Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 7
John Chrysostom7 32 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1
Ἐπειδὴ γὰρ δυσχερῶς οὗτοι οἱ χρόνοι συμπίπτουσι κατὰ τὸν πρῶτον τρόπον εἰς μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα– πρόσεχε γὰρ ὅτι ἡ πρώτη ἑβδομὰς ἐκείνη, ἡ κατὰ τὴν δημιουργίαν φημί, ἐν αὑτῇ εἶχε τὴν μὲν ἰσημερίαν ἐν ἀρχῇ, ἔπειτα τὴν πλησιφαῆ σελήνην κατὰ τὴν τετάρτην ἡμέραν ὑφεστῶσαν, καὶ τὴν ἕκτην εὐθέως, ἐν ᾗ ἐπλάσθη ὁ ἄνθρωπος· οὐ μὴν ἀεὶ τοῦτο συμβαίνειν δύναται κατὰ τὴν μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα–, ἐπειδὴ δυσχερὲς ἦν καὶ δυσπόριστον ἐν μιᾷ ἑβδομάδι κατὰ τὴν πρώτην δημιουργίαν ταύτας ὑφ' ἓν τὰς προθεσμίας συναγαγεῖν, καὶ τῆς συνδρομῆς τούτων πρὸς τὴν τοῦ πάθους οἰκονομίαν ὁ σωτὴρ ἔχρῃζεν, ἵνα τὴν προκει μένην ἀνακεφαλαίωσιν δείξειεν, διὰ τοῦτο πολλάκις ζητού μενος ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθῆναι μήπω τῆς συνδρομῆς τῶν χρόνων ἐκπεπτωκυίας ὑπέφυγεν· καὶ ἔχεις ἐν τοῖς εὐαγγελίοις ὅτι ἠθέλησαν αὐτὸν συλλαβεῖν οἱ Ἰουδαῖοι καὶ 33 ὁ σωτὴρ ἀνεχώρησεν. Καὶ τοῦτο οἱ ἀμαθεῖς τὸ μυστήριον δειλίαν ἐνόμισαν· οὐκ ἦν δὲ δειλία ἀλλὰ τῆς συνδρομῆς τῶν προθεσμιῶν ἐπιτήρησις. Ὅτε μέντοι συνήγαγεν ὁ υἱὸς τοῦ θεοῦ τοὺς χρόνους, ὅτε τὴν ἑβδομάδα πρὸς τὴν ἀρχαίαν δημιουργίαν ἥρμοσε καὶ ἰσημερία καὶ ἡ πλησιφαὴς σελήνη καὶ ἡ παρασκευὴ ἐν ᾗ ἔδει παθεῖν καὶ ἐν τῷ παθεῖν τὴν ἀνανέωσιν δειχθῆναι συνέδραμον, τὸ τηνικαῦτα ἐπιδίδωσι μὲν ἑαυτὸν τῷ πάθει, ἐπάρας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν εἶπεν·" Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε", καὶ πρὸς τοὺς μαθητάς·" Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου".

Intertext edge

Open linked passage

Note