In sanctum pascha sermo 2
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ἀργίαν δὲ ἐμποιεῖ περὶ τὰ πνευματικὰ ἔργα τὸ φιλήδονον τῆς σαρκός· διόπερ ἑτέρῳ συμβόλῳ τοῦτο δηλῶν ὁ νομοθέτης ἀπαγορεύει καὶ" ἑψημένον ὕδατι" φαγεῖν· πρὸς ἡδονὴν γὰρ τῆς βρώσεως τὸ ἑψόμενον παρασκευάζεται, μεθ' ἡδονῆς δὲ τὴν θείαν τροφὴν οὐκ ἔστιν ὑποδέξασθαι· οὐ γὰρ ἀναμίγνυται τρόπῳ σαρκικῷ δύναμις πνευματική.