦν ἠρέμα. Ἀλλὰ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; Ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες. Εἰκὸς οὖν καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας, ὅτι ἥξουσί τινες ἐπ' αὐτὸν, λαβεῖν εἰς βοήθειαν, ὡς πολεμήσοντας ὑπὲρ τοῦ Διδασκάλου· ὃ τῆς ἐκείνων γνώμης ἦν μόνον. Διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος, καὶ μετὰ σφοδρᾶς τῆς ἀπειλῆς. Καὶ γὰρ ἠμύνατο τὸν οἰκέτην ἐλθόντα, θερμῶς μὲν, πλὴν οὐχ ἑαυτῷ ἀμύνων, ἀλλ' ὑπὲρ τοῦ Διδασκάλου τοῦτο ποιῶν. Οὐ μὴν ἀφῆκέ τινα γενέσθαι βλάβην ὁ Χριστός. Καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο φιλοστόργως, καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ, Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς, εὐθέως ἐπείσθη, καὶ μετὰ ταῦτα οὐδαμοῦ τοῦτο ποιεῖ. Ἕτερος δέ φησιν, ὅτι καὶ ἠρώτησαν, Εἰ πατάξομεν· αὐτὸς δὲ ἐκώλυσε, καὶ ἰάσατο ἐκεῖνον, καὶ τῷ μαθητῇ ἐπετίμησε, καὶ ἠπείλησεν, ἵνα πείσῃ. Πάντες γὰρ οἱ λαβόντες μάχαιραν, φησὶν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. Καὶ λογισμὸν προστίθησι, λέγων· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Ἀλλ' ἵνα πληρωθῶσιν αἱ Γραφαί. Διὰ τούτων τὸν θυμὸν αὐτῶν ἔσβεσε, δεικνὺς ὅτι καὶ ταῖς Γραφαῖς τοῦτο δοκεῖ. Διὰ τοῦτο κἀκεῖ ηὔξατο, ἵνα πράως ἐνέγκωσι τὸ συμβὰν, μαθόντες ὅτι κατὰ Θεοῦ πάλιν γίνεται γνώμην. Καὶ δύο τούτοις αὐτοὺς παρεμυθήσατο, τῇ τε τιμωρίᾳ τῶν ἐπιβουλευόντων· Πάντες γὰρ οἱ λαβόντες, φησὶ, μάχαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· καὶ τῷ μὴ ἄκων ταῦτα ὑπομεῖναι· Δύναμαι γὰρ, φησὶ, παρακαλέσαι τὸν Πατέρα μου. Καὶ διατί οὐκ εἶπεν· Ἢ δοκεῖτε, ὅτι οὐ δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι; Ὅτι πιθανώτερος μᾶλλον ἦν τοῦτο λέγων· οὐδέπω γὰρ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον. Καὶ πρὸ μικροῦ δὲ ἦν εἰρηκὼς, ὅτι Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Πάτερ, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον· καὶ ἀγωνιῶν ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ ἀγγέλου ἐνισχυόμενος. Ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἰρήκει, ὅτι Δοκεῖτε, ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; Διὰ τοῦτόφησι· Τί δοκεῖτε, ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα μου; Καὶ αὐτὸ πάλιν ταπεινῶς ἀπαγγέλλει εἰπών· Παραστήσει μοι δώδεκα λεγεῶνας ἀγγέλων. Εἰ γὰρ εἷς ἄγγελος ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας ἀνεῖλεν ὡπλισμένας, τί δώδεκα λεγεώνων ἔδει ἐπὶ χιλίους ἀνθρώπους; Ἀλλὰ πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν ἀσθένειαν σχηματίζει τὸν λόγον· καὶ γὰρ ἀποτεθνηκότες ἦσαν τῷ δέει. Διὰ τοῦτο καὶ τὰς Γραφὰς ἐπιτειχίζει λέγων· Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί; φοβῶν αὐτοὺς κἀντεῦθεν. Εἰ γὰρ ἐκείναις τοῦτο δοκεῖ, ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες;
83.5.1
Καὶ πρὸς μὲν τοὺς μαθητὰς ταῦτα, πρὸς δὲ ἐκείνους φησίν· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ὅρα πόσα ποιεῖ τὰ δυνάμενα αὐτοὺς διαναστῆσαι. Ὑπτίους ἔῤῥιψε, τὸ ὠτίον τοῦ οἰκέτου ἰάσατο, ἠπείλησεν αὐτοὺς σφαγήν· Ἐν μαχαίρᾳ γὰρ ἀπολοῦνται, φησὶν, οἱ λαβόντες μάχαιραν· ἀπὸ τῆς τοῦ ὠτίου θεραπείας καὶ ταῦτα ἐπιστώσατο· πάντοθεν ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν μελλόντων ἐμφαίνων αὐτοῦ τὴν δύναμιν, καὶ δεικνὺς ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον γέγονε τὸ κρατῆσαι αὐτόν. Διὸ καὶ ἐπάγει· Καθ' ἡμέραν μεθ' ὑμῶν ἤμην, καὶ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· κἀντεῦθεν δηλῶν, ὅτι τῆς αὐτοῦ συγχωρήσεως ἦν τὸ ἑλεῖν. Τὰ θαύματα παραδραμὼν, τὴν διδασκαλίαν λέγει, ἵνα μὴ δόξῃ κομπάζειν. Ὅτε ἐδίδασκον, οὐκ ἐκρατήσατέ με· ὅτε ἐσίγησα, ἐπήλθετε; Ἐν τῷ ἱερῷ ἤμην, καὶ οὐδεὶς κατέσχε· νυνὶ δὲ ἀωρὶ καὶ μέσων νυκτῶν ἐπέστητε μετὰ μαχαιρῶν καὶ ξύλων; Τί τούτων ἐδέησε τῶν ὅπλων ἐπὶ τὸν μεθ' ὑμῶν ὄντα ἀεί; ἀπὸ τούτων διδάσκων, ὅτι εἰ μὴ ἑκὼν ἐνέδωκεν, οὐδ' ἂν τότε ἴσχυσαν. Οὐδὲ γὰρ ἂν οἱ τὸν ἐν χερσὶν ὄντα μὴ δυνηθέντες κατασχεῖν, καὶ μέσον αὐτὸν λαβόντες καὶ μὴ περιγενόμενοι, οὔτε τότε ἂν ἴσχυσαν, εἰ μὴ ἠθέλησεν. Εἶτα καὶ τὴν ἀπορίαν λύει, διατί τότε ἠβουλήθη. Τοῦτο γὰρ γέγονε, φησὶν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. Εἶδες πῶς μέχρι τῆς ἐσχάτης ὥρας, καὶ ἐν αὐτῷ τῷ παραδοθῆναι, πάντα ἐποίει πρὸς διόρθωσιν τὴν ἐκείνων, θεραπεύων, προφητεύων, ἀπειλῶν· Ἐν μαχαίρᾳ γὰρ, φησὶν, ἀπολοῦνται· δεικνὺς ὅτι ἑκὼν πάσχει· Καθ' ἡμέραν γὰρ μεθ' ὑμῶν, φησὶν, ἤμην διδάσκων· τὴν πρὸς τὸν Πατέρα συμφωνίαν δηλῶν· Ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν. Διατί δὲ μὴ ἐν τῷ ἱερῷ αὐτὸν ἐκράτησαν; Ὅτι οὐκ ἂν ἐτόλμησαν ἐν τῷ ἱερῷ διὰ τὸν ὄχλον. Διὸ καὶ ἔξω ἐξῆλθε, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ καιροῦ διδοὺς αὐτοῖς ἄδειαν, καὶ μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν τὴν ἀπολογίαν. Ὁ γὰρ ἵνα πεισθῇ τοῖς προφήταις, καὶ ἑαυτὸν παραδοὺς, πῶς ἐναντία ἐδίδασκε; Τότε πάντες οἱ μαθηταὶ αὐτοῦ, φησὶν, ἀφέντες αὐτὸν ἔφυγον. Ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, ἔφυγον. Εἶδον γὰρ λοιπὸν, ὅτι οὐκέτι διαφυγεῖν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς Γραφὰς τοῦτο γίνεσθαι. Φυγόντων δὲ αὐτῶν, Ἄγουσιν αὐτὸν πρὸς Καϊάφαν· ὁ δὲ Πέτρος ἠκολούθησε καὶ εἰσῆλθεν, ἰδεῖν τί τὸ τέλος. Πολλὴ ἡ θερμότης τοῦ μαθητοῦ· οὐδὲ φεύγοντας ἰδὼν ἔφυγεν, ἀλλ' ἔστη καὶ συνεισῆλθεν. Εἰ δὲ καὶ Ἰωάννης, ἀλλὰ γνώριμος ἦν τῷ ἀρχιερεῖ. Καὶ διατί ἐκεῖ ἀπήγαγον αὐτὸν, ἔνθα ἦσαν πάντες συνηγμένοι; Ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων. Ἐκεῖνος γὰρ ἦν τότε ἀρχιερεὺς, καὶ πάντες ἦσαν αὐτὸν αὐτόθι ἀναμένοντες· οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τούτῳ. Οὐδὲ γὰρ ἔφαγον τότε τὸ πάσχα, φησὶν, ἀλλὰ διὰ τοῦτο ἠγρύπνουν. Εἰπὼν γὰρ, ὅτι πρωΐα ἐστὶν, ὁ Ἰωάννης, ἐπήγαγεν· Οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι ἐν ἑτέρᾳ ἡμέρᾳ ἔφαγον, καὶ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην. Οὐδὲ γὰρ ἂν ὁ Χριστὸς παρέβη τὸν καιρὸν τοῦ πάσχα, ἀλλ' ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ μυρίους καταπατοῦντες νόμους. Ἐπειδὴ γὰρ σφόδρα ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρήσαντες ἀνελεῖν, οὐκ ἴσχυσαν· τότε λαβόντες αὐτὸν ἀπροσδοκήτως, εἵλοντο καὶ τὸ πάσχα ἀφεῖναι, ὑπὲρ τοῦ τὴν φονικὴν αὐτῶν ἐμπλῆσαι ἐπιθυμίαν. Διὸ καὶ συνήχθησαν ἅπαντες, καὶ συνέδριον ἦν λοιμῶν, καὶ ἐρωτῶσί τινα, βουλόμενοι σχῆμα περιθεῖναι τῇ ἐπιβουλῇ ταύτῃ δικαστηρίου. Οὐδὲ γὰρ ἦσαν ἴσαι αἱ μαρτυρίαι, φησίν· οὕτω πεπλασμένον τὸ δικαστήριον ἦν, καὶ θορύβου πάντα καὶ ταραχῆς. Ἐλθόντες δὲ ψευδομάρτυρες ἔλεγον, ὅτι Οὗτος εἶπεν, ὅτι Λύσω τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ μὴν εἶπεν, ὅτι Ἐν τρισὶν, ἀλλ' οὐκ εἶπε, Λύω, ἀλλὰ, Λύσατε· καὶ οὐδὲ περὶ ἐκείνου, ἀλλὰ περὶ τοῦ σώματος τοῦ ἰδίου. Τί οὖν ὁ ἀρχιερεύς; Βουλόμενος αὐτὸν εἰς ἀπολογίαν καταστῆσαι, ἵνα ἐξ αὐτῆς αὐτὸν ἕλῃ, φησίν· Οὐκ ἀκούεις, τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ἐσίγα. Ἀνόνητα γὰρ ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος. Καὶ γὰρ σχῆμα τοῦτο δικαστηρίου ἦν μόνον· τὸ δὲ ἀληθὲς, λῃστῶν ἔφοδος, ὡς ἐν σπηλαίῳ καὶ ἐν ὁδῷ ἁπλῶς ἐπελθόντων. Διὸ ἐσίγα· ὁ δὲ ἐπέμενε λέγων· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁ δὲ εἶπε, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν. Τότε ὁ ἀρχιερεὺς διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ λέγων, Ἐβλασφήμησε. Τοῦτο δὲ ἐποίησε, σφοδροτέραν τὴν κατηγορίαν ποιῶν, καὶ τὸ λεχθὲν ἐπαίρων διὰ τοῦ πράγματος. Ἐπειδὴ γὰρ εἰς φόβον ἐνέβαλε τοὺς ἀκροατὰς τὸ εἰρημένον, ὅπερ ἐπὶ Στεφάνου πεποιήκασι, τὰ ὦτα συσχόντες, τοῦτο καὶ ἐνταῦθα οὗτος.
83.6.1
Καίτοι ποία βλασφημία αὕτη; Καὶ γὰρ ἔμπροσθεν ἦν εἰρηκὼς, συνηγμένων αὐτῶν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, καὶ ἡρμήνευσε τὸ εἰρημένον· καὶ οὐδὲν ἐτόλμησαν εἰπεῖν, ἀλλ' ἐσίγησαν, καὶ ἐξ ἐκείνου οὐκέτι λοιπὸν ἀντεῖπον. Πῶς οὖν νῦν βλασφημίαν τὸ εἰρημένον ἐκάλουν; Τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο; Πᾶσαν αὐτῶν ἀναιρῶνἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδασκεν, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν κρίνων τὴν οἰκουμένην, ὃ πολλὴν πρὸς αὐτὸν τὴν συμφωνίαν δηλοῦντος ἦν. Διαῤῥήξας τοίνυν αὐτοῦ τὰ ἱμάτιά φησι· Τί ὑμῖν δοκεῖ; Οὐ φέρει τὴν ψῆφον οἴκοθεν, ἀλλὰ παρ' ἐκείνων αὐτὴν ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων καὶ βλασφημίας δήλης ἐκκαλεῖται. Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι καὶ διάγνωσιν ἀκριβῆ, ἀπαλλάττει πάσης αὐτὸν αἰτίας, παρ' ἑαυτοῖς αὐτὸν καταδικάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγοντες, Ὑμεῖς ἠκούσατε τῆς βλασφημίας, μόνον οὐχὶ καταναγκάζοντες καὶ βιαζόμενοι τὴν ψῆφον ἐξενεγκεῖν. Τί οὖν ἐκεῖνοι; Ἔνοχός ἐστι θανάτου· ἵν' ὡς κατάδικον λαβόντες, οὕτω τὸν Πιλάτον λοιπὸν ἀποφήνασθαι παρασκευάσωσιν. Ὃ δὴ κἀκεῖνοι συνειδότες φασὶν, Ἔνοχος θανάτου ἐστίν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ δικάζοντες, αὐτοὶ ψηφιζόμενοι, πάντα αὐτοὶ γινόμενοι τότε. Πῶς δὲ οὐκ ἤνεγκαν τὰ σάββατα εἰς μέσον; Ὅτι πολλάκις αὐτοὺς ἐπεστόμισεν· ἄλλως δὲ καὶ ἐκ τῶν τότε λεγομένων ἐβούλοντο αὐτὸν ἑλεῖν καὶ καταδικάσαι. Καὶ προλαβὼν, καὶ τὴν ψῆφον παρ' αὐτῶν ἐνεγκὼν, καὶ πάντας ἐπισπασάμενος διὰ τοῦ ῥῆξαι τὸν χιτωνίσκον, ὡς κατάδικον λοιπὸν ἀπαγαγὼν πρὸς τὸν Πιλάτον, οὕτως ἅπαντα ἔπραττεν. Ἐπ' ἐκείνου γοῦν οὐδὲν τοιοῦτόν φασιν· ἀλλὰ τί; Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν· ἀπὸ δημοσίων ἐγκλημάτων ἀνελεῖν αὐτὸν ἐπιχειροῦντες. Καὶ διατί μὴ λάθρα αὐτὸν ἀνεῖλον; Ἠβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν ἤδη ἀκηκοότες αὐτοῦ, καὶ θαυμάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι, διὰ τοῦτο ἐσπούδασαν δημοσίᾳ καὶ ἐπὶ πάντων σφαγῆναι. Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν, ἀλλὰ τῇ ἐκείνων πονηρίᾳ εἰς τὴν τῆς ἀληθείας σύστασιν ἀπεχρήσατο, ὥστε κατάδηλον αὐτοῦ γενέσθαι τὸν θάνατον. Καὶ τοὐναντίον ἐξέβαινεν, ἤπερ ἐβούλοντο. Αὐτοὶ μὲν γὰρ ἐκπομπεύειν ἤθελον, ὡς ταύτῃ καταισχύνοντες· αὐτὸς δὲ καὶ δι' αὐτῶν τούτων μᾶλλον ἐξέλαμπε. Καὶ ὥσπερ ἔλεγον, Ἀνέλωμεν αὐτὸν, μήποτε ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν καὶ τὴν πόλιν καὶ τὸ ἔθνος, καὶ ἐπειδὴ ἀνεῖλον αὐτὸν, τοῦτο γέγονεν· οὕτω καὶ ἐνταῦθα, δημοσίᾳ αὐτὸν σταυρῶσαι ἐσπούδαζον, ἵνα βλάψωσιν αὐτοῦ τὴν δόξαν, καὶ τοὐναντίον ἐξέβη. Ἐπεὶ ὅτι γε ἐξουσίαν εἶχον καὶ καθ' ἑαυτοὺς ἀνελεῖν, ἄκουσον τί φησιν ὁ Πιλάτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Ἀλλ' οὐκ ἤθελον, ἵνα ὡς παράνομος, ὡς τύραννος, ὡς στασιώδης ἀνῃρῆσθαι δόξῃ. Διὰ τοῦτο καὶ λῃστὰς αὐτῷ συνεσταύρωσαν· διὰ τοῦτο καὶ ἔλεγον· Μὴ γράφε, ὅτι Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι Ἐκεῖνος εἶπε. Ταῦτα δὲ πάντα ὑπὲρ τῆς ἀληθείας ἐγίνετο, ὥστε μηδὲ σκιάν τινα αὐτοὺς ἔχειν ἀναισχύντου γοῦν ἀπολογίας. Καὶ ἐπὶ τοῦ τάφου δὲ ὁμοίως τὰ σήμαντρα καὶ αἱ φυλακαὶ μᾶλλον διαλάμψαι τὴν ἀλήθειαν ἐποίησαν· καὶ αἱ χλευασίαι καὶ τὰ σκώμματα καὶ αἱ λοιδορίαι τὸ αὐτὸ τοῦτο πάλιν ἐποίουν. Τοιοῦτον γὰρ ἡ πλάνη· δι' ὧν ἐπιβουλεύει, λύεται· οὕτω γοῦν καὶ ἐνταῦθα συνέβη. Οἱ μὲν γὰρ δοκοῦντες νενικηκέναι, οὗτοι μάλιστα καὶ ᾐσχύνθησαν, καὶ ἡττήθησαν, καὶ ἀπώλοντο· ὁ δὲ ἡττῆσθαι δοκῶν, οὗτος μάλιστα καὶ ἔλαμψε, καὶ ἐνίκησε κατὰ κράτος. Μὴ δὴ πανταχοῦ ζητῶμεν νικᾷν, μηδὲ πανταχοῦ τὸ ἡττᾶσθαι φεύγωμεν. Ἔστιν ὅπου νίκη μὲνφέρει βλάβην, ἧττα δὲ ὠφέλειαν. Καὶ γὰρ ἐπὶ τῶν θυμουμένων, δοκεῖ μὲν ὁ πολλὰ ὑβρικὼς κεκρατηκέναι· οὗτος δὲ μάλιστά ἐστιν ὁ ἡττηθεὶς ὑπὸ τοῦ χαλεπωτάτου πάθους, καὶ βλαβείς· ὁ δὲ ἐνεγκὼν γενναίως, οὗτος περιεγένετο καὶ ἐνίκησε. Καὶ ὁ μὲν οὐδὲ τὸ οἰκεῖον ἴσχυσε σβέσαι νόσημα· ὁ δὲ καὶ τὸ ἀλλότριον ἀνεῖλε· καὶ ὁ μὲν ὑπὸ τοῦ οἰκείου ἡττήθη· ὁ δὲ καὶ τοῦ ἀλλοτρίου περιεγένετο, καὶ οὐ μόνον αὐτὸς οὐ κατεκάη, ἀλλὰ καὶ τὴν ἑτέρου φλόγα ἀρθεῖσαν εἰς ὕψος ἔσβεσεν. Εἰ δὲ ἠθέλησε νικῆσαι τὴν δοκοῦσαν νίκην εἶναι, καὶ αὐτὸς ἂν ἡττήθη, κἀκεῖνον ἐκκαύσας χαλεπώτερον τοῦτο παθεῖν παρεσκεύασεν ἂν, καὶ καθάπερ γυναῖκες, αἰσχρῶς καὶ ἐλεεινῶς ὑπὸ τοῦ θυμοῦ κατεπαλαίσθησαν ἂν ἑκάτεροι. Νυνὶ δὲ καὶ ταύτης ἀπηλλάγη τῆς αἰσχύνης ὁ φιλοσοφήσας, καὶ τρόπαιον λαμπρὸν καὶ ἐν ἑαυτῷ καὶ ἐν τῷ πλησίον ἔστησε κατὰ τῆς ὀργῆς διὰ τῆς καλῆς ἥττης.
83.7.1
Μὴ δὴ πανταχοῦ ζητῶμεν νικᾷν. Καὶ γὰρ ὁ πλεονεκτήσας τὸν πλεονεκτηθέντα νενίκηκεν, ἀλλὰ κακὴν νίκην, καὶ ὄλεθρον φέρουσαν τῷ νικήσαντι· ὁ δὲ πλεονεκτηθεὶς, καὶ δοκῶν νενικῆσθαι, φιλοσόφως ἐνεγκὼν, οὗτος μάλιστά ἐστιν ὁ τὸν στέφανον ἔχων. Πολλαχοῦ γὰρ τὸ ἡττᾶσθαι βέλτιον, καὶ ἔστιν οὗτος ἄριστος νίκης τρόπος. Ἄν τε γὰρ πλεονεκτῇ τις, ἄν τε παίῃ, ἄν τε βασκαίνῃ, ὁ ἡττώμενος καὶ μὴ ὁμόσε χωρῶν, οὗτός ἐστιν ὁ νικῶν. Καὶ τί λέγω πλεονεξίαν καὶ βασκανίαν; Καὶ γὰρ ὁ εἰς μαρτύριον ἑλκόμενος, οὕτω νικᾷ, δεσμούμενος καὶ μαστιγούμενος καὶ κατακοπτόμενος καὶ σφαττόμενος. Καὶ ὅπερ ἐστὶν ἐν τοῖς πολέμοις ἧττα, τὸ πεσεῖν τὸν ἀγωνιζόμενον, τοῦτο παρ' ἡμῖν νίκη. Οὐδαμοῦ γὰρ δρῶντες κακῶς νικῶμεν, ἀλλὰ πανταχοῦ πάσχοντες κακῶς. Οὕτω καὶ ἡ νίκη λαμπροτέρα γίνεται, ὅταν πάσχοντες τῶν δρώντων περιγενώμεθα. Ἐντεῦθεν δείκνυται ὅτι Θεοῦ ἡ νίκη. Καὶ γὰρ ἐναντίαν ἔχει τῇ ἔξωθεν τὴν φύσιν· ὃ καὶ μάλιστα ἰσχύος τεκμήριον. Οὕτω καὶ αἱ θαλάττιαι πέτραι τῷ παίεσθαι τὰ κύματα διαλύουσιν· οὕτω καὶ οἱ ἅγιοι πάντες ἀνεκηρύχθησαν καὶ ἐστεφανώθησαν, καὶ λαμπρὰ τὰ τρόπαια ἔστησαν, τὴν ἀπράγμονα ταύτην νικῶντες νίκην. Μηδὲ γὰρ κινήσῃς σαυτὸν, φησὶ, μηδὲ κάμῃς· ὁ Θεός σοι ταύτην ἔδωκε τὴν ἰσχὺν, ὡς μὴ ἐκ συμπλοκῆς νικᾷν, ἀλλὰ ἀνεχόμενον μόνον. Μὴ παρατάξῃ καὶ αὐτὸς ἐξίσης, καὶ νενίκηκας· μὴ συμπλακῇς, καὶ ἐστεφανώθης. Πολὺ βελτίων εἶ τοῦ ἀνταγωνιστοῦ, καὶ δυνατώτερος. Τί καταισχύνεις σαυτόν; Μὴ δῷς ἐκείνῳ λέγειν, ὅτι Συμπλακεὶς περιεγένου, ἀλλ' ἄφες αὐτὸν τεθηπέναι καὶ θαυμάζειν σου τὴν ἄμαχον δύναμιν, καὶ πρὸς πάντας λέγειν, ὅτι καὶ χωρὶς τοῦ συμβαλεῖν ἐνίκησας. Οὕτω καὶ ὁ μακάριος Ἰωσὴφ ἀνεκηρύχθη, πανταχοῦ τῷ πάσχειν κακῶς περιγενόμενος τῶν ποιούντων. Καὶ γὰρ οἱ ἀδελφοὶ καὶ ἡ Αἰγυπτία τῶν ἐπιβουλευόντων ἦσαν· ἀλλὰ πάντων οὗτος ἐκράτησε. Μὴ γάρ μοι τὸ δεσμωτήριον, ὅπερ οὗτος ᾤκησε, μηδὲ τὰ βασίλεια, ἔνθα διέτριβεν ἐκείνη, λέγε· ἀλλὰ δεῖξόν μοι, τίς ὁ νικηθεὶς, τίς ὁ ἡττηθεὶς, τίς ὁ ἐν ἀθυμίᾳ, τίς ὁ ἐν ἡδονῇ. Ἐκείνη μὲν γὰρ οὐ μόνον τοῦ δικαίου, ἀλλ' οὐδὲ τοῦ οἰκείου ἴσχυσε κρατῆσαι πάθους· οὗτος δὲ καὶ αὐτῆς καὶ τοῦ νοσήματος περιεγένετο τοῦ χαλεποῦ. Εἰ δὲ καὶ βούλει, αὐτῶν ἄκουσον τῶν ῥημάτων, καὶ ὄψει τὸ τρόπαιον. Εἰσήγαγες ἡμῖν ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν. Οὐχ οὗτος ἐνέπαιξεν, ἀθλία καὶ ταλαίπωρε, ἀλλ' ὁ διάβολος εἰπὼν, ὅτι δύνασαι κατακλάσαι τὸν ἀδάμαντα. Οὐχ οὗτος εἰσήγαγέ σοι παῖδαἙβραῖον ἐπιβουλεύοντα, ἀλλ' ὁ πονηρὸς δαίμων τὴν ἀκάθαρτον ἀσέλγειαν· ἐκεῖνός σοι ἐνέπαιξε. Τί οὖν ὁ Ἰωσήφ; Σιγᾷ, καὶ οὕτω κατακρίνεται, καθάπερ καὶ ὁ Χριστός. Πάντα γὰρ ἐκεῖνα τύποι τούτων. Καὶ ὁ μὲν ἦν ἐν δεσμοῖς, ἡ δὲ ἐν βασιλείοις. Καὶ τί τοῦτο; Ὁ μὲν γὰρ ἦν στεφανίτου παντὸς λαμπρότερος, καὶ ἐν ἁλύσει μένων· ἡ δὲ δεσμώτου παντὸς ἀθλιώτερον διέκειτο, ἐν βασιλικοῖς θαλάμοις διατρίβουσα. Οὐκ ἐντεῦθεν δὲ μόνον τὴν νίκην καὶ τὴν ἧτταν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπ' αὐτοῦ τοῦ τέλους. Τίς γὰρ ὅπερ ἠθέλησεν, ἐποίησεν; Ὁ δεσμώτης, ἀλλ' οὐχ ἡ βασίλισσα. Ὁ μὲνγὰρ ἐσπούδαζε διατηρῆσαι τὴν σωφροσύνην, ἡ δὲ ἀφελέσθαι. Τίς οὖν ἐποίησεν ὅπερ ἠθέλησεν; ὁ κακῶς παθὼν, ἢ ἡ κακῶς δράσασα; Εὔδηλον ὅτι ὁ παθών. Οὐκοῦν οὗτός ἐστιν ὁ νενικηκώς. Ταῦτα οὖν εἰδότες, ταύτην διώκωμεν τὴν νίκην, τὴν διὰ τοῦ πάσχειν κακῶς· ἐκείνην δὲ φεύγωμεν, τὴν διὰ τοῦ δρᾷν κακῶς. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀπραγμοσύνης ἁπάσης καὶ πολλῆς ἡσυχίας ζησόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note