Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 7
John Chrysostom7 9 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Ἔστι τις ἄλλη αἵρεσις ἡ τῶν Μωντανιστῶν, ἥτις δῆθεν μὲν ἀποδύεται τὸ μετὰ Ἰουδαίων ποιεῖν, ἀφέστηκε δὲ σὺν τούτῳ καὶ τῆς ἐκκλησίας εἰς ἴδιον κίνδυνον· τεσσαρεσκαι δεκάτην γὰρ μηνὸς τοῦ πρώτου φυλάττει, τουτέστι μηνὸς ἑβδόμου κατὰ Ἀσιανούς, οὐ τεσσαρεσκαιδεκάτην δὲ σελήνης, οὐκ οἶδα πόθεν λαβοῦσα τοῦτον τὸν θεσμόν. Ὁ μὲν γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ἐν τῷ πάσχα τῶν Ἰουδαίων τεσσαρεσκαιδεκάτην ἐχούσης τῆς σελήνης ἐν μηνὶ τῷ πρώτῳ, ἐν ταύτῃ τῇ τεσσαρεσκαιδεκάτῃ ἐν τῷ πάσχα τῶν Ἰουδαίων [ὁ Χριστὸς] ἔπαθεν· πόθεν οὖν αὕτη ἡ δυσώνυμος αἵρεσις τὴν τεσσαρεσκαιδεκάτην ἀπὸ τοῦ ἡλιακοῦ μηνὸς οὐκ ἀπὸ τοῦ σεληνιακοῦ εἴληφεν ἢ δηλονότι παρὰ τοῦ ἀπατήσαντος 10 δαίμονος; Πλὴν καὶ αὐτή, εἰ καὶ ἐκπέπτωκε τοῦ ἐκκλη σιαστικοῦ ἀριθμοῦ, ἀλλ' ὅμως ἔνθεν ἐπὶ τὴν τριήμερον ἤκει. Καὶ ἐρρίφθω μὲν αὕτη· ἐπειδὴ δὲ ἐδίδαξα ὅτι πᾶσα αἵρεσις σπεύδει δῆθεν τὰς προθεσμίας συναγαγεῖν πλέον ἢ ἔλαττον, θέλω λοιπὸν ἐλέγξαι τοὺς Ἰουδαίους πρότερον, εἶθ' οὕτω τὰς αἰτίας τῆς τῶν Χριστιανῶν συναγωγῆς ἐξειπεῖν.

Intertext edge

Open linked passage

Note