Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 2
John Chrysostom2 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Διπλῆ δέ τίς ἐστιν ἡ εἴσοδος τῷ θανάτῳ, καὶ διὰ τοῦτο διπλῆ γίνεται τοῦ αἵματος ἡ σφραγὶς," ἐπὶ τῶν δύο" φησὶ" σταθμῶν καὶ ἐπὶ τῆς φλιᾶς". Εἰσέρχεται μὲν γὰρ" δι' ἁμαρτίας ὁ θάνατος", ὡς ὁ ἀπόστολός φησιν, ἁμαρτία δὲ ἡ μὲν κατὰ τὸ πάθος τὸ ἐν ἡμῖν– διττὸν δὲ τοῦτο, ἢ μαλακτικὸν τῆς ψυχῆς εἰς ἀπαλότητα, ἢ σκληροποιὸν εἰς τραχύτητα–, ἡ δὲ κατὰ τὸν λογισμόν, ὅτε μὴ ὑγιῆ μηδὲ ὀρθὰ λογίζοιτο· καί ἐστιν ὁ μὲν λογισμὸς οἱονεὶ φλιά (τουτέστιν ὑπέρθυρον) ἐπὶ τοῖς σταθμοῖς ἑκατέροις, ἡγεμονικὸς γὰρ καὶ ἀνώτερος τῇ φύσει, τὸ δὲ πάθος ἀνάλογον ἔχει τοῖς σταθμοῖς, ὑποκείμενον τῷ λογισμῷ, 9 καθάπερ οἱ σταθμοὶ τοῖς ὑπερθύροις ὑπόκεινται. Τίνα τὰ πρὸς ἀπαλότητα προσάγοντα πάθη; γαστριμαργία καὶ οἰνοφλυγία καὶ συνουσιῶν ἐπιθυμία· τίνα τὰ σκληρὰ τῆς ψυχῆς; ὀργαὶ καὶ αὐθάδειαι· ὧν ὁ Παῦλος τὴν ἀναίρεσιν ποιούμενος ἔλεγε·" Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ' ἐνδύσασθε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν".

Intertext edge

Open linked passage

Note