In sanctum pascha sermo 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Ἀλλὰ θαυμάζουσιν ὅτι ἀνωμάλως οὕτως ὅσον ἐπί γε τῷ χρόνῳ γίνεται τὸ πάσχα. Ἀλλὰ τοῦτο θαῦμα οὐκ ἔστιν ἐπιστημόνων. Εἶδες, ἄδελφε, ποιητικοὺς κόσμους ἢ τραγικοὺς στίχους πῶς οἳ μέν εἰσι κόνδοι, οἳ δὲ κονδότεροι, οἳ δὲ ἐπὶ πλεῖον ἐκτεταμένοι. Τούτους οἱ ἀμαθεῖς πάντως θαυμάζουσιν ὡς ἁπλῶς οὕτω διακειμένους· ὁ μεντοὶ τεχνίτης ὁ μέτρων ἁρμονίαν εἰδὼς οἶδε τὸ ὁμαλὸν τῆς τέχνης, κἂν ἡ ὄψις τῶν 56 στίχων ἀνώμαλος φαίνηται. Αὐτίκα γοῦν, ἄδελφε, νῦν μὲν γίνεται δευτέρᾳ ὀγδόου ἡ ἀναστάσιμος, εἰς δὲ τὸ ἐπιὸν ἑπτακαιδεκάτῃ ἑβδόμου μηνὸς γίνεται, καὶ πάλιν εἰς τὸ ἑξῆς ἐννάτῃ ἑβδόμου μηνός, καὶ αὖθις εἰς τὸ τρίτον ἔτος εἰκάδι ἐννάτῃ τοῦ μηνὸς ἡ ἀναστάσιμος γνωρισθήσεται, καὶ οὐδεὶς πρὸς ταῦτα βλάπτεται, οὐδεὶς πρὸς ταῦτα λυπεῖται, ἀλλ' ἕκαστος τὴν ἁρμονίαν ζητεῖ τῆς τέχνης καὶ τῷ τῆς ἐπιστήμης λόγῳ εὐφραίνεται.