In sanctum pascha sermo 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ταύτης τῆς περιτομῆς κατάρχει μὲν τὸ τοῦ κυρίου πάθος ὑπὲρ ἡμῶν ἀποθεμένου τὴν σάρκα καὶ τὴν περιτομὴν αὐτὴν δι' ἡμᾶς ἀναδεξαμένου, ἐκτυποῦται δὲ τὸ μυστήριον εἰς ἡμᾶς ἐν βαπτίσματι καὶ τελεῖται τῷ βίῳ τῷ κατὰ Χριστόν·" Περιετμήθητε" γάρ φησι" περιτομῇ ἀχειρο ποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ 6 ἐν τῷ βαπτίσματι". Ἕως οὖν οὐκ ἀποτίθεσαι τὸ σαρκικὸν ἦθος, ἀλλογενὴς εἶ καὶ ξένος, ἀμέτοχά σοι καὶ ἀκοινώνητα πρὸς τὸν ἅγιον τὸν ἐξ οὐρανοῦ παρόντα Χριστόν· οὐράνιον γὰρ γενέσθαι δεῖ τὸν τῷ οὐρανίῳ προσελευσόμενον, οὐράνιος δὲ οὐδεὶς ἂν γένοιτο μὴ τὰ γήϊνα περιελών.