Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sancta et magna parasceve
John ChrysostomPara 50.811.1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
50.811.1
Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν· ποῦ γὰρ
50.811.2
ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ ὁ σταυ ρός· ἅπαξ μὲν
50.811.3
παγεὶς, ἀεὶ δαίμονας τρέπει. Ποῦ γὰρ εἴδωλα, καὶ ζώων ματαίων οἱ φόνοι; ποῦ ναοὶ,
50.811.4
καὶ δυσσεβείας πῦρ; Ἐσβέσθη, πάντα δι' ἓν ἅγιον αἷμα πέπτωκε. Καὶ ἔστι σταυρὸς
50.811.5
πολυδύναμος δύνα μις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσί πονος,
50.811.6
ἐπονείδιστος δόξα· ὥστε κἂν μυρία ἕτερα λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα
50.811.7
διηγούμενος καταπλήξω τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ' ἐκείνοις, ὡς ἐπὶ σταυρῷ
50.811.8
σεμνύνομαι. Οἷόν τι λέγω· Ἐκ παρ θένου προῆλθεν Ἰησοῦς· μέγα τὸ θαῦμα γάμον
50.811.9
ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι· ἀλλ' εἰ μὴ σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς
50.811.10
ἔργοις ἡ πρώτη τοῦ παραδείσου Παρθένος· νυνὶ δὲ ἐν τῷ τοῦ σταυροῦ καιρῷ πρώτη
50.811.11
σώζεται γυνὴ, τὸ παλαιὸν κακὸν νέοις χαρίσμασι θεραπεύουσα. Ἀνέστη γὰρ νεκρὸς
50.811.12
ἐν τῇ Γαλιλαίᾳ, ἀλλὰ πάλιν ἀπέθανεν· ἐγὼ δὲ διὰ σταυροῦ ἀναστὰς, οὐκέτι
50.811.13
δύναμαι πρὸς θάνατον πεσεῖν.
50.811.14
Ἔπλευσεν Ἰησοῦς τὴν θάλασσαν, Θεὸς ἐν σκάφῃ· τὸ ξύλον ἐφήμερον ἔδωκε
50.811.15
τὴν ὠφέλειαν· ἐγὼ δὲ ἔλα βον ξύλον αἰώνιον, ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδα

Intertext edge

Open linked passage

Note