In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Ὀστέον δὲ οὐ συντρίψετε ἀπ' αὐτοῦ, ἵνα γνωστὴ ᾖ ἡ ἀνάστασις ἡ μετὰ σώματος·" Βάλε" γάρ φησι" τοὺς δακτύλους σου εἰς τοὺς τῶν ἥλων τύπους, ἵνα γνῷς ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει". Ἄζυμα μετὰ πικρίδων ἔδεσθε· πικρὰ γάρ σοι ἢ πικρῶν ἔργων τὰ μυστήρια·" Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι ἐνώπιον ὑμῶν κατεσθίουσι, καὶ ἠρήμω ται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων". Ἔδεσθε μετὰ σπουδῆς τὸ πάσχα· ἐγρηγορέναι γὰρ καὶ ἐπινενηφέναι δεῖ ἅπαντα τὸν μέλλοντα προσιέναι τῷ μεγάλῳ σώματι. Αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι· παυσάσθω σαν αἱ διὰ γενέσεως πηγαὶ λελυμέναι, σαρκῶν περιπλο καὶ καὶ αἱ ῥυπαρώδεις ἡδοναί. Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσίν· ὀρθοτο μοῦσαι βάσεις, στηρίγματα ἀχώλευτα· ἀληθείας γὰρ ῥιζώματα.