In sanctum pascha sermo 2
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ἀπαγορεύει δὲ τὸ πρόσταγμα μὴ ἐσθίειν ἀπὸ τῶν κρεῶν ὠμόν· τοῦτο δὲ τοῖς μὲν σωματικῶς ἀκούουσιν οὐδένα λόγον ἂν ἔχοι, δι' ὧν ἀπηγόρευσε θεὸς τὸ μὴ ἄν ποτε γενόμενον, οὐδεὶς γὰρ ὠμὸν ἂν φάγοι· παρά γε ἡμῖν καὶ μέγιστον παρέχεται λόγον τὸ μὴ ἀργῶς προσιέναι τῇ τοῦ θείου σώματος μεταλήψει· ἀμετάληπτον γὰρ καθίσταται τοῖς ἀργῶς αὐτὸ μεταχειριζομένοις καὶ μὴ δι' ἔργων ἀγαθῶν τῆς πρὸς αὐτὸ συγκράσεως ἀντιποιουμένοις·" Ἡ πίστις" φησὶ" χωρὶς ἔργων νεκρά ἐστι", καὶ διὰ τοῦτο τοῖς ἀργῶς διακειμένοις ἐπιφέρονται θλίψεις" πρὸς τὸ συμφέρον", ὡς ὁ Παῦλός φησι, ἵνα μεταλαμ βάνωσι τῆς ἁγιότητος αὐτοῦ.