Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 7
John Chrysostom7 51 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1
Ἀλλ' ὥσπερ ἐθεασάμεθα ὅτι, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐὰν ἐμπέσῃ, οὐ ταύτης ἀλλὰ τῆς μετ' ἰσημερίαν ἁρμοζόντως δεόμεθα, οὕτω πάλιν, κατὰ σελήνην τεσσαρεσκαιδεκάτῃ τῆς κυριακῆς συνελθούσης, οὐκ ἄγομεν ταύτην τὴν κυριακὴν ἀναστάσιμον, ἀλλὰ τῆς ἑξῆς κυριακῆς χρῄζομεν, ὅτι ἡ μὲν τεσσαρεσκαιδεκάτη πάθους ἐστίν– ἐν γὰρ ταύτῃ πέπονθεν ὁ Χριστὸς τῇ παρασκευῇ συνελθούσῃ καί, ὥσπερ τὴν παρασκευὴν ἀναστάσιμον οὐ γνωρίζομεν, οὐδὲ τὴν τεσσαρεσκαιδεκάτην συζυγοῦσαν αὐτῇ–, ἡ δὲ ὀφείλουσα ἐπὶ τῇ ἀναστάσει ὁρίζεσθαι κυριακὴ καθαρὰ παθητικῆς ἡμέρας ὑπάρχειν τέτακται. Ἐὰν οὖν συμπέσῃ αὐτῇ ὁ παθητικὸς τῆς τεσσαρεσκαιδεκάτης ἀριθμός, ταύτην ἀφέντες τὴν ἑξῆς ὡς καθαρὰν πάθους μεταδιώκομεν. Προκειμένου γὰρ ἡμῖν τοῦ κατὰ τὸν σωτῆρα ἐπὶ τῷ πάθει καὶ τῇ ἀναστάσει μιμήματος, ἀεί ποτε τὴν κυριακήν, ἣν μέλλομεν ἐπὶ τῇ ἀναστάσει ὁρίζειν, ἐλευθέραν πάθους ὡς ὁ δεσπότης διαφυλάττομεν, ἐπὶ τὰς πρὸ ταύτης τὸ πάθος λαμβάνοντες. Ἐπειδὴ τοῦτο τεθέασαι, πρόσχες λοιπὸν ὃ λέγω. 52 Πρὸ δύο ἡμερῶν νῦν ἐμπίπτει, ὡς ἔφην, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην τῆς ἰσημερίας· ἀνάγκην ἔχομεν ταύτην μὲν παρεῖναι, τὴν δὲ μετὰ ταύτην τεσσαρεσκαιδεκάτην ὡς μετ' ἰσημερίαν ἐκδέχεσθαι· ἀλλ' αὐτὴ πάλιν ἡ ἁρμόζουσα τεσσαρεσκαιδεκάτη μηνὸς ἑβδόμου εἰκάδι ἕκτῃ συντρέχει [ἐπειδὴ] καὶ κυριακῇ συμπίπτει. Ἐπεὶ οὖν ἡ τεσσαρεσκαιδεκάτη αὐτῇ τῇ κυριακῇ συμπίπτει, τὴν τῆς ἀναστάσεως ἑορτὴν εἰς τὴν ἑξῆς κυριακὴν μετατίθεμεν τοῦ παθητικοῦ ἀριθμοῦ ἐλευθέραν εὑρημένην, καὶ οὕτω τῇ εἰκάδι ἕκτῃ τοῦ ἑβδόμου μηνὸς ἑβδομάδα ἐπισυνάπτοντες εἰς δευτέραν ὀγδόου μηνὸς τὴν ἀναστάσιμον ἄγομεν. Καὶ αὕτη ἐστὶν αἰτία τῆς παρατάσεως.

Intertext edge

Open linked passage

Note