Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 2
John Chrysostom2 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ἱερὸν μὲν οὖν κἀκεῖνο τὸ θῦμα, διότι τύπος ἦν τοῦ ἀληθοῦς· τοῦτο δὲ ἱερὸν ὄντως, ὡς ἀληθές, ἀγνοίᾳ μὲν τῇ τῶν ἀσεβούντων ἐκδιδόμενον θανάτῳ καὶ ἀναιρέσει, βουλῇ δὲ τοῦ θεοῦ πρὸς θυσίαν ἱερὰν λαμβανόμενον καὶ τῇ ἑαυτοῦ βουλήσει προσφορὰ τῷ πατρὶ προσαγόμενον." Παρέ δωκε" γάρ φησι" ὁ πατὴρ τὸν υἱὸν ὑπὲρ ἡμῶν", καὶ" Προσήνεγκεν ἑαυτὸν" τῷ πατρὶ Χριστὸς ὑπὲρ τῆς ἐκκλησίας" προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐω 6 δίας". Καὶ τοῖς μὲν ἀναίρεσιν Χριστοῦ προσδοκήσασιν ὀλέθριος ἡ βουλή, τοῖς δὲ σωτηρίαν διὰ τοῦ θανάτου τοῦ κυρίου ζητοῦσι σωτήριος ἡ πίστις· τούτους ἡ τιμωρία καὶ ὁ θάνατος ὑπερβαίνει, δίοτι μὴ πρὸς ἀπώλειαν θανάτῳ κατέχονται κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος·" Ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ 7 θεωρήσῃ εἰς τὸν αἰῶνα". Διὰ γὰρ τοῦ αἵματος τοῦ χυθέντος ὑπὲρ ἡμῶν πνεῦμα τὸ ἅγιον λαμβάνομεν, ἐπείπερ εἰς ἓν ἦλθε τό τε αἷμα καὶ τὸ πνεῦμα, ἵνα διὰ τοῦ ὁμογενοῦς ἡμῖν αἵματος τὸ μὴ ὁμογενὲς ἡμῖν πνεῦμα τὸ ἅγιον λαβεῖν δυνηθῶμεν καὶ διὰ τούτου τὴν εἴσοδον ἀποκλείσωμεν τῷ θανάτῳ τὴν εἰς ἡμᾶς.

Intertext edge

Open linked passage

Note