In sanctum pascha sermo 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Οὔτε γὰρ Ἰουδαῖοι μίαν ἡμέραν ἐμπρόθεσμον πρὸς τὴν τοῦ πάσχα τελεσιουργίαν τηροῦσιν, ἀλλὰ καὶ τὸν μῆνα, ὡς οἴονται, τὸν καθ' ἥλιον, καὶ σελήνης τεσσαρεσκαι δεκάτην. Αὐτίκα γοῦν, εἰ συμβαίη τεσσαρεσκαιδεκάτην κατὰ σελήνην παρ' αὐτοῖς ἐμπεσεῖν μήπω ἐνστάντος πρώτου μηνός, ὑπερτίθενται ταύτην τὴν τεσσαρεσκαιδεκάτην καὶ ἐμβόλιμον τριακάδα κατὰ σελήνην ποιοῦντες ἄλλην τεσσα ρεσκαιδεκάτην διὰ τὸν ἡλιακὸν πρῶτον μῆνα παραλαμβά νουσιν, ἵνα συνδρομῆς γενομένης τοῦ τε πρώτου χρόνου καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην δόξωσιν ἀπαρτίζειν τὸ βούλημα. Οὐκοῦν, ἄδελφε, ὁρᾷς ὅτι καὶ Ἰουδαῖοι τοῦτο σπουδάζουσι καὶ κοινὸν ἡμῖν τοῦτο ἐσχήκασι τὸ μὴ μίαν ἡμέραν ζητεῖν πρὸς τὴν τελετὴν ἀλλὰ χρόνους πολλούς.