Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 6
John Chrysostom6 47 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
Θεὸς μὲν δὴ καὶ ἄνθρωπος οὗτος ὁ μέγας Ἰησοῦς ἐπεδήμησεν ἡμῖν, ἀπιστείτω μηδείς, καὶ πνεῦμα ἡγεμονικὸν ἐχωρήθη ὑπὸ ἀνθρώπου σώματος.
47.2.1
Καὶ γὰρ τὴν πρώτην τοῦ πατρὸς πνοὴν τὴν μυστικὴν ἐχώρησεν Ἀδὰμ ἔτι γῆ καὶ πηλὸς ὤν, οὐ γὰρ βλάπτεται τὸ θεῖον πνεῦμα τῷ σώματι βουλῇ Θεοῦ συνῆφθαι· εἰ δὲ ὁ πρῶτος χοῦς τὸ ἱερὸν ἐχώρει πνεῦμα, ἐψυχώμενον σῶμα τὴν ἀθάνατον Χριστοῦ ἐχώρησε ζωήν.
47.3.1
Εἰ μὲν οὖν πνεῦμα μόνον ἐπεδήμησε τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ δεδουλώμενον, περισσὴ ἂν ἦν οὕτως ἡ μεγάλη τοῦ σώματος ἐπιδημία, μήτε τῆς ἁμαρτίας μήτε τοῦ θανάτου νενικημένου· ἔδει δὲ καὶ τὴν ἁμαρτίαν ἀναιρεθῆναι καὶ τὸ σῶμα ἐλευθερωθῆναι.
47.4.1
Καὶ διὰ τοῦτο" αὐτὸς ἁμαρ τίαν οὐκ ἐποίησεν οὐδὲ δόλος εὑρέθη ἐν τῷ στό ματι αὐτοῦ".

Intertext edge

Open linked passage

Note