Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In natale domini et in sanctam Mariam genitricem
John ChrysostomGeni 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἀδιήγητον πέλαγος δι' αἰῶνος ἐμφανίζεται σήμερον, ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον. Βυθὸν ἀκατάλημπτον ἐξαντλεῖν ἐπεχείρησα καὶ ὅσον διερευνῶ βαθύτερος ἀναφαίνεται. Γνῶσιν ἀρρήτων καὶ σοφίαν κατοπτεύειν προ θέμενος, τῷ ἀγῶνι βαπτίζομαι τῆς τοιαύτης ζητήσεως. Δυνάμεις ἠγνόησαν τὸ τοιοῦτο μυστήριον καὶ πῶς ὑποστήσομαι τὰ ἄλεκτα διηγήσασθαι; Ἐχέτω ἡ ἑορτὴ παρ' ἑαυτῇ τὰ ζητήματα πᾶσαν θνητὴν ἔννοιαν νοητῶς ὑπερβαίνοντα. Ζάλη θαλασσῶν πρόκειται ἄπλευστος, ἐκ βυθῶν ἀθεωρήτων τὴν ὑπόστασιν ἔχουσα. Ἡ κτίσις τὸν κτίστην σήμερον ἀνυμνείτω, ἱκετηρίους φωνὰς καὶ ᾠδὴν ἀναπέμπουσα. Θησαυρὸς οὐράνιος ἐν τῷ ἀγρῷ κατοπτεύεται· δραμόντες οὖν κατίδωμεν τὸ τοιοῦτο μυστήριον. Ἴδε πῶς ἡ γῆ τὸν οὐρανὸν ἐμιμήσατο· τὸν γὰρ πρὸ ἑωσφόρου ἥλιον ἁμιλλομένη προβάλλεται. Καταλάμπει τὰ σύμπαντα ἡ τοιαύτη φωταγωγία ἀνύκτερος ὑπάρχουσα καὶ φαεσφόρον διαύγασμα. Λαμπηδόνες θεόπνευστοι οὐρανόθεν προέκυψαν, εἰς ὅλα τὰ πέρατα τῆς οἰκουμένης διέδραμον. Μαρία ὑποδέχεται τὸν ἐν πᾶσιν ἀχώρητον καὶ φέρει ἐν κοιλίᾳ τὸν τοὺς αἰῶνας κρεμάσαντα. Νῦν ὁ κόκκος ἐσπάρη ἐν τῇ χώρᾳ τῆς χάριτος καὶ στάχυν ἐβλάστησεν θεογνωσίας πολυφόρον. Ξενίζει τοὺς ὁρῶντας ἡ τοιαύτη ὑπόθεσις, πῶς ἡ θάλασσα τὴν ἄβυσσον περιβάλλεται. Ὁ πολύτιμος μαργαρίτης ἐν τῷ ὀστράκῳ κεκόλληται καὶ τοῦτον ὡς ἔμπορος Ἰωσὴφ ἀνεζήτησεν. Παιδίον μαστεύεται ἐν ἀγκάλαις μητρὸς καὶ τρέφει τὰ σύμπαντα, διὰ παντὸς ἐσθιόμενος. Ῥάβδος ἄνθος ἐβλάστησεν καὶ ῥίζαν εἰς βάθος διέδωκεν, ἀστὴρ ἀστέρα προβάλλεται καὶ φάτνη τὸν τόκον ἀσπάζεται. Σπάργανα πυρὶ ἐνειλίττονται καὶ μείωσις τούτων οὐ γίνεται· ζῷα ζῳὴν ἀναμάττονται καὶ σπήλαιον, φῶς ὑποδέχεται. Τρέχει πρώτη Βαβυλὼν ἐκ Περσίδος δῶρα κομίζουσα, Αἰθιοπία δὲ φθάζει, χερσὶν Θεὸν ὑποδέξασθαι. Ὑμνῳδοῦσιν ἄγγελοι καὶ ποιμένες ψάλλουσι, ἄνθρωποι δόξαν Θεῷ προσκομίζουσι, καὶ ἐπὶ γῆς εἰρήνην γνωρίζοντες. Φόβῳ Σαλώμη συνέχεται καὶ φωνῇ τὸν κριτὴν ἐκμειλίττεται, Δεσπότην τὸν τεχθέντα ὡμολόγησεν καὶ οἰκείας πληγῆς ἠλευθέρωται. Χερσὶν βαστάζει τὸν ἄχραντον καὶ χαρὰν ἐπέγνω σωτήριον. Ψυχαὶ δικαίων ἀγάλλονται καὶ χοροὶ βροτῶν εὐφραίνονται, ἡ ἔρημος πόλις ἐπέγνωσται, βασιλέως ἐνδημήσαντος. Ὡς ὁ τόκος ἄλεκτος, καὶ ἡ μήτηρ ἀμίαντος· καὶ διὰ ταῦτα πάντα ἀδιήγητον δι' αἰῶνος ἐμφανίζεται πέλαγος ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον.

Intertext edge

Open linked passage

Note