In sanctum pascha sermo 3
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Οὕτω μὲν δὴ προαποθέμενος τὸν παλαιὸν ἄνθρωπον ἐν τῇ χάριτι τοῦ βαπτισμοῦ καὶ τῇ προθυμίᾳ τῶν πνευματικῶν πράξεων προσελεύσει καὶ μεθέξεις Χριστοῦ· δεύτερον δὲ ἰδεῖν ἔστιν ὁποῖοί τινες ὑπὸ τοῦ νόμου στέλλονται πάντες οἱ τοῦ πάσχα μεταλαμβάνοντες, ἵνα καὶ ὁποίους ἡμᾶς εἶναι δεῖ Χριστοῦ μεταλαμβάνοντας ἐπιγνῶμεν·" Οὕτω" φησὶ" φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ 8 βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν". Ὁδοιπορικὸν τὸ σχῆμα εὐσταλῆ καὶ εὔζωνον ὑποδείκνυσι καὶ ἕτοιμον τρέχειν εἰς ἐπαγγελίας θεοῦ, ὥσπερ ὁ Ἰσραὴλ τότε πρὸς τὴν ἐπαγγελίαν τῆς γῆς τῆς ἀγαθῆς ὁδίτης ἐστέλλετο· σκόπει δέ μοι τὸν πνευματικὸν ὁδοιπόρον παρ' ἐκεῖνον ὅσην ἔχει τὴν ὑπεροχήν, οὐκ ἐπὶ τὴν κάτω σπεύδων γῆς ἐπαγγελίαν, οὐ τὰ πρόσκαιρα μεταδιώκων καλά, οὐ γῆν ἀντὶ γῆς ἀλλαττόμενος, Ἰουδαίαν ἀντ' Αἰγύπτου, ἀλλὰ τί φησιν ὁ τοιοῦτος ὁδοιπόρος περὶ τῆς ὁδοιπορίας τῆς ἑαυτοῦ;" Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως".