In sanctum pascha sermo 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Ἔπαθεν ὁ Χριστὸς μετ' ἰσημερίαν καὶ τῇ παρασκευῇ ἔπαθεν, ὡς ἴσμεν καὶ αἱ γραφαὶ μεμηνύκασιν, τεσσαρεσκαι δεκάτῃ κατὰ σελήνην τῆς παρασκευῆς συντρεχούσης. Ἐν γὰρ τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθεν· τὸ δὲ πάσχα τῶν Ἰουδαίων τότε πάντας τοὺς χρόνους πρὸς τὸ πάθος συνήγαγε καὶ ἰσημερίαν προλαμβάνουσαν καὶ τεσσαρεσκαι δεκάτην ἐνεστῶσαν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν συναρμοζόμενα. Διὰ τί ταῦτα γέγονε καὶ τίνος ἕνεκεν; ἤδη ὀφείλω λέγειν καὶ ἑκάστου τῶν προκειμένων τὴν θεωρίαν ἀποδοῦναι, οὐκ ἀπὸ γλώττης ἐμῆς σχεδιαζο μένου τοῦ λόγου, ἀλλ' ἀπὸ πιστῶν πραγμάτων πιστοῦ δεικνυμένου τοῦ λόγου.