In sanctum pascha sermo 2
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Τὸ τῶν νομικῶν τύπων εὔλογον ἐπὶ τῆς ἀληθείας φαίνεται, οἷον τὸ ἄμωμον εἶναι τὸ πρόβατον, ᾧ περὶ τὴν τοῦ πάσχα θυσίαν ὁ νόμος ἐχρήσατο, τὸ ἄρρεν εἶναι, τὸ ἐνιαύσιον εἶναι, τὸ δεκάτῃ τοῦ μηνὸς ληφθὲν τεσσαρεσκαιδε κάτῃ θύεσθαι πρὸς ἑσπέραν, τὸ ἀρχὴν λελογίσθαι μηνῶν, ἡνίκα τὸ πάσχα ἐτελεῖτο· πάντα γὰρ ταῦτα ἐν Χριστῷ καὶ τῷ τοῦ Χριστοῦ πάθει συνίσταται καὶ ἀληθῆ καὶ ἀναγκαῖα, καὶ καθ' ἑαυτὰ λόγον ἔχειν οὐδένα δύναται.