In sanctum pascha sermo 2
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
" Κεφαλὴν" οὖν" σὺν τοῖς ποσὶ" λέγων προδιαμαρτύρεται τοῖς Ἰουδαίοις ὅτι τὴν ἄδοξον παρουσίαν τοῦ κυρίου μὴ χωρίσητε τῆς ἐνδόξου, ἵνα μὴ τῆς κοινωνίας χωρισθῆτε τῆς πρὸς αὐτὸν ἀπιστήσαντες· ἀλλὰ καὶ" σὺν τοῖς ἐντοσθιδίοις" φησί. Τί τοῦτό ἐστιν; Μὴ σκανδαλισθῆτε περὶ τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀπόκρυφον θεωρήσατε· μὴ ἄνθρωπον ἐπίσης ὑμῖν νομίσητε, διότι ἐστὶ" καὶ ἄνθρωπος" κατὰ σῶμα, ἀλλὰ γνῶτε πνευματικῶς 22 αὐτὸν καὶ γνώσεσθε ἐν αὐτῷ τὸν πατέρα. Ἕως γὰρ ἂν τὸ ἐντὸς μὴ ὁρᾷς μηδὲ μετέχῃς ἐντοσθιδίου, οὔπω Χριστὸν ἑώρακας, ἄνθρωπον οἰόμενος αὐτόν, οὐ θεόν· λέγει δὲ αὐτός·" Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα".