In sanctum pascha sermo 2
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Σκεπτέον δὲ καὶ τί τὸ" Οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ", καὶ τοῦτο ἡμῖν ὁ Παῦλος ἑρμηνευέτω λέγων" ἀνάμνησιν" ἡμᾶς τοῦ πάθους τοῦ κυρίου ποιεῖσθαι" ἕως ἂν ἔλθῃ"· αὕτη γὰρ ἕως τοσούτου τελεῖται καὶ σώζει τοὺς τελοῦντας, ἕως ἡ παροῦσα νὺξ παρέλθῃ καὶ πρωῒ γένηται καὶ ζῶν ἡμῖν ἐξ οὐρανοῦ Χριστὸς ἐπιλάμψῃ, διὰ τῆς ζωῆς ἑαυτοῦ σώζων ἡμᾶς ὁ νῦν διὰ τοῦ θανάτου σώζων·" Εἰ γὰρ ἐχθροὶ ὄντες" φησὶ" κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες 24 σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ". Εἰ δὴ νῦν μὲν ἐν τῷ θανάτῳ Χριστοῦ σωζόμεθα, τότε δὲ ἐν ζωῇ, οἰκεῖον τὸ σύμβολον τὸ μὴ καταλιμπάνεσθαι τῶν κρεῶν τοῦ θύματος" ἕως τὸ πρωΐ"· καὶ γὰρ ἡμεῖς τότε ζῶντες ἐσόμεθα καὶ ἡ παροῦσα νέκρωσις ἡμῶν πάρεισι, νῦν μὲν οὐκ ἄλλως σωζομένων εἰ μὴ νεκρωθείημεν, τότε δὲ ζωτικὴν ἐχόντων σωτηρίαν·" Μὴ τὰ ἐπίγειά" φησι" φρονεῖτε, ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ". 25 Διὸ καὶ εἴ τι τῶν κρεῶν τοῦ ἱερείου περισσεῦον πυρὶ κατακαίεται, ἵν' εἰδείημεν ὅτι κατὰ τὸν νῦν αἰῶνα Χριστὸς τέθνηκε" τῇ ἁμαρτίᾳ ἐφάπαξ"," οὐκέτι" δὲ" θάνατος αὐτοῦ κυριεύει", ἀλλὰ ἀφῄρηται τῇ δυνάμει τοῦ πνεύματος ὡσπερεὶ πυρός, τὰ τοῦ θανάτου σημεῖα τῆς ζωῆς ἐπικρατησάσης.