In sanctum pascha sermo 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Τὴν μὲν ἁγιότητα τὴν Χριστοῦ τὸ θῦμα τοῦ πάσχα μετὰ τοῦ ἀμώμου ὑπεδείκνυε, τὴν δὲ ἐν τῷ πάθει Χριστοῦ σωτηρίαν ἀνθρώπων ἡ τῶν πρωτοτόκων σωτηρία διὰ τῆς θυσίας τοῦ πάσχα δοθεῖσα, τὸν δὲ ἁγιασμὸν ἡ βρῶσις, καὶ ταῦτα ἡμῖν ἤδη προείρηται· νῦν ἐκ τῶν ὑπολοίπων τῆς νομοθεσίας ἐπισκεπτέον ὅπως μὲν δεῖ παρασκευάζεσθαι τὸν ἁγιασθησόμενον, ὅπως δὲ προσιέναι πρὸς τὴν τῆς ἁγιότητος κοινωνίαν, οἷον δὲ τὸν βίον διάγειν μετὰ τὸ γενέσθαι τοῦ ἁγίου μέτοχόν τε καὶ κοινωνόν.