Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 6
John Chrysostom6 46 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.2.1
Εἰ δὲ καὶ Κύριος καὶ Θεὸς καὶ υἱὸς καὶ βασιλεὺς καὶ Κύριος τῶν δυνάμεων καὶ ἀρχιερεὺς αἰώνιος, ὅτε θέλει" καὶ ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν;" Τὸ δὲ" καὶ ἄνθρωπος" δηλόνοτι καὶ προϋπαρχόντως ὅτι καὶ Θεός. Καὶ ἵνα μὴ κατὰ τὰς τῶν ἀνθρώπων δόξας αὐτόματον καὶ χωρὶς γενέσεως φάσμα ἢ πνεῦμα τῇ γῇ ἐπιδεδημηκέναι δόξῃ, ἄκουε αὐτοῦ καὶ τὸ παιδίον γενόμενον·" Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Δίδωσι Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ", καί·" Ἤθελον εἰ ἐγενήθησαν πυρίκαυστοι· διότι παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμ βουλος, Θεὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος".

Intertext edge

Open linked passage

Note