Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 7
John Chrysostom7 12 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἔχω μάρτυρας σοφοὺς Ἑβραίους. Οὐ γὰρ νῦν τῇ τῶν Ἰουδαίων ἀφροσύνῃ προσέχειν χρή– πάντα γὰρ τὰ τοῦ νόμου δίκαια ἐξηφάνισαν αὐτοί–, ἀλλὰ τῶν σοφῶν Ἑβραίων ἱστορούντων ἀκούειν προσήκει· καὶ ἐκείνων ἀνάγκη τὴν ψῆφον ὁρίζειν καὶ ἐκκηρύττειν μὲν τούτους ὡς παραβάτας, συνιστάνειν δὲ τὸν ἡμέτερον λόγον κἀκεῖθεν ἱκανῶς μαρτυ ρούμενον. Ἰουδαῖοι μὲν γὰρ πάντα τὰ ἀγαθὰ ἐξεχωρίσαντο· αὐτίκα γοῦν καὶ τὰς γραφὰς δύο καὶ ἑβδομήκοντα σοφῶν 13 μεταβαλόντων ἠθέτησαν. Τοσοῦτοι γὰρ Ἰουδαῖοι πρὸς τὴν τοιαύτην ἱστορίαν ἠσχόληντο ἀρχαῖοι πρὸ τῆς τοῦ σωτῆρος παρουσίας ἀριστίνδην ὑπὸ ἀρίστων ἐξειλεγμένοι πρὸς τὴν μεταβολὴν τῶν γραφῶν ἔτι καὶ τότε ἐν ἑβραϊκοῖς χαρακτῆρσιν οὐσῶν εὐδοκίμως, καὶ ἐδοκιμάσθη ἡ ἑρμηνεία, καὶ ἀραὶ ὑπὸ πάντων τῶν Ἑβραίων ἐτέθησαν, εἴ τις τὴν ἑρμηνείαν παρακινήσειεν. Καὶ ταύτας διὰ ταῦτα ἡμεῖς περιέπομεν ἀκούοντες Μωϋσέως λέγοντος" Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα", οὐκέτι δὲ δύο, ἀλλ' ἐπὶ ἑβδομήκοντα δύο μαρτύρων τὴν μεταβολὴν 14 ἀσμενίσαντες. Ἀλλ' εἰς ὅσον μὲν οἱ σοφοὶ περιῆσαν τῶν Ἰουδαίων, τὰ τῆς μεταβολῆς ἐκρατύνετο· γενομένης δὲ λοιπὸν τῆς κατὰ τοῦ σωτῆρος παρανομίας, ἀπεσβέσθη τὰ παρὰ Ἰουδαίοις πάντα κάλλη. Προφήτης ἐστὶν ὁ κηρύττων" Ἰδοὺ δὴ κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προ φήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύ σουσιν αὐτῶν". Τοῦτο τὸ προφητικὸν λόγιον κατέλαβε τὴν τῶν Ἰουδαίων πληθύν· καὶ ἐρημίᾳ συνέσεως, ἐρημίᾳ προφήτου ὑποδεικνύντος τὰ σώζοντα καὶ τὰς τῶν ἰδίων σοφῶν παραδόσεις ἠφάνισαν καὶ τῶν ἀρῶν κατεφρόνησαν καὶ τὰ τοῦ νόμου λοιπὸν ἐκινδύνευσε δίκαια. Ὡς οὖν τὰς γραφὰς μετεκίνησαν καὶ τὴν ἑρμηνείαν τῶν σοφῶν ἐκείνων ἠθέτησαν ἑνός τινος προσηλύτου πεισθέντες μεταβολῇ ἐπ' ἀ θετήσει τοσούτων ἀνδρῶν καὶ ἀρῶν, οὕτω καὶ τὴν προθε σμίαν τοῦ πάσχα διέφθειραν.

Intertext edge

Open linked passage

Note