In nativitatem Joannis Baptistae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Τί οὖν λέγεις, ὦ Ἰουδαῖε, τί δοκεῖς νηπιάζειν τὴν φρένα, τῇ τῆς πονηρίας πολιᾷ καλυπτόμενος; Τί μάτην τοῖς προφήταις τοῖς σοῖς, μᾶλλον δὲ τοῖς ἐμοῖς, ἀναγινώσκεις; Σὺ μὲν γὰρ κατέχεις τὰ γράμματα, ἐγὼ δὲ τὰ πράγματα· σὺ τὴν διαθήκην, ἐγὼ τὴν κληρονομίαν· σὺ ἐν νόμῳ καυχᾶσαι, ἐγὼ δὲ ἐν τῇ χάριτι μεγαλύνομαι. Τί τοίνυν μάχῃ τοῖς προφήταις; Τί τὰς θεολήπτους καὶ ἀψευδεῖς αὐτῶν ἀποφεύγεις προρρήσεις; Ἆρα πρὸ πόσων γενεῶν ἀνεγίνωσκες τὰ νῦν ἀπαντήσαντα; Οὐκ ᾔδεις ὅτι παραγίνεται ἐν ἀνθρώποις ὁ θεὸς λόγος; Πῶς οὖν ἔλεγεν ὁ προφήτης Ἱερεμίας20· «Οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ20 τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ20 τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἀλλὰ περὶ τῆς παρθένου ἀπιστεῖς, ὦ Ἰουδαῖε, ὅτι ἔτεκεν; Πῶς οὖν ἀνεγίνωσκες τὸν προφήτην Ἡσαΐαν20 βοῶντα· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός.» Ἀλλ' ὅτι μετὰ τὸν τόκον ἔμεινε παρθένος, καὶ τοῦτο προεδιδάχθης παρὰ Ἰεζεκιὴλ20 τοῦ προφήτου· «Ἤγαγέν με, φησίν, ὁ ἄγγελος καὶ ἔστησέν με ἐπὶ τὴν πύλην τῆς ἀνατολῆς καὶ εἶπέν μοι· Υἱὲ ἀνθρώπου, τί σὺ ὁρᾷς; Καὶ εἶπον· Ὁρῶ ἐγὼ πύλην κεκλεισμένην. Καὶ εἶπέν μοι· Αὕτη ἡ πύλη, οὐδεὶς οὐ μὴ εἰσελεύσεται δι' αὐτῆς οὐδὲ μὴ ἐξελεύσεται, εἰ μὴ κύριος σαβαὼθ μόνος· αὐτὸς εἰσελεύσεται καὶ ἐξελεύσεται· καὶ ἔσται ἡ πύλη κεκλεισμένη.» Ἀλλ' ὅτι ὁ τῆς πάσης κτίσεως δεσπότης ἐν εὐτελεῖ χωρίῳ ἐγεννήθη τῆς Βηθλεέμ, καὶ τοῦτο προεμάνθανες παρὰ τοῦ προφήτου Μιχαίου20 λέγοντος· «Καὶ σύ, Βηθλεὲμ20 γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ20.». Ἀλλ' ὅτι Ἡρῴδης20 φονεύει τὰ νήπια διὰ Χριστὸν τὸν ἀκατάληπτον, οὐδὲ τοῦτο παρεσιωπήθη, ἀλλὰ γέγραπται οὕτως· «Φωνὴ ἐν Ῥαμὰ20 ἠκούσθη, θρῆνος πολὺς καὶ ὀδυρμός· Ῥαχιὴλ20 κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.» Ταῦτα τοίνυν προεμάνθανες, ὦ Ἰουδαῖε, διὰ προφητῶν ἵνα εὐτρεπισθῇς πρὸς ἀπαντὴν αὐτοῦ, οὐχ ἵνα σταυρὸν ἑτοιμάσῃς. Ἀλλ' ἐκείνους μὲν πρὸς τὸ παρὸν καταλείψαντες ἐπὶ τὴν προτέραν ὁρμὴν τὸν λόγον ἀγάγωμεν.