Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 2
John Chrysostom2 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ὥσπερ δὲ τὸ πῦρ ἐμφανιστικὸν τῆς ζεούσης σπουδῆς εἰς τὴν ἀπόλαυσιν τῶν κρεῶν παραλαμβανομένων, οὕτως ἄζυμα τῆς ἁπλότητος καὶ αἱ πικρίδες τῶν ἐπακολουθουσῶν θλίψεων·" Ἄζυμα" γάρ φησι" ἐπὶ πικρίδων ἔδον 14 ται". Ἁπλοῦς ὁ τρόπος καὶ ἀκακοποιής, τὸ παλαιὸν ἐκεῖνο καὶ πανοῦργον ἀποτιθέμενος, ὡσπερεὶ ζύμην, τὸ δὲ νέον καὶ ἀπάνουργον ἀνειληφώς, ἵν' ἄζυμος ᾖ·" Τὸ πάσχα γὰρ ἡμῶν" φησιν" ἐτύθη Χριστός, ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας"· πικρὸν δὲ αἱ θλίψεις," ἀλλὰ καὶ ἐν ταῖς θλίψεσί" φησι" καυχώμεθα, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν", ὥστε προσιέμεθα τὴν θλίψιν ἐν ἡδύσματος τρόπῳ διὰ τὴν ἐλπίδα τὴν ἐξ αὐτῆς καὶ τὴν βασιλείαν.

Intertext edge

Open linked passage

Note