In sanctum pascha sermo 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Διὰ τοῦτο ὁ ἀπόστολος ταύτην τὴν ἀνακεφαλαίωσιν ἐμφαίνων ὑπὸ τοῦ θεοῦ γινομένην ἔλεγεν·" Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελή ματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς". Ὁρᾷς πῶς ἀνακεφα λαίωσιν τῶν ἐπὶ γῆς λέγει πρὸς τὰ οὐράνια. Ἐκπτώσεως δὲ τοῦ ἀνθρώπου γενομένης καὶ διαμερισμοῦ ἀπὸ τῆς εὐσε βείας τῶν οὐρανίων ἀγγέλων, εἰς ταύτην ἐπανάγειν διὰ τοῦ πάθους τὴν ἕνωσιν ἡμᾶς προμηθούμενος τί ἄλλο ἢ ἀνακεφα λαίωσιν ἀγαθῶν πραγματεύεται; Διὸ καὶ τοὺς χρόνους τῆς δημιουργίας ἐπὶ τῇ διορθώσει παραλαμβάνει, καὶ μυστήριον ἔχεις ἀκοῦσαι μέγιστον.