Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum Paulum apostolum
John ChrysostomApos 429.1 · spanish-geminiMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More

Original: Pg Scrape Grc

In sanctum Paulum apostolum Ἀπόδειξις· Ὅτι μείζων πάντων τῶν ἁγίων ὁ ἅγιος Παῦλος. Ἴδετε πηλίκοις ὑμῖν, φησί, γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὡς γὰρ ἐν τοῖς πολλοῖς ἀνεπίληπτος, οὕτω καὶ ἐνταῦθα ἔγκριτος καινοτέρῳ μέλανι χρώμενος· οὐδὲν γὰρ αὐτῷ μέλαν οὐδὲ σκοτεινὸν παρ' αὐτῷ οὐδὲ ἀνθρώπινον· ὑπερέβη πᾶσαν φύσιν, ἀφῆκεν ὄπισθεν αὐτοῦ τὴν κτί428 σιν, μόνῳ Θεῷ προσομιλεῖν νομίζων· μᾶλλον δὲ πέπεισμαι τοῦτον εἶναι ὃν εἶπεν ὁ Κύριος μικρὸν μὲν ἐνταῦθα, ἐν δὲ τῇ βασιλείᾳ μείζονα Ἰωάννου, τοῦ μείζονος τῶν προφητῶν· οὐ γὰρ εἶπε· γεγέννηται ἐν γεννητοῖς γυναικῶν, ἀλλ' οὐκ ἐγήγερται· τὸ γὰρ γεννηθῆναι παρὰ τὸ ἐγηγέρθαι ἕτερον· τὸ μὲν γὰρ γεννηθῆναι δῆλον ἐκ γυναικός· τὸ δὲ ἐγερθῆναι, τὸ προαχθῆναι εἴτε εἰς βασιλείαν ἢ εἰς ἐπισκοπήν, εἴτε εἰς ἕτερόν τι τοιοῦτον πρᾶγμα· ὡς ὅταν λέγῃ· ὃ μὲν ἠγέρθη βασιλεύς, ὃ δὲ ἡγέμων. Ὁ οὖν Κύριος προβλέπων τὸν Ἀπόστολον μέλλοντα συνεγείρεσθαι καὶ βαστάζειν αὐτοῦ τὸ ὄνομα καὶ αἴρειν ἐφ' ἑαυτοῦ τὸν σταυρὸν καὶ κηρύττειν αὐτὸν ἐν πᾶσι τοῖς ἔθνεσι λέγων· τί θαυμάζετε τὸν Ἰωάννην ὡς μέγαν; τούτου τοῦ μεγάλου ἄλλος ἐστὶ μείζων, μήπω πιστεύσας, μήπω ἐγερθεὶς εἰς τὸ κηρύξαι· οὔπω ἐχειροτονήθη εἰς ἀποστολήν, οὔπω αὐτῷ ὤφθην διώκοντι, ἀλλὰ μὴν ἐν τῷ διώκειν ἐστίν· πρὸς μὲν γὰρ τοὺς ἐγερθέντας ἀληθῶς μείζων Ἰωάννου, πρὸς δὲ τὸν μέλλοντα ἐγείρεσθαι ἐλάχιστός ἐστιν· ὁ γὰρ μικρότερος ἐνταῦθα μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ, καὶ ὁ μέλλων ἐν ὑμῖν εἶναι μείζων, ἔστω ὑμῶν διάκονος καὶ ἔσχατος. Ἴδωμεν οὖν τίς ἐστιν ὁ ἐλάχιστος καὶ ἔσχατος πάντων, ἵνα γνωρίσωμεν καὶ τὸν μείζω, ἐπειδὴ ὥσπερ τι διδακτικὸν τοῦ μείζονος τὸ ἔσχατον. Τί οὖν λέγει ὁ Ἀπόστολος; Καὶ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, καὶ ἔσχατον πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Εἰ οὖν ἔσχατος καὶ ἐλάχιστος ἐδείχθη οὗτος πάντων, δῆλον ὅτι μείζων πάντων διὰ τὸ οὕτως ἀποφήνασθαι τὸν Κύριον. Οὐ μόνον δὲ Ἰωάννου μείζων, ἀλλὰ καὶ πάντων τῶν ἁγίων. Ἑβραῖοί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ· διάκονοι Χριστοῦ εἰσιν, ὑπὲρ ἐγώ. Τί τούτου φανερώτερον; Καὶ ἐπὶ μὲν τῶν Ἑβραίων καὶ Ἰσραηλιτῶν ὡς ἐλαχίστων παρησύχασεν τὸ ὑπέρ, ἵνα μή τις εἴπῃ ἐκείνων μείζονα, τούτων δὲ ἴσον· ἀλλὰ τὸ ἐπὶ πάντων τιμιώτερον, τὸ μεῖζον προσέθηκεν, ἵνα ἀναμφίβολον ποιήσῃ τὸ ζήτημα. Πάλιν δὲ ἵνα μὴ δόξῃ καιρὸν διδόναι καυχήματος ἀληθοῦς, εὐθέως ὑπογράφει τὴν αἰτίαν, δι' ἣν ὑπὲρ αὐτῶν ἐστιν ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτῳ καὶ κινδύνοις πολλάκις καὶ περισσότερον πάντων ἐκοπίασα, καὶ ὅτι εἰ ἕκαστος πάντων ἀπολήψεται κατὰ τὸν ἴδιον κόπον, δῆλον ὅτι περισσότερον οὗτος πάντων τιμηθήσεται, ὡς περισσότερον κεκοπιακώς. Τί τούτου λαμπρότερον; Εἰ θέλεις, καὶ ἄλλην τοιαύτην ἑτέραν ἀπόδειξιν ἄκουε, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ, καὶ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξῃ τὴν πολλὴν μαρκοθυμίαν. Πῶς τούτῳ ἐνεδείξατο, ἔσχατον αὐτῷ ὀφθείς, εἰ κατὰ χρόνους οὐ πρῶτον; πρὸ γὰρ αὐτοῦ τοῖς μαθηταῖς, πρὸ τῶν μαθητῶν τοῖς προφήταις, μετὰ δὲ τούτους πάλιν τοῖς ἐν τῷ κόσμῳ πρὸ ἐκείνων. Πρῶτον οὖν πῶς τούτῳ, εἰ μὴ διὰ τὸ πρῶτον τῇ τιμῇ; Ὣς οὖν Ἰωάννης ἔσχατος μὲν τῷ χρόνῳ τῶν προφητῶν, μείζων δὲ τῇ τιμῇ, ὡσαύτως καὶ ὁ Ἀπόστολος ἔσχατος μὲν τῶν ἀποστόλων τῷ χρόνῳ, πρῶτος δὲ τῇ τιμῇ πάντων τῶν ἁγίων. Εἰ δὲ οὐ πείθῃ τῇ ἀληθείᾳ, πείσθητι κἀν τῷ τύπῳ τῷ προτυπωθέντι περὶ αὐτοῦ ἐπὶ τῇ ἀναγνωρίσει τῶν ἀδελφῶν τοῦ Ἰωσήφ, πῶς ἕκαστον τῶν ἀδελφῶν κατὰ τὰ πρεσβεῖα ἀνέκλινεν ὁ Ἰωσήφ, ἔσχατον δὲ πάντων τὸν ἐσχατογενῆ Βενιαμίν. Ἐπενταπλασίασε δὲ αὐτοῦ τὴν μερίδα ὡς πρὸς τῇ μερίδι τῶν ἀδελφῶν, ὅπερ τύπος ἐστὶ τοῦ μέλλοντος, ὁ μὲν Ἰωσὴφ τοῦ Κυρίου, οἱ δὲ λοιποὶ ἀδελφοὶ τῶν μαθητῶν· ὁ δὲ Βενιαμὶν τοῦ Ἀποστόλου, καθὼς ἑαυτῷ μαρτύρεται λέγων· Ἐκ φυλῆς Βενιαμίν, καὶ ἐκεῖ Βενιαμὶν νεώτερον ἐν ἐκστάσει· τὸ μὲν νεώτερον διὰ τὸ ἔσχατον, ἐν ἐκστάσει δὲ διὰ τὴν ἐν τῇ ὁδῷ ὀπτασίαν. Ἐξέστη δὲ καὶ τῶν νομικῶν, ἐξέστη δὲ καὶ τῶν οὐρανίων, ἐξέστη καὶ τῶν σωματικῶν· πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. Πείσθητι οὖν, ὅτι οὗτος ὁ νεώτερος, ὁ ἐσχατογενής, ὁ ἔσχατος τῶν μαθητῶν, τὸ ἔκτρωμα παρὰ πάντας, τὸ περικάθαρμα τοῦ κόσμου παντός, πενταπλασίως τιμηθήσεται παρὰ τοῦ Κυρίου, ὡς παρὰ τοῦ Ἰωσὴφ ὁ Βενιαμίν, ὁ μὴ συμπαρὼν ἐν τῇ πράσει τοῦ ἀδελφοῦ, ὁ μὴ συγκατατιθέμενος τοῖς ἀδελφοῖς, ὁ πάντοτε παραμείνας τῷ ἑαυτοῦ πατρὶ καὶ εἰς μηδὲν λυπήσας· ὡσαύτως δὲ καὶ οὗτος οὐ κατὰ χάριν τιμηθήσεται, ἀλλὰ κατὰ τὸ ὀφείλημα, ὡς περισσότερον πάντων κεκοπιακώς, ὡς ἀεὶ παραμείνας τῷ Θεῷ καὶ Πατρί, ὡς μὴ συμπαρὼν ἐπὶ τῇ τοῦ Ἰούδα προδοσίᾳ· ἐγένετο γὰρ ἐν νόμῳ ἄμεμπτος καὶ ἐν ἀποστόλοις ἀσύγκριτος· Τὰ ὑστερήματα γὰρ τῶν θλίψεων τοῦ Χριστοῦ ἀνταναπληρῶ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τό· Ὁ θέλων ἐν ὑμῖν. Ὁρᾷς οἷα φθέγγεται, οἷα προσμαρτυρεῖ ἑαυτῷ; πῶς εἰς ὅσας θλίψεις ὑστέρησε μὴ φθάσας ὁ Χριστός, αὐτὸς ἀνεπλήρωσε λέγων· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ; θέλει εἰπεῖν· πλήρωμα Χριστὸς νόμου, πλήρωμα θλίψεων ἐγώ· ἀληθῶς ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θλίψεσιν ὑπερεχόντως, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν, καὶ ἅπερ αὐτὸς ἀπηριθμήσατο λέγων, χωρὶς τῶν παρεκτός. Τίς δὲ τολμᾷ εἰπεῖν; Ὁ αὐτὸς εἴρηκε τό· Οὐδὲν ἐμαυτῷ σύνοιδα, καὶ γενόμενος ἄμεμπτος, ἵνα δείξῃ ἡμῖν εἶναι μέγαν τῷ μὴ συνειδέναι ἑαυτῷ τι, καὶ δεύτερον τοῦ ζητουμένου λέγων· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ πάλιν· Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος· οὐκ εἶπε· δώσει μοι· 430 κατὰ χάριν γὰρ τὸ δοῦναι, ἀλλ' ὃν ἀποδώσει· τὸ γὰρ ἀποδοῦναι ὀφειλῆς ἐστιν· ὃ γὰρ κατὰ χάριν δίδοται, οὕτως λέγων· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι, οὐχ ὃ ἀπεδόθη σοι. Ὁ δὲ στέφανος οὐ κατὰ χάριν, ἀλλὰ κατὰ τὴν ὀφειλὴν δίδοται τοῖς νομίμως ἀθλήσασιν. Ἐὰν γάρ τις ἀθλῇ, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τίς τῶν ἀπελθόντων εἶπε, τίς τῶν ἐρχομένων λέξει ταῦτα· Τὸν δρόμον τετέλεκα, καὶ τό· ἀποδώσει μοι20 ὥσπερ τι χρέος τὸν στέφανον, καὶ τό· ἀναπληρῶ τὰ ὑστερήματα, καὶ τό· περισσότερον πάντων ἐκοπίασα, καὶ τό· διάκονοί εἰσιν; ὕπερ ἐγώ. Οὐκ ἀδίκως οὖν σκεῦος ἐκλογῆς ὡς θεράποντα, ὡς τὸν Μωσέα. Οὐ πιστὸν ὡς Ἀβραάμ, οὐκ ἄκακον ὡς τὸν Δαυίδ, οὐκ ἄμεμπτον ἢ θεοσεβῆ ὡς τὸν Ἴωβ, ἀλλὰ σκεῦος αὐτὸν ἐκλογῆς προσηγόρευσεν· ἡ δὲ ἐκλογὴ τὸ κρεῖττον δείκνυσιν· οὐδεὶς γὰρ ἐκλεγόμενος τὸ χεῖρον ἐκλέγεται· Ἐξελέξατο γὰρ ἡμᾶς, φησί, πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατ' ἐνώπιον αὐτοῦ. Ἐκ τῶν οὖν ἐκλεκτῶν ἐκλεκτὸς εἷς ὁ Ἀπόστολος· Ταῦτα γὰρ ὑπομένω, φησί, διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι καὶ μιμεῖσθε τὸν Κύριον, τὸν δι' ἡμᾶς ὑπομείναντα τὸν σταυρόν, ἵνα ἡμεῖς σωτηρίας τύχωμεν. Δικαίως οὖν προέτασσεν λέγων· Εἰ δὲ μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἴδες ἀγαθὴν πεποίθησιν ἀγαθῆς ψυχῆς; ἴδες ἐκλεκτῶν ἐκλεκτότερον, ἔσχατον πάντων τοῦ κηρύγματος, πρῶτον δὲ πάντων· ἔσχατον ἐν κόσμῳ, πρῶτον ἐν τῇ βασιλείᾳ· ἔσχατον εἰς τὸ πιστεῦσαι, πρῶτον εἰς τὸ σωθῆναι καὶ στεφανωθῆναι; δίκαιον εἰπεῖν· Ἔσονται οἱ ἔσχατοι πρῶτοι· οὐδὲν γὰρ ὑστέρησε τῶν ὑπὲρ λίαν ἀποστόλων, τολμῶ εἰπεῖν· τόλμην καὶ τὸν λόγον νῦν ἐπεξέρχομαι, οὐ διὰ τὸ μὴ ἔχειν ἀποδείξεις, ἀλλὰ διὰ τὸν καιρὸν καὶ τὴν ἀκολουθίαν τοῦ λόγου μὴ συγχωρεῖν πλεὸν λέγειν· οὐ μόνον ὑπὲρ πάντα ἄνθρωπον εἶναι, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν νοητὴν κτίσιν· τῆς μὲν οὖν κτίσεως πρῶτον τῇ τιμῇ, τῶν δὲ ἐκλεκτῶν ἐκλεκτότερον.

Spanish Gemini
429.1
Demostración: Que el santo Pablo es mayor que todos los santos.« Mirad», dice,« con qué letras tan grandes os he escrito de mi propia mano». Pues así como en la mayoría de los aspectos es irreprochable, así también aquí es distinguido al usar una tinta más novedosa; pues nada en él es oscuro, ni sombrío, ni humano; superó toda naturaleza, dejó atrás la creación, considerando que solo con Dios debía conversar. O más bien, estoy convencido de que este es aquel a quien el Señor llamó pequeño aquí, pero en el reino mayor que Juan, el mayor de los profetas; pues no dijo:« ha nacido entre los nacidos de mujer», sino« no se ha levantado»; pues el haber nacido es distinto a haberse levantado. Pues el haber nacido es evidente que es de mujer; pero el levantarse es el ser promovido, ya sea al reino, o al episcopado, o a cualquier otro asunto semejante; como cuando dice:« uno fue levantado rey, otro gobernador». El Señor, pues, previendo que el Apóstol iba a ser levantado y a llevar su nombre, y a cargar sobre sí la cruz, y a predicarlo en todas las naciones, dijo:«¿ Por qué admiráis a Juan como grande? De este grande hay otro mayor, que aún no ha creído, que aún no ha sido levantado para predicar». Aún no había sido ordenado para el apostolado, aún no se le había aparecido mientras perseguía, sino que todavía estaba en la persecución; pues frente a los que ya habían sido levantados era ciertamente mayor que Juan, pero frente al que estaba por ser levantado es el menor; pues el que es menor aquí es mayor que él en el reino, y« el que quiera ser mayor entre vosotros, sea vuestro servidor y el último». Veamos, pues, quién es el menor y el último de todos, para que conozcamos también al mayor, puesto que el último es, por así decirlo, una enseñanza sobre el mayor.¿ Qué dice, pues, el Apóstol?« A mí, que soy el más pequeño de todos los santos, me fue dada esta gracia», y« el último de todos, como a un abortivo, se me apareció también a mí». Si, pues, este fue mostrado como el último y el más pequeño de todos, es evidente que es mayor que todos, debido a que el Señor lo declaró así. Y no solo es mayor que Juan, sino también que todos los santos.«¿ Son hebreos? Yo también.¿ Son descendencia de Abraham? Yo también.¿ Son servidores de Cristo? Yo más que ellos».¿ Qué hay más claro que esto? Y en el caso de los hebreos e israelitas, como siendo los menores, omitió el« más», para que nadie dijera que era mayor que aquellos, pero igual que estos; sino que en lo que es más valioso que todo, añadió el« mayor», para hacer la cuestión indudable. De nuevo, para que no parezca dar ocasión a una jactancia verdadera, describe inmediatamente la causa por la cual está por encima de ellos:« en trabajos más abundantemente, en azotes sin medida, en muerte y peligros muchas veces», y« he trabajado más y más que todos», y que si cada uno de todos recibirá según su propio trabajo, es evidente que este será honrado más que todos, como quien ha trabajado más.¿ Qué hay más brillante que esto? Si quieres, escucha también otra prueba semejante:« Cristo vino al mundo para salvar a los pecadores, de los cuales yo soy el primero», y« por esto alcancé misericordia, para que en mí primero mostrase toda su longanimidad».¿ Cómo se la mostró a este, apareciéndosele el último, si no fue el primero en cuanto al tiempo? Pues antes que él a los discípulos, antes que a los discípulos a los profetas, y después de estos, de nuevo a los que estaban en el mundo antes que aquellos.¿ Cómo, pues, fue el primero para este, si no es por ser el primero en honor? Así pues, como Juan fue el último en el tiempo de los profetas, pero mayor en honor, de la misma manera también el Apóstol fue el último de los apóstoles en el tiempo, pero el primero en honor de todos los santos. Y si no te convences por la verdad, convéncete al menos por el tipo prefigurado sobre él en el reconocimiento de los hermanos de José, cómo José hizo recostar a cada uno de los hermanos según su primogenitura, pero al último de todos, al nacido el último, Benjamín. Y quintuplicó su porción en comparación con la porción de los hermanos, lo cual es un tipo de lo que ha de venir: José es el Señor, los demás hermanos son los discípulos, y Benjamín es el Apóstol, tal como él mismo da testimonio diciendo:« De la tribu de Benjamín», y allí« Benjamín el más joven en éxtasis»; lo de« más joven» por ser el último, y« en éxtasis» por la visión en el camino. Y se extasió de las cosas legales, se extasió de las celestiales, se extasió de las corporales; todo lo consideró basura, para ganar a Cristo. Convéncete, pues, de que este más joven, el nacido el último, el último de los discípulos, el abortivo ante todos, el desecho de todo el mundo, será honrado cinco veces más por el Señor, como Benjamín por José, el que no estuvo presente en la venta del hermano, el que no estuvo de acuerdo con los hermanos, el que siempre permaneció con su propio padre y en nada lo entristeció; de la misma manera también este no será honrado por gracia, sino por deuda, como quien ha trabajado más que todos, como quien siempre permaneció con Dios y Padre, como quien no estuvo presente en la traición de Judas; pues llegó a ser irreprochable en la ley e incomparable entre los apóstoles:« Pues completo lo que falta de las aflicciones de Cristo en mi carne por su cuerpo, que es la iglesia, de la cual yo fui hecho servidor», conforme a aquello:« El que quiera entre vosotros».¿ Ves lo que dice, lo que testifica de sí mismo?¿ Cómo lo que le faltó a Cristo en cuanto a aflicciones, él mismo lo completó diciendo:« Completo lo que falta de las aflicciones de Cristo»? Quiere decir: Cristo es el cumplimiento de la ley, yo soy el cumplimiento de las aflicciones; verdaderamente en azotes sin medida, en aflicciones sobremanera, en necesidades, en angustias, en trabajo y fatiga, noche y día, y lo que él mismo enumeró diciendo, aparte de las cosas externas.¿ Y quién se atreve a decir? Él mismo ha dicho:« De nada me siento culpable», y habiendo llegado a ser irreprochable, para mostrarnos que es grande por no sentirse culpable de nada, y diciendo lo segundo de lo que se busca:« Pero no por eso soy justificado»; y de nuevo:« He peleado la buena batalla, he terminado la carrera, he guardado la fe; por lo demás, me está reservada la corona de justicia, la cual me devolverá el Señor»; no dijo:« me dará»; pues el dar es por gracia, sino« la cual me devolverá»; pues el devolver es de deuda; pues lo que se da por gracia, lo dice así:« No descuides el don que hay en ti, que te fue dado», no« que te fue devuelto». Pero la corona no se da por gracia, sino por deuda a los que han luchado legítimamente. Pues si alguien lucha, no es coronado si no lucha legítimamente.¿ Quién de los que se han ido ha dicho, quién de los que vendrán dirá estas cosas:« He terminado la carrera», y« me devolverá» como una deuda la corona, y« completo lo que falta», y« he trabajado más que todos», y«¿ son servidores? Yo más»? No injustamente, pues,[ lo llamó] vaso de elección como a un siervo, como a Moisés. No fiel como Abraham, no inocente como David, no irreprochable o piadoso como Job, sino que lo llamó vaso de elección; y la elección muestra lo mejor; pues nadie que elige, elige lo peor:« Pues nos eligió», dice,« antes de la fundación del mundo para que fuéramos irreprochables y santos delante de él». De los elegidos, pues, el Apóstol es un elegido entre los elegidos:« Pues soporto estas cosas», dice,« por los elegidos, para que también ellos alcancen la salvación», y« sed imitadores del Señor, que por nosotros soportó la cruz, para que nosotros alcancemos la salvación». Justamente, pues, anteponía diciendo:« Sed imitadores míos, así como yo lo soy de Cristo».¿ Viste la buena confianza de una buena alma?¿ Viste a un elegido más elegido que los elegidos, el último de todos en la predicación, pero el primero de todos; el último en el mundo, el primero en el reino; el último en creer, el primero en salvarse y ser coronado? Es justo decir:« Los últimos serán los primeros»; pues nada le faltó de los apóstoles sobremanera grandes, me atrevo a decir; la audacia y el discurso ahora los dejo, no por no tener pruebas, sino porque el tiempo y la secuencia del discurso no permiten decir más; no solo estar por encima de todo hombre, sino también por encima de toda creación inteligible; de la creación, pues, el primero en honor, y de los elegidos, más elegido que los elegidos.

Intertext edge

Open linked passage

Note