Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 2
John Chrysostom2 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Οὐδ' ἂν εὕροιεν οἱ Χριστὸν ἀγνοοῦντες ἀπολογισμὸν ποιήσασθαι περὶ τούτων καὶ διδάξαι διὰ τί ταῦτα προσέταξεν ὁ Θεός, οὐδ' αὐτό γε ὅλως τίνα αἰτίαν ἔχει τὸ θυσίαν ἐπὶ τῇ σωτηρίᾳ τῶν πρωτοτόκων ὁρίσαι καὶ χρῖσιν τοῦ αἵματος ἐπὶ ταῖς εἰσόδοις ποιήσασθαι· τί γὰρ ἰσχυρὸν εἰς τὴν τῶν πρωτοτόκων σωτηρίαν ἡ τῶν θυμάτων σφαγή, τί δὲ ἀναγκαῖον ἡ τοῦ αἵματος χρῖσις εἰς σημεῖον ἐπὶ τῶν οἰκιῶν; Θεός γέ τοι καὶ ἄνευ σημείων τὰς Ἑβραίων ἐγίνωσκεν οἰκίας, ὥστε θαυμαστὸν τὸ λέγειν" Ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς"· ἀνάγων δὲ καὶ ταῦτα εἰς τὴν ἀλήθειαν τὸ εὔλογον αὐτῶν ἐπιγνώσκει, καθάπερ 3 ἐπὶ τῶν ἄλλων τῶν προειρημένων ἐδείξαμεν. Τοῦ γὰρ ἀμώμου θύματος ὑπὲρ ἡμῶν πάσχοντος, ὁ ἐκ τοῦ πρωτο πλάστου λύεται θάνατος καὶ σώζεται ὁ πρωτόγονος ἄνθρωπος, ἐν ἡμῖν πᾶσιν ὤν, τῇ ἀναστάσει τοῦ κυρίου ζωογονούμενος (δικαίως γὰρ λυτικὸν ἁμαρτίας καὶ θανάτου ζωή) καὶ τὸ αἷμα τὸ ἄμωμον σημεῖον τοῖς μετόχοις αὐτοῦ σωτήριον γίνεται καὶ πρὸς τοῦτο θεὸς ἀφορῶν σώζει τοὺς κεχρισμένους αὐτῷ διὰ πίστεως, οὐκ ἄλλως δυναμένους ἀποφυγεῖν τὸν δικαίως τιμωρὸν ἄγγελον, εἰ μὴ διὰ τοῦ φιλανθρώπως 4 ἐκχυθέντος ὑπὲρ ἡμῶν αἵματος. Ὁρᾷς ὅσην ἔχει τὴν δύναμιν ὁ τύπος ἐπὶ τῆς ἀληθείας θεωρηθείς, ὥστε εἴ τις Ἰουδαῖος λέγειν ἐπιχειροίη· Τί δήποτε ὁ υἱὸς ἔπασχεν, ἵνα σωθῇ ὁ κόσμος, ὡς οὐκ ἂν καὶ ἄνευ τούτου σωθείς; λεγέσθω πρὸς αὐτόν· Τί δήποτε τὸ πάσχα ἐθύετο πρὸς σωτηρίαν Ἰουδαίων πρωτοτόκων, ὡς οὐκ ἂν καὶ ἄνευ τούτου σωθέντων; κἀκεῖνος μὲν οὐχ ἕξει τί ἀποκρίνηται, οὐ γὰρ θυσίας προσδεῖται θεὸς οὐδὲ σημείου πρὸς ἐπίγνωσιν οἰκιῶν· ἡμῖν δὲ συνηγορεῖ τὸ πρᾶγμα καὶ τῇ ἁγίᾳ πίστει μαρτυρεῖ, τῆς ἡμετέρας ἀδικίας ἐν τῇ δικαιοσύνῃ τοῦ Χριστοῦ λυομένης, ἄλλως δὲ οὐκ ἂν λυθείσης (σκότος γὰρ ὑπὸ φωτὸς ἀφανίζεται), καταργουμένου δὲ καὶ τοῦ ἡμετέρου θανάτου διὰ τῆς Χριστοῦ ζωῆς ὥσπερ σκότους ὑπὸ φωτός.

Intertext edge

Open linked passage

Note