In sanctum pascha sermo 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ναυατιανοὶ δοκοῦσιν ἄλλως πως τὰ καθ' ἡμᾶς ἠρέμα μιμεῖσθαι· δουλεύουσι μὲν γὰρ καὶ αὐτοὶ τῇ προθεσμίᾳ τῶν Ἰουδαίων καὶ πρῶτον μῆνα, ὡς ἐκεῖνοι νομίζουσι, καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην τὴν παρ' ἐκείνοις μετα διώκοντες, ἀλλ' οὐχ ἕως τούτου γε ἵστανται, ἀλλ' ὅταν ἐν τούτοις γένωνται, καὶ ἐπὶ τὴν τριήμερον ἔρχονται, εἰ καὶ μάλιστα ἀκύρως καὶ οὐ καθ' ἁρμονίαν ἐκκλησιαστικήν, ὡς δειχθήσεται.